Humanitext Reader

希波克拉底 · 论出牙 §1-32

婴儿出牙期的身体征兆与喉部疾病

第 1 段,共 1 段 · 希腊语

内容简介

本书简述了婴儿出牙期有关营养、排泄、发热及抽搐等各种身体征兆的预后,并阐明了扁桃体和咽部溃疡等喉部疾病的症状与危险性。

§1## ΠΕΡΙ ΟΔΟΝΤΟΦΥΙΗΣ. 1. Τὰ φύσει εὔτροφα τῶν παιδίων οὐκ ἀνάλογον τῆς σαρκώσεως καὶ τὸ γάλα θηλάζει.
## 论出牙 1. 天生营养良好的婴儿,其吸吮乳汁的量并不与其肌肉的丰满度成正比。
§22. Τὰ βορὰ καὶ πολὺ ἕλκοντα γάλα οὐ πρὸς λόγον σαρκοῦται.
2. 贪食且吸乳量多的婴儿,其肌肉的增长并不按比例增加。
§33. Τὰ πουλὺ διουρέοντα τῶν θηλαζόντων ἥκιστα ἐπιναύσια.
3. 多尿的哺乳婴儿最不易发生恶心。
§44. Ὁκόσοισι πολλὴ φέρεται ἡ κοιλίη καὶ εὐπεπτοῦσιν, ὑγιεινότερα· ὁκόσοισιν ὀλίγη, βοροῖσιν ἐοῦσι καὶ μὴ ἀνάλογον τρεφομένοισιν, ἐπίνοσα.
4. 大便通畅且消化良好者较为健康;大便干燥、虽贪食却未能按比例获得营养者,则多病。
§55. Ὁκόσοισι δὲ πουλὺ γαλακτῶδες ἀπεμεῖται, κοιλίη ξυνίσταται.
5. 吐出大量乳样物者,其大便常秘结。
§66. Ὁκόσοισιν ἐν ὀδοντοφυίῃ ἡ κοιλίη πλείω ὑπάγει, ἧσσον σπᾶται ἢ ὅτῳ ὁλιγάκις.
6. 出牙期大便较稀者,比大便干燥者较少发生抽搐。
§77. Ὁκόσοισιν ἐπὶ ὀδοντοφυίῃ πυρετὸς ὀξὺς ἐπιγίγνεται, ὀλιγάκις σπῶνται.
7. 出牙时伴发急热者,极少发生抽搐。
§88. Ὁκόσα ὀδοντοφυεῦντα εὔτροφα μένει καταφορικὰ ἐόντα, κίνδυνος σπασμὸν ἐπιλαβεῖν.
8. 出牙时身体依然肥壮但常呈嗜睡状态者,有发生抽搐的危险。
§99. Τὰ ἐν χειμῶνι ὀδοντοφυεῦντα, τῶν ἄλλων ὁμοίων ἐόντων, βέλτιον ἀπαλλάσσει.
9. 在冬季出牙的儿童,若其他条件相同,其预后较好。
§1010. Οὐ πάντα τὰ ἐπὶ ὀδοῦσι σπασθέντα τελευτᾷ· πολλὰ δὲ καὶ διασώζεται.
10. 并非所有因出牙而抽搐的婴儿都会死亡;实际上有许多得以幸存。
§1111. Τὰ μετὰ βηχὸς ὀδοντοφυεῦντα χρονίζει· ἐν δὲ τῇ διακεντήσει, ἰσχναίνεται μᾶλλον.
11. 伴有咳嗽而出牙者病程迁延;在牙齿破龈而出时,身体消瘦更为明显。
§1212. Ὁκόσα ἐν τῷ ὀδοντοφυέειν χειμῶνας ἔχει, ταῦτα καὶ προσεχόντως ἠγμένα ῥᾷον φέρει ὀδοντοφυίαν.
12. 出牙时遇到寒冷天气的儿童,如果得到细心照料,更容易度过出牙期。
§1313. Τὰ διουρεῦντα πλέον ἢ διαχωρεῦντα πρὸς λόγον εὐτροφώτερα.
13. 排尿多于排便的婴儿,其发育状况按比例更好。
§1414. Ὁκόσοισιν οὐρεῖται μὴ πρὸς λόγον, κοιλίη δὲ πυκνῶς ὠμὸν ἐκ παιδίων παρηθεῖ, ἐπίνοσα.
14. 排尿不成比例,且自幼便频繁排出消化不良之物的儿童,体质多病。
§1515. Τὰ εὔυπνα καὶ εὔτροφα πουλὺ ἀναλαμβάνειν καὶ παράκειται οὐχ ἱκανῶς διῳκημένον.
15. 睡眠好且营养良好的婴儿体力恢复很快,但这也伴随着调理不充分的情况。
§1616. Τὰ παρεσθίοντα ἐν τῷ θηλάζειν ῥᾷον φέρει ἀπογαλακτισμόν.
16. 在哺乳期同时吃辅食的婴儿,更容易度过断奶期。
§1717. Τὰ πολλάκις παρηθεῦντα δίαιμον καὶ ἄπεπτον κατὰ κοιλίην, πλεῖστα τῶν ἐν πυρετῷ ὑπνώδεα.
17. 腹部频繁排出带血且未消化之物的婴儿,发热时大多呈现嗜睡状态。
§1818. Τὰ ἐν παρισθμίοις ἕλκεα ἄνευ πυρετῶν γιγνόμενα ἀσφαλέστερα.
18. 不伴发热的扁桃体溃疡较为安全。
§1919. Ὁκόσοισιν ἐν τῷ θηλάζειν τῶν νηπίων βὴξ προσίσταται, σταφυλὴν εἴωθε μείζονα ἔχειν.
19. 婴儿在吸乳时发生咳嗽,通常伴有口盖垂增大。
§2020. Ὁκόσοισι ταχέως ἐν παρισθμίοις νομαὶ ἐφίστανται, τῶν πυρετῶν μενόντων καὶ βηχίων, κίνδυνος πάλιν γενέσθαι ἕλκεα.
20. 若发热与轻咳持续,而扁桃体迅速出现蔓延性溃疡,则有溃疡复发的危险。
§2121. Τὰ παλινδρομήσαντα ἐν ἰσθμίοις ἕλκεα τοῖσιν ὁμοίοισι κινδυνώδη.
21. 咽喉部复发的溃疡,在类似情况下是危险的。
§2222. Τοῖσι παιδίοισιν ἀξιολόγοις ἕλκεσιν ἐν παρισθμίοισι, καταπινομένων, σωτηρίας ἐστὶν, ὁκόσα δὴ μᾶλλον τῶν πρότερον μὴ δυναμένων καταπίνειν.
22. 对于扁桃体有显著溃疡的儿童,如果能够吞咽,则是痊愈的征兆,尤其是对那些先前无法吞咽的儿童而言。
§2323. Ἐν παρισθμίοισιν ἕλκεσι, πουλὺ τὸ χολῶδες ἀνεμεῖσθαι ἢ κατὰ κοιλίαν ἔρχεσθαι, κινδυνῶδες.
23. 在扁桃体溃疡中,呕吐大量胆汁样物或随大便排出,是危险的。
§2424. Ἐν τοῖσιν ἐν παρισθμίοισιν ἕλκεσιν, ἀραχνιῶδές τι ἐὸν οὐκ ἀγαθόν.
24. 在扁桃体溃疡中,出现类似蜘蛛网状的物质并非吉兆。
§2525. Ἐν τοῖσιν ἐν παρισθμίοισιν ἕλκεσι μετὰ τοὺς πρώτους χρόνους διαῤῥεῖν φλέγμα διὰ τοῦ στόματος, πρότερον οὐκ ὂν, χρήσιμον, ὅμως ἀνακτέον· ἢν δὲ ἄρξηται ξυνδιδόναι, πάντως ἀσμενιστέον· τὸ δὲ μὴ οὕτως διαῤῥέον εὐλαβητέον.
25. 在扁桃体溃疡中,初发期后口中流出黏液(此前未曾有),是有益的,但仍须使其排出;若病势开始缓解,则完全令人欣慰;对于未能如此流出者,则须予以警惕。
§2626. Ῥευματιζομένοις παρίσθμια κοιλίη κατενεχθεῖσα πλείω λύει τὰς ξηρὰς βῆχας· παιδίοισιν ἀνενεχθέν τι πεπεμμένον πλείω λύει.
26. 对于扁桃体患有卡他者,大便通畅能较好地缓解干咳;在儿童中,吐出已熟化的黏液更能缓解之。
§2727. Τὰ πουλὺν χρόνον ἐν παρισθμίοις ἕλκεα ἀναυξῆ μένοντα ἀκίνδυνα πρὸ τῶν πέντε ἢ ἓξ ἡμερέων.
27. 扁桃体溃疡若长期不扩大,在五六日内是无危险的。
§2828. Τὰ πουλὺ γάλα τῶν θηλαζόντων ἀναλαμβάνοντα, ὡς τὸ πουλὺ ὑπνώδη.
28. 吸乳量多的哺乳婴儿,大都呈嗜睡状态。
§2929. Τὰ μὴ εὐτροφέα τῶν θηλαζόντων ἄτροφα καὶ δυσανάληπτα.
29. 营养不良的哺乳婴儿,身体虚弱且难以恢复。
§3030. Ἕλκεα ἐν θέρει γιγνόμενα ἐν παρισθμίοις, χείρονα τῶν ἐν τῇσιν ἄλλῃσιν ὥρῃσιν· τάχιον γὰρ νέμεται.
30. 夏季发生的扁桃体溃疡比其他季节更为严重;因为它们蔓延得更快。
§3131. Τὰ περὶ σταφυλὴν νεμόμενα ἕλκεα ἐν παρισθμίοισιν, σωζομένοισι τὴν φωνὴν ἀλλοιοῖ.
31. 扁桃体上蔓延至口盖垂周围的溃疡,会使幸存者的声音发生改变。
§3232. Τὰ περὶ φάρυγγα νεμόμενα ἕλκεα χαλεπώτερα καὶ ὀξύτερα, ὡς ἐπιπολὺ δύσπνοιαν ἐπιφέρει.
32. 蔓延至咽部周围的溃疡更为严重和急骤,因为它们通常会引起呼吸困难。

词汇与语法注释

  1. 1οὐκ ἀνάλογον τῆς σαρκώσεως — 中性单数宾格形式的 ἀνάλογον 起副词作用,通常支配与格,但在此处支配属格 τῆς σαρκώσεως,这被视为表示比较或关系的属格之变格用法。
  2. 4βοροῖσιν ἐοῦσι καὶ μὴ ἀνάλογον τρεφομένοισιν — 此分词短语在性、数、格上与前行的与格关系代词 ὁκόσοισιν 一致,在此处表示让步意义(“尽管贪食,却未能按比例获得营养”)。
  3. 22καταπινομένων — 中动/被动分词的复数属格。在没有明确写出主语(如食物或液体)的情况下作为属格绝对结构发挥作用,表示“若能吞咽”的条件。
  4. 25ἀνακτέον — 以 -τέος 结尾的动形容词的无人称中性单数用法,表示义务或必要。在上下文中表示“必须使黏液排出”的医疗指示。

引用这一段

希波克拉底, 论出牙 §1-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg041.humanitext-grc1:1-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。