Humanitext Reader

欧几里得 · 几何原本 §6.prop.7

一角相等且对应边成比例时的等角性

第 90 段,共 316 段 · 希腊语

内容简介

证明如果两个三角形的一个角相等,关于其他角的边成比例,且其余角同时小于或同时不小于直角,则这两个三角形是等角的。

§6.prop.7ἐὰν δύο τρίγωνα μίαν γωνίαν μιᾷ γωνίᾳ ἴσην ἔχῃ, περὶ δὲ ἄλλας γωνίας τὰς πλευρὰς ἀνάλογον, τῶν δὲ λοιπῶν ἑκατέραν ἅμα ἤτοι ἐλάσσονα ἢ μὴ ἐλάσσονα ὀρθῆς, ἰσογώνια ἔσται τὰ τρίγωνα καὶ ἴσας ἕξει τὰς γωνίας, περὶ ἃς ἀνάλογόν εἰσιν αἱ πλευραί.
如果两个三角形的一个角等于另一个角,而关于其他角的边成比例,且其余角的每一个同时或小于或不小于直角,那么这两个三角形将是等角的,并且夹成比例边的角将相等。
ἔστω δύο τρίγωνα τὰ ΑΒΓ, ΔΕΖ μίαν γωνίαν μιᾷ γωνίᾳ ἴσην ἔχοντα τὴν ὑπὸ ΒΑΓ τῇ ὑπὸ ΕΔΖ, περὶ δὲ ἄλλας γωνίας τὰς ὑπὸ ΑΒΓ, ΔΕΖ τὰς πλευρὰς ἀνάλογον, ὡς τὴν ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὴν ΔΕ πρὸς τὴν ΕΖ, τῶν δὲ λοιπῶν τῶν πρὸς τοῖς Γ, Ζ πρότερον ἑκατέραν ἅμα ἐλάσσονα ὀρθῆς·
设 ABC、DEF 为两个三角形,具有一个角 BAC 等于一个角 EDF,而关于其他角 ABC、DEF 的边成比例,使得正如 AB 对 BC,DE 也对 EF,且设在 C、F 处的其余两角的每一个首先同时小于直角。
λέγω, ὅτι ἰσογώνιόν ἐστι τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ, καὶ ἴση ἔσται ἡ ὑπὸ ΑΒΓ γωνία τῇ ὑπὸ ΔΕΖ, καὶ λοιπὴ δηλονότι ἡ πρὸς τῷ Γ λοιπῇ τῇ πρὸς τῷ Ζ ἴση.
我说,三角形 ABC 与三角形 DEF 是等角的,并且角 ABC 将等于角 DEF,且显然在 C 处的余角将等于在 F 处的余角。
εἰ γὰρ ἄνισός ἐστιν ἡ ὑπὸ ΑΒΓ γωνία τῇ ὑπὸ ΔΕΖ, μία αὐτῶν μείζων ἐστίν.
因为如果角 ABC 不等于角 DEF,它们之一便较大。
ἔστω μείζων ἡ ὑπὸ ΑΒΓ. καὶ συνεστάτω πρὸς τῇ ΑΒ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ Β τῇ ὑπὸ ΔΕΖ γωνίᾳ ἴση ἡ ὑπὸ ΑΒΗ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ μὲν Α γωνία τῇ Δ, ἡ δὲ ὑπὸ ΑΒΗ τῇ ὑπὸ ΔΕΖ, λοιπὴ ἄρα ἡ ὑπὸ ΑΗΒ λοιπῇ τῇ ὑπὸ ΔΖΕ ἐστιν ἴση.
设角 ABC 较大;且设在直线 AB 及其上的点 B 处,作角 ABG 等于角 DEF。 并且因为角 A 等于角 D,且角 ABG 等于角 DEF,cell 余角 AGB 等于余角 DFE。
ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΗ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ.
因此三角形 ABG 与三角形 DEF 是等角的。
ἔστιν ἄρα ὡς ἡ ΑΒ πρὸς τὴν ΒΗ, οὕτως ἡ ΔΕ πρὸς τὴν ΕΖ. ὡς δὲ ἡ ΔΕ πρὸς τὴν ΕΖ, ὑπόκειται ἡ ΑΒ πρὸς τὴν ΒΓ· ἡ ΑΒ ἄρα πρὸς ἑκατέραν τῶν ΒΓ, ΒΗ τὸν αὐτὸν ἔχει λόγον·
因此,正如 AB 对 BG,DE 也对 EF。 但是,正如 DE 对 EF,根据假设,AB 也对 BC;因此 AB 对 BC、BG 的每一个具有相同的比;因此 BC 等于 BG。
ἴση ἄρα ἡ ΒΓ τῇ ΒΗ. ὥστε καὶ γωνία ἡ πρὸς τῷ Γ γωνίᾳ τῇ ὑπὸ ΒΗΓ ἐστιν ἴση.
从而在 C 处的角也等于角 BGC。
ἐλάττων δὲ ὀρθῆς ὑπόκειται ἡ πρὸς τῷ Γ· ἐλάττων ἄρα ἐστὶν ὀρθῆς καὶ ἡ ὑπὸ ΒΗΓ· ὥστε ἡ ἐφεξῆς αὐτῇ γωνία ἡ ὑπὸ ΑΗΒ μείζων ἐστὶν ὀρθῆς.
但在 C 处的角根据假设小于直角;因此角 BGC 也小于直角;所以与其相邻的角 AGB 大于直角。
καὶ ἐδείχθη ἴση οὖσα τῇ πρὸς τῷ Ζ· καὶ ἡ πρὸς τῷ Ζ ἄρα μείζων ἐστὶν ὀρθῆς.
而它已被证明等于在 F 处的角;因此在 F 处的角也大于直角。
ὑπόκειται δὲ ἐλάσσων ὀρθῆς· ὅπερ ἐστὶν ἄτοπον.
但是根据假设它小于直角;这是荒谬的。
οὐκ ἄρα ἄνισός ἐστιν ἡ ὑπὸ ΑΒΓ γωνία τῇ ὑπὸ ΔΕΖ· ἴση ἄρα.
因此角 ABC 不是不等于角 DEF;因此它相等。
ἔστι δὲ καὶ ἡ πρὸς τῷ Α ἴση τῇ πρὸς τῷ Δ· καὶ λοιπὴ ἄρα ἡ πρὸς τῷ Γ λοιπῇ τῇ πρὸς τῷ Ζ ἴση ἐστίν.
而在 A 处的角也等于在 D 处的角;因此在 C 处的余角等于在 F 处的余角。
ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ.
因此三角形 ABC 与三角形 DEF 是等角的。
ἀλλὰ δὴ πάλιν ὑποκείσθω ἑκατέρα τῶν πρὸς τοῖς Γ, Ζ μὴ ἐλάσσων ὀρθῆς·
但确实,设在 C、F 处的每一个角再次不小于直角。
λέγω πάλιν, ὅτι καὶ οὕτως ἐστὶν ἰσογώνιον τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ.
我再次说,即使这样,三角形 ABC 与三角形 DEF 也是等角的。
τῶν γὰρ αὐτῶν κατασκευασθέντων ὁμοίως δείξομεν, ὅτι ἴση ἐστὶν ἡ ΒΓ τῇ ΒΗ· ὥστε καὶ γωνία ἡ πρὸς τῷ Γ τῇ ὑπὸ ΒΗΓ ἴση ἐστίν.
因为,作同样的准备,我们同样可以证明 BC 等于 BG;所以在 C 处的角也等于角 BGC。
οὐκ ἐλάττων δὲ ὀρθῆς ἡ πρὸς τῷ Γ·
但在 C 处的角不小于直角;因此角 BGC 也不小于直角。
οὐκ ἐλάττων ἄρα ὀρθῆς οὐδὲ ἡ ὑπὸ ΒΗΓ. τριγώνου δὴ τοῦ ΒΗΓ αἱ δύο γωνίαι δύο ὀρθῶν οὔκ εἰσιν ἐλάττονες· ὅπερ ἐστὶν ἀδύνατον.
因此,在三角形 BGC 中,两个角不小于两个直角;这是不可能的。
οὐκ ἄρα πάλιν ἄνισός ἐστιν ἡ ὑπὸ ΑΒΓ γωνία τῇ ὑπὸ ΔΕΖ· ἴση ἄρα.
因此,角 ABC 再次不是不等于角 DEF;因此它相等。
ἔστι δὲ καὶ ἡ πρὸς τῷ Α τῇ πρὸς τῷ Δ ἴση· λοιπὴ ἄρα ἡ πρὸς τῷ Γ λοιπῇ τῇ πρὸς τῷ Ζ ἴση ἐστίν.
而在 A 处的角也等于在 D 处的角;因此在 C 处的余角等于在 F 处的余角。
ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ.
因此三角形 ABC 与三角形 DEF 是等角的。
ἐὰν ἄρα δύο τρίγωνα μίαν γωνίαν μιᾷ γωνίᾳ ἴσην ἔχῃ, περὶ δὲ ἄλλας γωνίας τὰς πλευρὰς ἀνάλογον, τῶν δὲ λοιπῶν ἑκατέραν ἅμα ἐλάττονα ἢ μὴ ἐλάττονα ὀρθῆς, ἰσογώνια ἔσται τὰ τρίγωνα καὶ ἴσας ἕξει τὰς γωνίας, περὶ ἃς ἀνάλογόν εἰσιν αἱ πλευραί· ὅπερ ἔδει δεῖξαι.
因此,如果两个三角形的一个角等于另一个角,而关于其他角的边成比例,且其余角的每一个同时或小于或不小于直角,那么这两个三角形将是等角的,并且夹成比例边的角将相等;这就是所要证明的。

词汇与语法注释

  1. §6.prop.7τῶν δὲ λοιπῶν ἑκατέραν — τῶν λοιπῶν 是指“其余(角)”的部分属格(省略了 γωνιῶν),而 ἑκατέραν(每一个)作为从前句延续下来的条件从句动词 ἔχῃ 的宾语。其结构表示“如果两个三角形……使其余角的每一个同时或小于或不小于直角”。
  2. §6.prop.7τριγώνου δὴ τοῦ ΒΗΓ αἱ δύο γωνίαι — τριγώνου τοῦ ΒΗΓ 是所有格,修饰 αἱ δύο γωνίαι(“三角形 BGC 的两个角”)。两个内角(此处为 C 处的角和角 BGC)的和不小于两个直角(δύο ὀρθῶν,比较属格)的情况被宣布为“不可能”(ἀδύνατον),因为这违反了任何三角形的内角和等于两个直角的几何定理(第1卷命题32)。

引用这一段

欧几里得, 几何原本 §6.prop.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。