Humanitext Reader

欧几里得 · 已知 §18.1-18.2

由夹角面积与平方差确定两直线

第 1 段,共 1 段 · 希腊语

内容简介

本节证明了当两条直线所夹的角和面积给定,且它们各自正方形之差也给定时,这两条直线本身也是给定的,并提供了一个关于钝角的相关引理。

§18.1## 18. Uulgo prop. LXXXVII. Ἐὰν δύο εὐθεῖαι δοθὲν χωρίον περιέχωσιν ἐν δεδομένῃ γωνίᾳ, τὸ δὲ ἀπὸ τῆς μείζονος τοῦ ἀπὸ τῆς ἐλάσσονος δοθέντι μεῖζον ᾖ, καὶ ἑκατέρα αὐτῶν ἔσται δοθεῖσα.
## 18. 通常为命题 LXXXVII。 若两条直线在给定的角中包围一给定的面积,且在较大直线上的正方形比在较小直线上的正方形大一给定的面积,则它们各自也是给定的。
δύο γὰρ εὐθεῖαι αἱ ΑΒ, ΒΓ δοθὲν περιεχέτωσαν χωρίον τὸ ΑΓ ἐν δεδομένῃ γωνίᾳ τῇ ὑπὸ τῶν ΑΒΓ, τὸ δὲ ἀπὸ τῆς ΑΒ δοθέντι μεῖζον ἔστω τοῦ ἀπὸ τῆς ΒΓ·
因为,设两条直线 AB、BC 在给定的角 ABC 中包围一给定的面积 AC,且在 AB 上的正方形比在 BC 上的正方形大一给定的面积。
λέγω, ὅτι δοθεῖσά ἐστιν ἑκατέρα τῶν ΑΒ, ΒΓ. ἐπεὶ γὰρ τὸ ἀπὸ τῆς ΑΒ τοῦ ἀπὸ τῆς ΒΓ δοθέντι μεῖζόν ἐστιν, ἀφῃρήσθω τὸ δοθὲν τὸ ὑπὸ τῶν ΑΒ, ΒΔ· λοιπὸν ἄρα τὸ ὑπὸ τῶν BA, ΑΔ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΒΓ. καὶ ἐπεὶ δοθέν ἐστι τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ, ἔστι δὲ καὶ τὸ ὑπὸ τῶν ΑΒ, ΒΔ δοθέν, λόγος ἄρα τοῦ ὑπὸ τῶν ΑΒ, ΒΔ πρὸς τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ δοθείς.
我说明,AB、BC 各自都是给定的。 因为,既然在 AB 上的正方形比在 BC 上的正方形大一给定的面积,设减去给定的由 AB、BD 包围的面积;因此,剩余的由 BA、AD 包围的面积等于在 BC 上的正方形。 又因为由 AB、BC 包围的面积是给定的,且由 AB、BD 包围的面积也是给定的,所以由 AB、BD 包围的面积与由 AB、BC 包围的面积之比是给定的。
καί ἐστιν, ὡς τὸ ὑπὸ τῶν ΑΒ, ΒΔ πρὸς τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ, οὕτως ἡ ΔΒ πρὸς ΒΓ· λόγος ἄρα καὶ τῆς ΔΒ πρὸς ΒΓ δοθείς· λόγος ἄρα καὶ τοῦ ἀπὸ τῆς ΔΒ πρὸς τὸ ἀπὸ τῆς ΒΓ δοθείς.
正如由 AB、BD 包围的面积与由 AB、BC 包围的面积之比,DB 与 BC 之比亦然;因此 DB 与 BC 之比也是给定的;因此在 DB 上的正方形与在 BC 上的正方形之比也是给定的。
τῷ δὲ ἀπὸ τῆς ΓΒ ἴσον τὸ ὑπὸ τῶν ΒΑ, ΑΔ· λόγος ἄρα καὶ τοῦ ὑπὸ τῶν ΒΑ, ΑΔ πρὸς τὸ ἀπὸ τῆς ΔΒ δοθείς· καὶ τοῦ τετράκις ἄρα ὑπὸ τῶν ΒΑ, ΑΔ μετὰ τοῦ ἀπὸ τῆς ΔΒ πρὸς τὸ ἀπὸ τῆς ΒΔ λόγος δοθείς.
而在 GB 上的正方形等于由 BA、AD 包围的面积;因此由 BA、AD 包围的面积与在 DB 上的正方形之比也是给定的;因此,四倍的由 BA、AD 包围的面积加上在 DB 上的正方形,与在 BD 上的正方形之比是给定的。
ἀλλὰ τὸ τετράκις ὑπὸ τῶν ΒΑ, ΑΔ μετὰ τοῦ ἀπὸ τῆς ΒΔ τὸ ἀπὸ συναμφοτέρου τῆς ΒΑ, ΑΔ ἐστιν· λόγος ἄρα καὶ τοῦ ἀπὸ συναμφοτέρου τῆς ΒΑ, ΑΔ πρὸς τὸ ἀπὸ τῆς ΔΒ δοθείς· λόγος ἄρα καὶ συναμφοτέρου τῆς ΒΑ, ΑΔ πρὸς ΔΒ δοθείς.
但是,四倍的由 BA、AD 包围的面积加上在 BD 上的正方形,是在 BA 和 AD 合起来的线段上的正方形;因此在 BA 和 AD 合起来的线段上的正方形与在 DB 上的正方形之比是给定的;因此 BA 和 AD 合起来的线段与 DB 之比也是给定的。
καὶ συνθέντι συναμφοτέρου τῆς ΒΑ, ΑΔ μετὰ τῆς ΔΒ, τουτέστι δύο τῶν ΑΒ πρὸς ΒΔ λόγος ἐστὶ δοθείς·
且合比(componendo)之后,BA 和 AD 合起来的线段加上 DB(即两倍的 AB)与 BD 之比是给定的;因此 AB 与 BD 之比也是给定的。
καὶ τῆς ΑΒ ἄρα πρὸς ΒΔ λόγος ἐστὶ δοθείς. τῆς δὲ ΔΒ πρὸς τὴν ΒΓ λόγος ἐστὶ δοθείς· καὶ τῆς ΑΒ ἄρα πρὸς ΒΓ λόγος δοθείς.
而 DB 与 BC 之比是给定的;因此 AB 与 BC 之比也是给定的。
καὶ ἐπεὶ λόγος τῆς ΑΒ πρὸς ΒΔ δοθείς, καί ἐστιν, ὡς ἡ ΑΒ πρὸς ΒΔ, οὕτως τὸ ἀπὸ τῆς ΑΒ πρὸς τὸ ὑπὸ τῶν ΑΒ, ΒΔ, λόγος ἄρα καὶ τοῦ ἀπὸ τῆς ΑΒ πρὸς τὸ ὑπὸ τῶν ΑΒ, ΒΔ δοθείς.
又因为 AB 与 BD 之比是给定的,且正如 AB 与 BD 之比,AB 上的正方形与由 AB、BD 包围的面积之比亦然,所以在 AB 上的正方形与由 AB、BD 包围的面积之比也是给定的。
δοθὲν δὲ τὸ ὑπὸ τῶν ΑΒ, ΒΔ· οὕτως γὰρ δοθὲν ἀφῄρηται· δοθὲν ἄρα καὶ τὸ ἀπὸ τῆς ΑΒ·
而由 AB、BD 包围的面积是给定的;因为它是作为给定的面积被减去的;因此在 AB 上的正方形也是给定的;因此 AB 是给定的。
δοθεῖσα ἄρα ἡ ΑΒ. καί ἐστι λόγος τῆς ΑΒ πρὸς ΒΓ δοθείς· δοθεῖσα ἄρα καὶ ἡ ΒΓ.
且 AB 与 BC 之比是给定的;因此 BC 也是给定的。
§18.2## Λῆμμα τοῦ ἐπάνω.
## 上述命题的引理。
Πῶς δοθέν ἐστι τὸ ὑπὸ τῶν ΑΒΓ ὀρθογώνιον ἀμβλείας ὑποκειμένης τῆς ὑπὸ ΑΒΓ γωνίας;
当角 ABC 被假定为钝角时,如何说明由 AB、BC 包围的矩形是给定的?
ἤχθω ἀπὸ τοῦ Β σημείου κάθετος ἡ ΒΔ, καὶ ἐκβεβλήσθω ἡ ΓΔ ἐπὶ τὸ Θ, καὶ συμπεπληρώσθω τὸ ΒΔΘΑ ὀρθογώνιον·
设自点 B 引垂线 BD,且使 CD 延长至 Θ,并补足矩形 BDΘA;因此它等于 AC。
ἴσον ἄρα ἐστὶ τῷ ΑΓ. καὶ ἐκβεβλήσθω ἡ ΔΒ ἐπὶ τὸ Ζ, καὶ κείσθω τῇ ΒΓ ἴση ἡ ΒΖ, καὶ συμπεπληρώσθω τὸ ΑΖ ὀρθογώνιον.
且使 DB 延长至 Z,并设 BZ 等于 BC,且补足矩形 AZ。
ἐπεὶ οὖν δοθεῖσά ἐστιν ἡ ὑπὸ ΑΒΓ ὑπόκειται γάρ· δοθεῖσα δὲ καὶ ἡ ὑπὸ ΑΒΔ· ὀρθὴ γάρ· λοιπὴ ἄρα ἡ ὑπὸ ΔΒΓ δοθεῖσά ἐστιν.
因为,角 ABC 是给定的(因为它是假定的);而角 ABD 也是给定的(因为它是直角);所以剩余的角 DBC 是给定的。
καὶ ὀρθὴ ἡ Δ· λοιπὴ ἄρα, ἡ Γ δοθεῖσά ἐστιν· δοθὲν ἄρα τὸ ΒΓΔ τρίγωνον τῷ εἴδει· λόγος ἄρα τῆς ΔΒ πρὸς ΒΓ δοθείς.
且角 D 是直角;所以剩余的角 C 是给定的;因此三角形 BCD 在形状上是给定的;因此 DB 与 BC 之比是给定的。
ἴση δὲ ἡ ΒΓ τῇ ΒΖ· λόγος ἄρα καὶ τῆς ΔΒ πρὸς ΒΖ δοθείς· ὥστε καὶ τοῦ ΒΘ πρὸς ΖΑ λόγος δοθείς.
而 BC 等于 BZ;因此 DB 与 BZ 之比也是给定的;所以 BΘ 与 ZA 之比也是给定的。
ἴσον δὲ τὸ ΒΘ τῷ ΑΓ· λόγος ἄρα τοῦ ΑΓ πρὸς ΑΖ δοθείς.
而 BΘ 等于 AC;因此 AC 与 AZ 之比是给定的。
καὶ δοθὲν τὸ ΑΓ· δοθὲν ἄρα καὶ τὸ ΑΖ, τουτέστι τὸ ὑπὸ ΑΒΖ, τουτέστι τὸ ὑπὸ AΒΓ.
而 AC 是给定的;因此 AZ 也是给定的,即由 AB、BZ 包围的矩形,即由 AB、BC 包围的矩形。

词汇与语法注释

  1. p.222τὸ ὑπὸ τῶν ΒΑ, ΑΔ — 希腊几何学中的标准省略表达。在 `τὸ ὑπό` 之后省略了 `περιεχόμενον ὀρθογώνιον`(所包围的矩形),意为“由 BA 和 AD 包围的矩形(面积)”。同样地,`τὸ ἀπὸ τῆς ΒΓ` 意为“在 BC 上描绘的正方形”,其中 `ἀπό` 表示从该边上作正方形。
  2. 15συναμφοτέρου — 形容词 `συναμφότερος`(两者合起来)的单数属格中性形式。在数学文本中,它用于表示将两条线段(此处为 BA 和 AD)首尾相接组合而成的长度。属格 `τῆς ΒΑ, ΑΔ` 依附于用作名词的 `συναμφοτέρου`。
  3. 20συνθέντι — 动词 `συντίθημι` 的不定过去时 active 分词(单数与格阳性/中性)。这是数学中表示“合比”(componendo)操作的惯用与格用法,即由先前的比 A:B 导出 (A+B):B 的操作。
  4. 5τὸ ὑπὸ τῶν ΑΒΓ — 一种高度省略的表达。本应写作 `τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ` 以表示由两条独立直线包围的矩形,此处缩写为三个字母 `τῶν ΑΒΓ`,表示由共享顶点 B 的两条直线 AB 和 BC 所包围的矩形。

引用这一段

欧几里得, 已知 §18.1-18.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg008.humanitext-grc1:18.1-18.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。