§1## Τῷ τιμιωτάτῳ καὶ ἀγαπητῷ συλλειτουργῷ Φλακίλλῳ Εὐσέβιος ἐν κυρίῳ χαίρειν.
## 致最受尊敬和亲爱的同工弗拉基鲁,尤西比乌斯在主里问安。
Εἰ πρὸς τὴν ἀδόλεσχον καὶ πολυεπῆ Μαρκέλλου γραφὴν τὰ παρ’ ἡμῶν ἐν βραχέσιν ἤρκεσεν, οὐ χρὴ θαυμάζειν· οὐ γὰρ δὴ πολλῶν ἔδει λόγων πρὸς ἀνατροπὴν τῶν αὐτόθεν καὶ τοῖς τυχοῦσιν κατεγνωσμένων.
如果我们在简短篇幅中对马塞路斯那多话且冗长的著作所作的反驳已经足够,人们不应当感到惊奇;因为要推翻那些显而易见、甚至连普通人都会予以谴责的观点,确实不需要长篇大论。
διὸ δὴ ἐν δυσὶ τοῖς πρώτοις μόνῃ τῇ παραθέσει τῶν τοῦ ἀνδρὸς ῥημάτων χρησάμενος δίχα πάσης ἀντιρρήσεως ἐξ αὐτῶν τὸν κατ’ αὐτῶν ἔλεγχον φανερὸν ἐποιούμην.
因此,在前两卷中,我仅通过对照该人的言论,不加任何反驳,便从这些言论本身出发,使对他们的揭露变得显而易见。
νυνὶ δὲ πρὸς ἐκείνῃ τῇ φώρᾳ καὶ τὴν ἀνατροπὴν τῶν αὐτῶν διὰ τριῶν τῶν μετὰ χεῖρας προσήγαγον.
而现在,除了那次揭露之外,我还通过目前在手的这三卷书,对这些相同的观点进行了推翻。
ὁ μὲν γὰρ ἕν τι διωλύγιον καὶ πολυπλανὲς σύγγραμμα συντάξας τοῦτό φησιν πεποιηκέναι
"(Nr. 115) διὰ τὸ ἕνα γνωρίζειν θεόν,"
μή πη λάθῃ τῷ υἱῷ τοῦ θεοῦ χώραν διδοὺς ὑποστάσεως διελὼν τὴν γραφήν.
因为他撰写了一部庞大且极具误导性的著作,声称自己这样做是 “(Nr. 115)为了承认唯一的神”,以免自己因分割圣经而无意中给神之子的本体(hypostasis)留出空间。
ἡμεῖς δὲ τὴν παναγίαν καὶ τρισμακαρίαν τιμῶντες τριάδα ἐν τοσούτοις τὴν πᾶσαν ὑπόθεσιν συνειλήφαμεν, φεισάμενοι μὲν πολυλογίας, ἐν ἐπιτόμοις δὲ καὶ βραχέσιν τὴν ἀληθῆ παραστήσαντες θεολογίαν.
而我们,尊崇至圣且至福的三位一体,在这么多的篇幅中概括了整个论题,免于冗长,而是用纲要和简短的语言呈现了真实的神学。
εἰ μὲν οὖν αὐταρκῶς ἔχει τὰ γραφέντα, κρίνειας ἂν αὐτὸς ἐντυγχάνων· εἰ δέ τινα λείποι, καὶ ταῦτα 〈ἂν〉 ἀναπληρώσειας, δηλαδὴ [ἃ δὴ] ἀδελφὸς ἀδελφοῦ τὰ ὑστερήματα, εἴ που καὶ θεραπείας δέοιτο, δι’ ἐπανορθώσεως ἐξιώμενος.
因此,所写的内容是否充足,您在阅读时自己便会做出判断;但如果有什么缺失,您也必会予以补足,显然就像兄弟医治兄弟的不足一样,如果确实有什么地方需要纠正,就通过修改来治愈。
Ἔρρωσθαί σε καὶ μνημονεύειν μου τῷ κυρίῳ διὰ παντὸς εὔχομαι.
我祈愿您身体健康,并在主里时常纪念我。