§1ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν.
将神视为一切的开始与终结。
§2βίου τὸ κέρδος εὖ βιοῦν καθ᾿ ἡμέραν.
生命的获益在于日日过得好。
§3γίνωσκε πάντα τῶν καλῶν τὰ δράματα.
知晓美好之人的所有行径。
§4δεινὸν πένεσθαι, χεῖρον δ᾿ εὐπορεῖν κακῶς.
贫穷是可怕的,但以邪恶之方致富则更糟。
§5εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν.
在行善时,当思你是在效法神。
§6ζήτει θεοῦ σοι χρηστότητα χρηστὸς ὤν.
自身要为善,并为自己寻求神的仁慈。
§7ἡ σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς.
让肉体受支配,并被妥善服从。
§8θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς.
约束你的怒气,免得你丧失理智。
§9ἵστη μὲν ὄμμα, γλῶσσα δὲ στάθμην ἔχοι.
一方面要定住目光,另一方面让舌头保有分寸。
§10κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως.
双耳当置锁钥,笑声不可流于淫邪。
§11λύχνος βίου σοι παντὸς ἡγείσθω λόγος.
愿理性作为你一生之灯火引导你。
§12μή σοι τὸ εἶναι τῷ δοκεῖν ὑπορρέοι.
愿你的真实不至流向虚饰。
§13νόει τὰ πάντα, πρᾶσσε δ᾿ ἃ πράσσειν θέμις.
思虑万事,但只行合乎天法之事。
§14ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους.
自知为客旅,并尊重客旅。
§15ὅτ᾿ εὐπλοεῖς, μάλιστα μέμνησο ζάλης.
顺风航行之时,尤当谨记风暴。
§16πάντ᾿ εὐχαρίστως δεῖ δέχεσθαι τἀκ Θεοῦ.
必须以感恩之心接受来自神的一切。
§17ῥάβδος δικαίου πλεῖον ἢ τιμὴ κακοῦ.
义人的管教之杖胜过恶人的尊荣。
§18σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή.
频访智者之门,而莫趋富人之户。
§19τὸ μικρὸν οὐ μικρόν, ὅταν ἐκφέρῃ μέγα.
细微之事,若能产出伟大之物,便不为细微。
§21φύλασσε σαυτόν, πτῶμα δ᾿ ἄλλου μὴ γέλα.
守护你自己,切莫嘲笑他人的跌倒。
§22χάρις φθονεῖσθαι, τὸ φθονεῖν δ᾿ αἶσχος μέγα.
蒙嫉是幸,嫉妒是大耻。
§23ψυχὴ θύοιτο μᾶλλον ἢ τὸ πᾶν θεῷ.
愿献给神的,是灵魂而非万事万物。
§24ὢ τίς φυλάξει ταῦτα καὶ σωθήσεται.
啊,谁能遵守这些诫命并得救呢?