§1.1Τὸ μὲν ἀργύριον ἀνεπέμψαμέν σοι πάλιν, ὅπερ ἡμῖν Ἀμφίας ἐκόμιζεν, οὐ δόξαν κενὴν θηρώμενοι, εἰ μή γε καὶ ἀχθεσθήσεσθαί σε μᾶλλον ἢ ἀποδέξεσθαι ἡμᾶς δι’ αὐτὸ ἐνομίζομεν, τοὺς δ’ ἄλλους αὐτὸ δὴ τοῦτο καὶ μάλιστα πάντων συκοφαντεῖν ἐπιχειρήσειν ὡς ἐπίδειξιν οὖσαν τὸ πρᾶγμα καὶ πρόσχημα μᾶλλον εἰς τοὺς πολλούς, οὐ μεγαλοφροσύνην οὐδεμίαν.
我们已将安菲亚斯给我们的银钱原物退还给你,这并非因为我们要猎取虚名,而是因为我们认为,如果不退还,你非但不会因此器重我们,反而会更加恼怒,而且其他人也会以此为借口,尤其是会极力诽谤,把这件事说成是取悦大众的做作与幌子,而绝非什么慷慨大度。
ὥστε τούτοιν μὲν ἀμφοῖν ἕνεκα κἂν ἐδεξάμεθα (καὶ Κλίτων δὲ ἐπέστειλεν ἡμῖν, ὅπως λάβοιμεν, ἀπειλήσας ὀργιεῖσθαι μὴ λαβοῦσιν), ἀλλ’ ὡς τὸ μὲν αὔταρκες ἡμῖν τε καὶ τοῖς φίλοις παρόν, τὸ δὲ ὑπὸ σοῦ πεμφθὲν πλεῖον ἢ ὅσον ἥ τε κτῆσις ἥρμοζε καὶ ἦν ἡμῖν ἡ φυλακὴ ῥᾳδία.
因此,为了这两个原因,我们本可以接受它(克莱同也曾写信给我们,要我们收下,并威胁说如果不收下他就会生气),但一则因为我们和朋友们已衣食自足,二则因为你送来的这笔钱,已经超出了适合我们占有以及便于我们保管的分量。
§1.2(2) περὶ δὲ τῶν Πελλαίων νεανίσκων καὶ πρότερον ἤδη ἐπεστείλαμέν σοι δεόμενοι, καὶ νῦν δεόμεθα σῶσαί τε αὐτοὺς καὶ ἀνεῖναι τῶν δεσμῶν·
(2) 关于佩拉的年轻人们,我们先前就已经写信请求过你,现在我们再次请求你救救他们,并免除他们的羁绊。
οὐδὲν γὰρ ἀδικεῖν ἐοίκασιν ἢ οὐδὲν βλάψειν ἀφεθέντες ἔτι.
因为他们似乎没有犯下任何罪行,即使被释放,往后也不会造成任何危害。
μέτριον δὲ καὶ τὸ χαρίσασθαι δεομένοις ἡμῖν καὶ τὸ ἐλεῆσαι δὲ τὸν πατέρα αὐτῶν γέροντα, ὡς ἔστι πυνθάνεσθαι τῶν εὐγενεστάτων ἐν Πέλλῃ καὶ κατὰ τἄλλα δοκίμων, ὃς αὐτὸς ἐλθὼν Ἀθήναζε ἐφ’ ἡμᾶς κατέφυγεν, ἐλπίσας δύνασθαί τι παρὰ σοί, καὶ ἐδεήθη ταῦτα ἐπιστεῖλαί σοι.
恩待提出请求的我们,并怜悯他们年迈的父亲,这都是合情合理的。 正如从佩拉那些最高贵且在其他方面深孚众望的人们那里可以打听到的一样,那位父亲亲自来到雅典,投奔我们寻求庇护,他期盼我们在你面前能说得上话,并恳求我们写这封信给你。
ἀλλὰ μὴ φαυλότερος γένῃ περὶ ἡμᾶς ἢ ἐκεῖνος ὑπέλαβεν.
因此,请不要对我们显得比他所预想的更为冷淡。