Humanitext Reader

教宗克肋孟一世 · 伯多禄致雅各伯书 §1-3

关于严格传授宣教书物的请求与警惕伪教师

第 1 段,共 1 段 · 希腊语

内容简介

彼得致信雅各,请求他以效法摩西传统的严格方式来传授自己的宣教书物,并谴责歪曲其本意的伪教师以示警惕。

§1## Πέτρος Ἰακώβῳ, τῷ κυριῳ καὶ ἐπισκόπῳ τῆς ἁγίας ἐκκλησίας, ὑπὸ τοῦ τῶν ὅλων πατρὸς, διὰ Ιησοῦ Χριστοῦ, ἐν εἰρήνῃ πάντοτε.
彼得致雅各——主及圣教会的监督:愿出自万有之父、借着耶稣基督的平安常与你同在。
Ειδως σε, ἀδελφέ μου, εἰς τὸ κοινῇ πᾶσιν ἡμῖν συμφέρον σπεύδοντα προθύμως ἀξιῶ καὶ δέομαι, τῶν ἐμῶν κηρυγμάτων ἃς ἔπεμψά σοι βίβλους μηδενὶ τῶν ἀπὸ τῶν ἐθνῶν μεταδοῦναι μήτε ὁμοφύλῳ πρὸ πείρας, ἀλλ᾽ ἐάν τις δοκιμασθεὶς ἄξιος εὑρεθῇ, τότε αὐτῷ κατὰ τὴν ἀγωγὴν παραδοῦναι, καθ᾽ ἣν καὶ τοῖς ἑβδομήκοντα ὁ Μωϋσῆς παρέδωκε τοῖς τὴν καθέδραν αὐτοῦ παρειληφόσιν.
我的兄弟啊,深知你正热切地为我们大众的共同利益而努力,我请求并恳求你,不要把我寄给你的我的宣教书物,在试炼之前交托给外邦人中的任何一个,也不要交托给同胞;但若有人经过考验被证实是配得的,那时便按照传授法传给他,正像摩西将这传授法传给了承接他座位的七十人一样。
διὰ τοῦτο καὶ ὁ καρπὸς τῆς ἀσφαλείας μέχρι τοῦ δεῦρο φαίνεται.
因此,安全(确实)的果实直到如今依然显现。
τὸν γὰρ αὐτὸν οἱ πανταχῆ ὁμόεθνοι τῆς μοναρχίας καὶ πολιτείας φυλάσσεσι κανόνα, κατὰ μηδένα τρόπον ἄλλως φρονεῖν ὑπὸ τῶν πολλὰ νευεσῶν γραφῶν ἐξοδευθῆναι δυνηθέντες.
因为遍处的同胞们都遵守着关于唯一主宰和政体的相同规范,绝不能因那些指向多处的书物而偏离、产生别的想法。
κατὰ γὰρ τὸν παραδοθέντα αὐτοῖς κανόνα τὰ τῶν γραφῶν ἀσύμφωνα πειρῶνται μεταῤῥυθμίζειν, εἰ δή τις τυχὸν μὴ εἰδὼς τὰς παραδόσεις ναρκᾷ πρὸς τὰς τῶν προφητῶν πολυσήμες φωνάς·
因为他们根据传授给他们的规范,力图调和书物中不一致的地方,倘若碰巧有人因不了解这些传统,而在先知们多义的话语面前感到困惑。
οὗ ἕνεκεν οὐδενὶ διδάσκειν ἐπιτρέπεσιν, ἐὰν μὴ πρότερον μάθοι, πῶς δεῖ ταῖς γραφαῖς χρῆσθαι· διὰ τοῦτο παρ᾽ αὐτοῖς εἷς Θεὸς, εἷς νόμος, μία ἐλπίς.
为此,他们不准许任何人施教,除非此人首先学习了如何使用这些书物;因此,在他们中间只有一位神、一部律法、一个希望。
§2Ἵνα τὸ ὅμοιον καὶ παρ᾽ ἡμῖν γένηται τοῖς ἑβδομήκοντα, ἡμων ἀδελφοῖς τὰς βίβλους μου τῶν κηρυγμάτων δὸς μετὰ τοῦ ὁμοίου τῆς ἀγωγῆς μυστηρίου, ἵνα καὶ τοὺς βουλομένους τὸ τῆς διδασκαλίας ἀναδέξασθαι μέρος ἐφοδιάζωσιν· ἐπεὶ ἐὰν μὴ οὕτως γένηται, εἰς πολλὰς γνώμας ὁ τῆς ἀληθείας ἡμῶν διαιρεθήσεται λόγος.
为了使我们中间也发生与那七十人相似的事,请将我宣教的书物连同相似的传授法秘仪一起给我们的兄弟,以便他们装备那些想要承担教学工作的人;因为若不这样,我们真理的话语将会分裂成许多意见。
τοῦτο δὲ οὐχ ὡς προφήτης ὥν ἐπίσταμαι· ἀλλ᾽ ἤδη αὐτοῦ τοῦ κακοῦ τὴν ἀρχὴν ὁρῶν.
我并非作为先知才知道这件事,而是因为我已经看到了恶本身的开端。
τινὲς γὰρ τῶν ἀπὸ ἐθνῶν τὸ δἰ ἐμοῦ νόμιμον ἀπεδοκίμασαν κήρυγμα, τοῦ ἐχθροῦ ἀνθρώπου ἄνομόν τινα καὶ φλυαρώδη προσηκάμενοι διδασκαλίαν.
因为外邦人中的一些人已经拒绝了我那符合律法的宣教,接受了仇敌之人某种无法且荒诞的教导。
καὶ ταῦτα ἔτι μου περιόντος ἐπεχειρησάν τινες, ποικίλαις τισὶν ἑρμηνείαις τοὺς ἐμοὺς λόγους μετασχηματίζειν, εἰς τὴν τοῦ νόμου κατάλυσιν· ὡς καὶ ἐμοῦ αὐτοῦ οὕτω μὲν φρονοῦντος, μὴ ἐκ παῤῥησίας δὲ κηρύσσοντος· ὅπερ ἀπείῃ.
甚至在我还健在的时候,就有人企图用各种不同的解释来歪曲我的话语,以达到废除律法的目的;仿佛我自己也这么想,只是没有公开宣讲——愿这事绝不发生!
τὸ γὰρ τοιοῦτο ἀντιπράσσειν ἐστὶ τῷ τοῦ Θεοῦ νόμῳ τῷ διὰ Μωϋσέως ῥηθέντι καὶ ὑπὸ τοῦ κυρίου ἡμῶν μαρτυρηθέντι περὶ τῆς ἀϊδίου αὐτοῦ διαμονῆς.
因为这样的做法就是违抗上帝通过摩西宣说、并由我们的主证明其永远存续的律法。
ἐπεὶ οὕτως εἶπεν· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται ἰῶτα ἕν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου.
因为主曾这样说:‘天地要废去,律法的一点一画也决不能废去。
Τοῦτο δὲ εἴρηκεν, ἵνα τὰ πάντα γίνηται.
’主说这话,是为了让一切都得以成就。
οἱ δὲ οὐκ οἶδα πῶς τὸν ἐμὸν νοῦν ἐπαγγελλόμενοι, οὕς ἤκουσαν ἐξ ἐμοῦ λόγους ἐμοῦ τοῦ εἰπόντος αὐτοὺς φρονιμώτερον ἐπχειροῦσιν ἑρμηνεύειν, λέγοντες τοῖς ὑπ᾽ αὐτῶν κατηχουμένοις, τοῦτο εἶναι τὸ ἐμὸν φρόνημα, ὅ ἐγὼ οὐδὲ ἐνεθυμήθην.
然而,他们不知怎的,竟声称代表我的心意,企图比说出这些话的我本人更聪明地去解释从我这里听到的言语,对受他们教导的人说,这就是我的想法,而这却是我连想都没想过的。
εἰ δὲ ἐμοῦ ἔτι περιόντος τοιαῦτα τολμῶσιν καταψεύδεσθαι, πόσῳ γε μᾶλλον μετ᾽ ἐμὲ ποιεῖν οἱ μετ᾽ ἐμὲ τολμήσουσιν;
如果在我还健在的时候他们就敢这样捏造谎言,那么在我死后,我之后的人又该多么变本加厉地胆大妄为呢?
§3Ἵνα οὖν μὴ τοιοῦτόν τι γένηται, τούτου ἕνεκα ἠξίωσα καὶ ἐδεήθην, τῶν ἐμῶν κηρυγμάτων ἃς ἔπεμψά σοι βίβλους μηδενὶ μεταδοῦναι, μήτε ὁμοφύλῳ μήτε ἀλλοφύλῳ, πρὸ πείρας, ἀλλ᾽ ἐάν τις δοκιμασθεὶς ἄξιος εὑρεθῇ, τότε αὐτῷ κατὰ τὴν Μωϋσέως ἀγωγὴν παραδοῦναι, καθ᾽ ἥν τοῖς ἑβδομήκοντα παρέδωκε τοῖς τὴν καθέδραν αὐτοῦ παρειληφόσιν· ἵνα οὕτως τὰς πίστεις φυλάξωσιν καὶ πανταχῆ τὸν τῆς ἀληθείας κανόνα παραδῶσιν, ἑρμηνεύοντες τὰ πάντα πρὸς τὴν παράδοσιν ἡμῶν, καὶ μὴ αὐτοὶ ὑπ᾽ ἀμαθείας κατασπώμενοι, ὑπὸ τῶν κατὰ τὴν ψυχὴν στοχασμῶν εἰς πλάνην ἑλκόμενοι, ἄλλους εἰς τὸν ὅμοιον τῆς ἀπωλείας ἐνέγκωσιν βόθυνον.
因此,为了不发生此类事情,我才请求并恳求你,不要把我寄给你的我的宣教书物,在试炼之前交托给任何人,无论是同胞还是外邦人;但若有人经过考验被证实是配得的,那时便按照摩西的传授法传给他,正像他将这法传给了承接他座位的七十人一样;以便他们能这样保守信仰,在遍处传授真理的规范,凡事都根据我们的传统来解释,而不至于自己因无知而沉沦,被心灵的臆测拉入迷途,从而将他人也带入同样毁灭的深渊。
καὶ τὰ μὲν ἐμοὶ δόξαντα καλῶς ἐσήμανά σοι, τὸ δέ σοι δοκοῦν, κύριέ μου, πρεπόντως ἐπιτέλει.
我已经向你表明了我觉得妥当的事,而你,我的主,请妥善执行你认为合适的事。
ἔῤῥωσο.
愿你安康。

词汇与语法注释

  1. §1τῶν ἐμῶν κηρυγμάτων ἃς ἔπεμψά σοι βίβλους — 先行词 `βίβλους` 被吸收到关系从句 `ἃς ἔπεμψά σοι` 中并呈宾格。属格 `τῶν ἐμῶν κηρυγμάτων` 修饰 `βίβλους`,作为内容或定义的属格,意为“我寄给你的、关于我的宣教的那些书物”。
  2. §1ὑπὸ τῶν πολλὰ νευεσῶν γραφῶν — `νευεσῶν` 是 `νευουσῶν`(`νεύω` “倾斜、指向”的现在分词阴性复数属格)的异体字或抄本异读。`πολλὰ` 为起副词作用的宾格(“多地、多方向地”)。整句解释为“由于那些指向许多不同方向(因而使人动摇或相互矛盾)的书物”。
  3. §2ὡς καὶ ἐμοῦ αὐτοῦ οὕτω μὲν φρονοῦντος — 连词 `ὡς` 搭配属格绝对(`ἐμοῦ αὐτοῦ ... φρονοῦντος ... κηρύσσοντος`),用以表达他人的主观臆断或与事实不符的借口(“仿佛我自己也是这么想的……”)。
  4. §2ὅπερ ἀπείῃ — `ἀπείῃ` 是 `ἄπειμι`(“远离、缺席”)的现在祈愿式单数第三人称,是用以表达强烈否定愿望的惯用表达(“愿这事离得远远的!”)。关系代词中性单数 `ὅπερ` 指代前文“我出于顾忌而没有公开宣讲”的指控,并对其予以强烈否定。
  5. §2ἐμοῦ τοῦ εἰπόντος αὐτοὺς φρονιμώτερον — 属格短语 `ἐμοῦ τοῦ εἰπόντος` 在比较级副词 `φρονιμώτερον` 后面作为比较属格,意为“比说出(这些话)的我本人还要聪明”。代词 `αὐτοὺς` 是分词 `εἰπόντος` 的直接宾语,指代前文关系代词 `οὕς` 所代表的“言语”(`λόγους`)。

引用这一段

教宗克肋孟一世, 伯多禄致雅各伯书 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1271.tlg003.humanitext-grc1:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。