Humanitext Reader

欧几里得 · 几何原本 §13.prop.1

外中比分线与半段正方形的五倍关系

第 294 段,共 316 段 · 希腊语

内容简介

本命题证明如果一条线段被分成外中比,则在较大线段上加上整条线段的一半,其所作正方形的面积等于这半条线段上所作正方形面积的五倍。

§13.prop.1ἐὰν εὐθεῖα γραμμὴ ἄκρον καὶ μέσον λόγον τμηθῇ, τὸ μεῖζον τμῆμα προσλαβὸν τὴν ἡμίσειαν τῆς ὅλης πενταπλάσιον δύναται τοῦ ἀπὸ τῆς ἡμισείας τετραγώνου.
如果一条线段被分成外中比,则在较大线段上加上整条线段的一半,其所作的正方形是那半条线段上所作正方形的五倍。
εὐθεῖα γὰρ γραμμὴ ἡ ΑΒ ἄκρον καὶ μέσον λόγον τετμήσθω κατὰ τὸ Γ σημεῖον, καὶ ἔστω μεῖζον τμῆμα τὸ ΑΓ, καὶ ἐκβεβλήσθω ἐπʼ εὐθείας τῇ ΓΑ εὐθεῖα ἡ ΑΔ, καὶ κείσθω τῆς ΑΒ ἡμίσεια ἡ ΑΔ· λέγω, ὅτι πενταπλάσιόν ἐστι τὸ ἀπὸ τῆς ΓΔ τοῦ ἀπὸ τῆς ΔΑ. ἀναγεγράφθωσαν γὰρ ἀπὸ τῶν ΑΒ, ΔΓ τετράγωνα τὰ ΑΕ, ΔΖ, καὶ καταγεγράφθω ἐν τῷ ΔΖ τὸ σχῆμα, καὶ διήχθω ἡ ΖΓ ἐπὶ τὸ Η. καὶ ἐπεὶ ἡ ΑΒ ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Γ, τὸ ἄρα ὑπὸ τῶν ΑΒΓ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΓ. καί ἐστι τὸ μὲν ὑπὸ τῶν ΑΒΓ τὸ ΓΕ, τὸ δὲ ἀπὸ τῆς ΑΓ τὸ ΖΘ· ἴσον ἄρα τὸ ΓΕ τῷ ΖΘ. καὶ ἐπεὶ διπλῆ ἐστιν ἡ ΒΑ τῆς ΑΔ, ἴση δὲ ἡ μὲν ΒΑ τῇ ΚΑ, ἡ δὲ ΑΔ τῇ ΑΘ, διπλῆ ἄρα καὶ ἡ ΚΑ τῆς ΑΘ. ὡς δὲ ἡ ΚΑ πρὸς τὴν ΑΘ, οὕτως τὸ ΓΚ πρὸς τὸ ΓΘ· διπλάσιον ἄρα τὸ ΓΚ τοῦ ΓΘ. εἰσὶ δὲ καὶ τὰ ΛΘ, ΘΓ διπλάσια τοῦ ΓΘ. ἴσον ἄρα τὸ ΚΓ τοῖς ΛΘ, ΘΓ. ἐδείχθη δὲ καὶ τὸ ΓΕ τῷ ΘΖ ἴσον· ὅλον ἄρα τὸ ΑΕ τετράγωνον ἴσον ἐστὶ τῷ ΜΝΞ γνώμονι.
因为设线段AB在点G处被分成外中比,且设AG为较大的线段,并在线段GA的延长线上延长出线段AD,设AD等于AB的一半;我主张,GD上的正方形是DA上的正方形的五倍。 因为设在 AB、DG上描出正方形AE、DZ,并在DZ内作图,且将ZG延伸至H。 因为AB在点G处被分成外中比,所以由AB、BG所包围的矩形等于AG上的正方形。 而由AB、BG所包围的矩形是GE,AG上的正方形是ZTh;所以GE等于ZTh。 因为BA是AD的两倍,而BA等于 KA,AD等于ATh,所以KA也是ATh的两倍。 又同KA对ATh,GK对GTh;所以GK是GTh的两倍。 但LTh、ThG也是GTh的两倍;所以KG等于LTh、ThG。 而GE也已被证明等于ThZ;所以整个正方形AE等于磬折形MNX。
καὶ ἐπεὶ διπλῆ ἐστιν ἡ ΒΑ τῆς ΑΔ, τετραπλάσιόν ἐστι τὸ ἀπὸ τῆς ΒΑ τοῦ ἀπὸ τῆς ΑΔ, τουτέστι τὸ ΑΕ τοῦ ΔΘ. ἴσον δὲ τὸ ΑΕ τῷ ΜΝΞ γνώμονι· καὶ ὁ ΜΝΞ ἄρα γνώμων τετραπλάσιός ἐστι τοῦ ΑΟ· ὅλον ἄρα τὸ ΔΖ πενταπλάσιόν ἐστι τοῦ ΑΟ. καί ἐστι τὸ μὲν ΔΖ τὸ ἀπὸ τῆς ΔΓ, τὸ δὲ ΑΟ τὸ ἀπὸ τῆς ΔΑ· τὸ ἄρα ἀπὸ τῆς ΓΔ πενταπλάσιόν ἐστι τοῦ ἀπὸ τῆς ΔΑ. ἐὰν ἄρα εὐθεῖα ἄκρον καὶ μέσον λόγον τμηθῇ, τὸ μεῖζον τμῆμα προσλαβὸν τὴν ἡμίσειαν τῆς ὅλης πενταπλάσιον δύναται τοῦ ἀπὸ τῆς ἡμισείας τετραγώνου· ὅπερ ἔδει δεῖξαι.
又因为BA是AD的两倍,BA上的正方形是AD上的正方形的四倍,即AE是DTh的四倍。 而AE等于磬折形MNX;所以磬折形MNX也是AO的四倍;所以整个DZ是AO的五倍。 并且 DZ是DG上的正方形,AO是DA上的正方形;所以GD上的正方形是DA上的正方形的五倍。 因此,如果一条线段被分成外中比,则在较大线段上加上整条线段的一半,其所作的正方形是那半条线段上所作正方形的五倍;这就是所要求证的。

词汇与语法注释

  1. §13.prop.1πενταπλάσιον δύναται — 动词 δύναται 在数学语境中意为“在平方上(面积上)相等”,带宾格(此处为 πενταπλάσιον,“五倍”)表示“其平方等于……的五倍”。属格的 τοῦ ἀπὸ... 表示作为基准的正方形(即半条线段上的正方形)。
  2. ¦15¦τὸ ὑπὸ τῶν ΑΒΓ — 这是 τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ περιεχόμενον ὀρθογώνιον(由AB与BG所包围的矩形)的极度简化表达。在希腊数学文献中,共享顶点B的两条线段常被简写为三个字母 ΑΒΓ,将共享的字母置于中间。

引用这一段

欧几里得, 几何原本 §13.prop.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。