Humanitext Reader

欧几里得 · 几何原本 §12.prop.17#2

构成多面体的棱锥与底面四角形的共圆性证明

第 291 段,共 316 段 · 希腊语

内容简介

根据平行线确定的平面关系,展示了构成立体多面体的棱锥的存在性,然后证明了底面四角形是共圆的。

§12.prop.17#2καὶ ἐπεὶ ἑκατέρα τῶν ΟΦ, ΣΧ ὀρθή ἐστι πρὸς τὸ τοῦ ΒΓΔΕ κύκλου ἐπίπεδον, παράλληλος ἄρα ἐστὶν ἡ ΟΦ τῇ ΣΧ. ἐδείχθη δὲ αὐτῇ καὶ ἴση· καὶ αἱ ΧΦ, ΣΟ ἄρα ἴσαι εἰσὶ καὶ παράλληλοι.
因为OPh、SCh的每一条都垂直于圆BGDE的平面,所以OPh平行于SCh。 而又证明了它与它相等;所以ChPh、SO也相等且平行。
καὶ ἐπεὶ παράλληλός ἐστιν ἡ ΧΦ τῇ ΣΟ, ἀλλὰ ἡ ΧΦ τῇ ΚΒ ἐστι παράλληλος, καὶ ἡ ΣΟ ἄρα τῇ ΚΒ ἐστι παράλληλος.
又因为ChPh平行于SO,而ChPh平行于KB,所以SO也平行于KB。
καὶ ἐπιζευγνύουσιν αὐτὰς αἱ ΒΟ, ΚΣ· τὸ ΚΒΟΣ ἄρα τετράπλευρον ἐν ἑνί ἐστιν ἐπιπέδῳ, ἐπειδήπερ, ἐὰν ὦσι δύο εὐθεῖαι παράλληλοι, καὶ ἐφʼ ἑκατέρας αὐτῶν ληφθῇ τυχόντα σημεῖα, ἡ ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐν τῷ αὐτῷ ἐπιπέδῳ ἐστὶ ταῖς παραλλήλοις.
且BO、KS连接它们;所以四边形KBOS在同一平面内,因为,如果有两条平行直线,并且在它们每一条上取任意的点,连接这些点的直线就与平行直线在同一平面内。
διὰ τὰ αὐτὰ δὴ καὶ ἑκάτερον τῶν ΣΟΠΤ, ΤΠΡΥ τετραπλεύρων ἐν ἑνί ἐστιν ἐπιπέδῳ.
因此,由于同样的原因,四边形SOPT、TPRY的每一个也在同一平面内。
ἔστι δὲ καὶ τὸ ΥΡΞ τρίγωνον ἐν ἑνὶ ἐπιπέδῳ.
而三角形YRX也在同一平面内。
ἐὰν δὴ νοήσωμεν ἀπὸ τῶν Ο, Σ, Π, Τ, Ρ, Υ σημείων ἐπὶ τὸ Α ἐπιζευγνυμένας εὐθείας, συσταθήσεταί τι σχῆμα στερεὸν πολύεδρον μεταξὺ τῶν ΒΞ, ΚΞ περιφερειῶν ἐκ πυραμίδων συγκείμενον, ὧν βάσεις μὲν τὰ ΚΒΟΣ, ΣΟΠΤ, ΤΠΡΥ τετράπλευρα καὶ τὸ ΥΡΞ τρίγωνον, κορυφὴ δὲ τὸ Α σημεῖον.
如果我们设想从点O、S、P、T、R、Y连接到A的直线,那么在圆弧BX、KX之间将构造起一个由棱锥组成的立体多面体[的一部分],它们的底面是四边形KBOS、SOPT、TPRY和三角形YRX,顶点是点A。
ἐὰν δὲ καὶ ἐπὶ ἑκάστης τῶν ΚΛ, ΛΜ, ΜΕ πλευρῶν καθάπερ ἐπὶ τῆς ΒΚ τὰ αὐτὰ κατασκευάσωμεν καὶ ἔτι ἐπὶ τῶν λοιπῶν τριῶν τεταρτημορίων, συσταθήσεταί τι σχῆμα πολύεδρον ἐγγεγραμμένον εἰς τὴν σφαῖραν πυραμίσι περιεχόμενον, ὧν βάσεις τὰ εἰρημένα τετράπλευρα καὶ τὸ ΥΡΞ τρίγωνον καὶ τὰ ὁμοταγῆ αὐτοῖς, κορυφὴ δὲ τὸ Α σημεῖον.
如果我们还在边KL、LM、ME的每一条上像在BK上那样构造相同的东西,而且在其余三个象限上也如此构造,那么将构造起一个内接于球的多面体,它由棱锥所包围,其底面是上述四边形、三角形YRX以及与它们同列的那些,顶点是点A。
λέγω, ὅτι τὸ εἰρημένον πολύεδρον οὐκ ἐφάψεται τῆς ἐλάσσονος σφαίρας κατὰ τὴν ἐπιφάνειαν, ἐφʼ ἧς ἐστιν ὁ ΖΗΘ κύκλος.
我证明,上述多面体在其表面不接触小球,即圆ZHTh所在的球。
ἤχθω ἀπὸ τοῦ Α σημείου ἐπὶ τὸ τοῦ ΚΒΟΣ τετραπλεύρου ἐπίπεδον κάθετος ἡ ΑΨ καὶ συμβαλλέτω τῷ ἐπιπέδῳ κατὰ τὸ Ψ σημεῖον, καὶ ἐπεζεύχθωσαν αἱ ΨΒ, ΨΚ. καὶ ἐπεὶ ἡ ΑΨ ὀρθή ἐστι πρὸς τὸ τοῦ ΚΒΟΣ τετραπλεύρου ἐπίπεδον, καὶ πρὸς πάσας ἄρα τὰς ἁπτομένας αὐτῆς εὐθείας καὶ οὔσας ἐν τῷ τοῦ τετραπλεύρου ἐπιπέδῳ ὀρθή ἐστιν.
从点A向四边形KBOS的平面引垂线APs,并使其与平面交于点Ps,且连接PsB、PsK。 因为APs垂直于四边形KBOS的平面,所以它也垂直于所有接触它且在四边形平面内的直线。
ἡ ΑΨ ἄρα ὀρθή ἐστι πρὸς ἑκατέραν τῶν ΒΨ, ΨΚ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΒ τῇ ΑΚ, ἴσον ἐστὶ καὶ τὸ ἀπὸ τῆς ΑΒ τῷ ἀπὸ τῆς ΑΚ. καί ἐστι τῷ μὲν ἀπὸ τῆς ΑΒ ἴσα τὰ ἀπὸ τῶν ΑΨ, ΨΒ· ὀρθὴ γὰρ ἡ πρὸς τῷ Ψ· τῷ δὲ ἀπὸ τῆς ΑΚ ἴσα τὰ ἀπὸ τῶν ΑΨ, ΨΚ. τὰ ἄρα ἀπὸ τῶν ΑΨ, ΨΒ ἴσα ἐστὶ τοῖς ἀπὸ τῶν ΑΨ, ΨΚ. κοινὸν ἀφῃρήσθω τὸ ἀπὸ τῆς ΑΨ·
所以APs垂直于BPs、PsK的每一条。 因为AB等于AK,所以AB上的正方形也等于 AK上的正方形。 而APs、PsB上的正方形[之和]等于AB上的正方形——因为在Ps处的角是直角——而APs、PsK上的正方形[之和]等于AK上的正方形。 所以APs、PsB上的正方形[之和]等于APs、PsK上的正方形[之和]。
λοιπὸν ἄρα τὸ ἀπὸ τῆς ΒΨ λοιπῷ τῷ ἀπὸ τῆς ΨΚ ἴσον ἐστίν·
减去公共的APs上的正方形;因此余下的BPs上的正方形等于余下的PsK上的正方形;所以BPs等于PsK。
ἴση ἄρα ἡ ΒΨ τῇ ΨΚ. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ αἱ ἀπὸ τοῦ Ψ ἐπὶ τὰ Ο, Σ ἐπιζευγνύμεναι εὐθεῖαι ἴσαι εἰσὶν ἑκατέρᾳ τῶν ΒΨ, ΨΚ. ὁ ἄρα κέντρῳ τῷ Ψ καὶ διαστήματι ἑνὶ τῶν ΨΒ, ΨΚ γραφόμενος κύκλος ἥξει καὶ διὰ τῶν Ο, Σ, καὶ ἔσται ἐν κύκλῳ τὸ ΚΒΟΣ τετράπλευρον.
同样地,我们也可以证明,从Ps连接到O、S的直线也等于BPs、PsK的每一条。 所以以Ps 为圆心、以PsB、PsK中之一为距离所画的圆,也将通过O、S,且四边形KBOS将在圆内。

词汇与语法注释

  1. 65ἐπειδήπερ, ἐὰν ὦσι δύο εὐθεῖαι παράλληλοι... — 以“如果有两条平行直线……”开始的条件句,是援引《几何原本》第11卷命题7,即连接两条平行线上任意两点的直线与这两条平行线共面。
  2. 95τὰ ἀπὸ τῶν ΑΨ, ΨΒ — 短语“APs、PsB上的[正方形]”是希腊数学中表示正方形面积的公式化省略表达,此处表示在直角三角形APsB中应用毕达哥拉斯定理(勾股定理)时的两直角边正方形之和。

引用这一段

欧几里得, 几何原本 §12.prop.17#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:12.prop.17%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。