§1aΠοῖ φέρεσθε, ὦ ἄνθρωποι, μεθύοντες, τὸν τῆς ἀγνωσίας
ἄκρατον [λόγον] ἐκπιόντες;
人们啊,你们喝醉了酒,饮尽了无知的纯[言说],要漂流到哪里去呢?
ὃν οὐδὲ φέρειν δύνασθε, ἀλλ᾽ ἤδη αὐτὸν καὶ ἐμεῖτε.
你们甚至无法承受它,而是在吐出它。
στῆτε νήψαντες, ἀναβλέψαντες τοῖς τῆς καρδίας ὀφθαλμοῖς, καὶ εἰ μὴ πάντες δύνασθε, οἵ γε καὶ δυνάμενοι.
醒悟过来,站定脚步,用你们心灵的双眼向上看;即使并非所有人都能做到,至少你们中能够做到的人[要站定并向上看]。
§1bἡ γὰρ τῆς ἀγνωσίας κακία ἐπικλύζει πᾶσαν τὴν γῆν,
καὶ συϲϲΎρει τὴν ἐν τῷ σώματι κατακεκλεισμένην ψυχήν, μὴ ἐῶσα ἐνορμίϲασθαι τοῖς τῆς σωτηρίας λιμέσι.
因为无知的恶毒淹没了整个大地,拖拽着禁锢在身体里的灵魂,不容许它在救赎的港湾中停泊。
μὴ συγκατενεχθῆτε τοιγαροῦν τῷ πολλῷ ῥεύματι·
因此,切莫随着洪流一同漂失。
§2aἀναρροίᾳ δὲ χρησάμενοι, οἱ δυνάμενοι λαβέσθαι τοῦ [τῆς σωτηρίας] λιμένος, ἐνορμισάμενοι τούτῳ, ζητήσατε χειραγωγόν, τὸν ὁδηγήσοντα ὑμᾶς ἐπὶ τὰς τῆς γνώσεως θύρας, ὅπου ἐστὶ τὸ λαμπρὸν φῶς, τὸ καθαρὸν σκότους· ὅπου οὐδὲ εἷς μεθύει,
ἀλλὰ πάντες νήφουσιν, ἀφορῶντες τῇ καρδίᾳ εἰς τὸν ⟨οὕτως⟩ ὁραθῆναι θέλοντα·
但当乘着逆流,那些能够到达[救赎]港湾的人,在其中停泊后,寻找一位引路人,他将引领你们前往知识的大门,那里有着纯净无瑕、毫无黑暗的明亮光芒;那里没有一个人醉酒,而是所有人都保持清醒,用心灵瞩望着那位渴望⟨以此种方式⟩被看见的存在。
οὐ γάρ ἐστιν ἀκουστός, οὐδὲ λεκτός, οὐδὲ ὁρατὸς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶ καρδίᾳ.
因为祂并非可听、可言、或是肉眼可见的,而是只能通过理智与心灵来领悟。
§2bπρῶτον δὲ δεῖ σε περιρρήξασθαι ὃν φορεῖς χιτῶνα, ⟨⟨τὸν σκοτεινὸν περίβολον,⟩⟩ τὸ τῆς ἀγνωσίας ὕφασμα, τὸ τῆς
κακίας ⎡στήριγμα⎤, τὸν τῆς φθορᾶς δεσμόν, [[τὸν σκοτεινὸν περίβολον,]] τὸν ζῶντα θάνατον, τὸν αἰσθητ⟨ικ⟩ὸν νεκρόν, τὸν περιφόρητον τάφον, τὸν ἔνοικον λῃστήν, ⟨⟨⟨τὸν⟩ ἐχθρὸν⟩⟩ τὸν [δι᾽] ὧν ⟨ἐ⟩φίεϲαι μισοῦντα καὶ [δι᾽] ὧν ⟨ἐπιθυ⟩μ⟨ε⟩ῖς ⟨σ⟩οι φθονοῦντα.
但首先,你必须撕碎你所穿戴的衣裳:⟨⟨这黑暗的围障⟩⟩,无知的织物,邪恶的支柱,毁灭的束缚,[[这黑暗的围障]],活着的死亡,具有感觉的尸骸,随身携带的坟墓,同居的强盗,以及通过你所向往的事物来憎恨你、通过你所渴望的事物来嫉妒你的⟨⟨敌人⟩⟩。
§3τοιοῦτός ἐστιν ὃν ἐνεδύσω [[ἐχθρὸν]] χιτών[α],
ἄγχων σε κάτω πρὸς αὑτόν, ἵνα μὴ ἀναβλέψας καὶ θεασάμενος τὸ κάλλος τῆς ἀληθείας, καὶ τὸ ἐ[γ]κεῖ μένον ἀγαθόν, μισήσῃς τὴν τούτου κακίαν, νοήσας αὐτοῦ τὴν ἐπιβουλὴν ἣν ἐπεβούλευσέ σοι, τὰ [δοκοῦντα καὶ μὴ] νομιζόμενα αἰσθητήρια ἀναίσθητα ποιῶν, τῇ πολλῇ ὕλῃ αὐτὰ ἀποφράξας, καὶ
μυσαρᾶς ἡδονῆς ἐμπλήσας, ἵνα μήτε ἀκούῃς περὶ ὧν ἀκούειν σε δεῖ, μήτε βλέπῃς [περὶ ὧν] ⟨ἃ⟩ βλέπειν σε δεῖ.
你所穿上的这件[敌人的]衣裳便是如此:它将你向下勒紧,拖向它自身,免得你向上瞩望、目睹真理的美妙以及寓于其中的至善,从而痛恨这件衣裳的邪恶,并察觉它对你设下的阴谋;它使那些[表面上是但实际上并非]所谓的感官变得麻木不仁,用大量的物质将它们堵塞,并且充满了可憎的享乐,从而使你既听不到你应当听闻的事物,也看不到你应当看见的事物。