§1## ΠΕΡΙ ΕΓΚΑΤΑΤΟΜΗΣ ΕΜΒΡΥΟΥ.
1.
关于胎儿切除术。
Περὶ δὲ τῶν μὴ κατὰ τρόπον κυϊσκομένων, ἀλλ’ ἐγκατατεμνομένων οὕτως·
1. 对于那些未能以正常方式怀胎、而须在子宫内切除的胎儿,应如此处理。
πρῶτον μὲν ἐπὶ τὴν γυναῖκα σινδόνα ἐπιβαλὼν, κατάζωσον ἀνωτέρω τῶν μαζῶν, καὶ τὴν κεφαλὴν κατακαλύψαι χρὴ τῇ σινδόνι, ὅκως μὴ ὁρῶσα φοβῆται ὅ τι ἂν ποιήσῃς.
首先,在妇女身上盖一块亚麻布,在乳房上方系紧,并须用这块布蒙住她的头,使她看不见,以免对你所做的事感到恐惧。
Ἢν οὖν ἐξίσχῃ τὴν χεῖρα τὸ ἔμβρυον πλάγιον παραπεσὸν, τῆς χειρὸς ἐπιλαβόμενος προάγειν ἔξω ἐπιχείρει ὡς μάλιστα, παραδεῖραι δὲ τὸν βραχίονα, καὶ ἀποψιλώσας τὸ ὀστέον, ἰχθύην περίδησον περὶ τοὺς δακτύλους τῆς χειρὸς τοὺς δύο, ὅκως μὴ ἀπολισθάνοι ἡ σάρξ·
因此,如果胎儿横向卡住并伸出一只手,应抓住那只手并尽力向外拉;剥去上臂的皮肤,露出骨头,用鱼皮缠绕手部的两个手指,以免肌肉滑脱。
μετὰ δὲ ταῦτα τὸν ὦμον περισάρκισον καὶ ἄφελε κατὰ τὸ ἄρθρον·
在此之后,削去肩膀周围的肌肉,并从关节处将其切除。
ἔπειτα· τὴν κεφαλὴν κατὰ φύσιν παρώσας, ὑπεξάγειν ἔξω τὴν κεφαλὴν τοῦ ἐμβρύου· τῷ δὲ δακτύλῳ τὸ ἔμβρυον εἴσω ἀπῶσαι·
然后,将头部推回自然位置,逐渐将胎儿的头部引出;并用手指将胎儿往内推。
ἢ μαχαιρίῳ διὰ τῶν πλευρέων ἢ διὰ τῆς κληῗδος, ὅκως τὴν φῦσαν ἀφῇ καὶ ξυμπέσῃ τὸ ἔμβρυον καὶ ἡ ἔξοδος αὐτέῳ εὐπετεστέρη ᾖ·
或者,用小刀穿过肋骨或锁骨,以释放气体使胎儿萎缩,从而使它的排出更加容易。
τὴν δὲ κεφαλὴν, ἢν μὲν δύνησαι κατὰ φύσιν ἔξω ὦσαι· ἢν δὲ μὴ, ξυμφλάσαι, καὶ οὕτως ὑπεξαγαγεῖν ἔξω τὸ ἔμβρυον.
至于头部,如果能以自然方式向外推出则推之;如果不能,则将其压碎,并以此方式逐渐将胎儿引出。
Ἔπειτα θερμῷ πολλῷ καταχέας καὶ ἀλείψας ἐλαίῳ, κατακεῖσθαι κελεύειν ἐπαλλάξασαν τὼ πόδε, καὶ μεταπῖσαι οἶνον γλυκὺν καὶ λευκὸν κεράσας εὐζωρότερον, καὶ ῥητίνην, μέλιτι διατρίψας, μίξας τῷ οἴνῳ, διδόναι πιεῖν·
之后,倒入大量温水并涂抹橄榄油,命令她双脚交叉躺下,让她饮用甜白葡萄酒,可调得稍浓一些,并将松脂与蜂蜜研磨后混入酒中给其饮用。
τὰ δ’ ἄλλα θεραπεύειν ὥσπερ λεχὼ, κατὰ τὰ εἰρημένα.
其他方面的护理则如同对待产妇一样,按照已说明的进行。
§22. Ὅταν δὲ τῇ τικτούσῃ γυναικὶ πλάγιον παραπέσῃ τὸ ἔμβρυον, γίνεται δὲ ὁκόταν στρέφηται τοιόνδε, ὁ ὀμφαλὸς περὶ τὸν τράχηλον περιελίσσεται καὶ ἐπίσχει τὴν ἔξοδον τοῦ ἐμβρύου, καὶ ἐς τὸ ἰσχίον ἐπεμβάλλει τὴν κεφαλὴν, καὶ ἡ χεὶρ ὡς ἐπιτοπουλὺ ἔξω γίνεται.
2. 当生产的妇女遇到胎儿横向卡住时,这是在胎儿转动时如此发生的:脐带绕在脖子上并阻碍了胎儿的排出,将头部推向髋骨,且手通常会伸出。
Ἢν μὲν οὖν ἤδη τεθνηκὸς ἔξω γένηται, τοῦτο προσημαίνει·
因此,如果在胎儿已经死亡的情况下手伸出,这就预示了这一点。
ᾗσι δὲ μὴ ἔξω ἡ χεὶρ τοῦ ἐμβρύου, ὡς ἐπιτοπουλὺ ζῇ τὸ ἔμβρυον κίνδυνος δὲ καὶ οὕτως.
但在胎儿手未伸出的妇女中,胎儿通常还活着,即便如此也有危险。
§33. Ἔνιαι δὲ καὶ τὰ λόχια πρὸ τοῦ ἐμβρύου ἀφιᾶσιν, ὥστε ἀναγκαῖον τὴν ὠδῖνα ξηρὰν εἶναι καὶ ἐπίπονον ὅσαι δὲ τὰ λόχια μὴ προκαθαίρονται, ῥᾷον ἀπαλλάττουσιν ἐν τῷ τόκῳ.
3. 有些妇女甚至在胎儿之前就排出了恶露,以至于分娩必然是干燥且痛苦的;而那些不提前排出恶露的妇女,在分娩时则能较容易地度过。
§44. Ἀνασείειν δὲ δεῖ ὧδε· σίνδονα ὑποστορέσαντα, ἀνακλῖναι τὴν γυναῖκα, καὶ ἑτέρην ἐπιβαλεῖν ὅκως ἂν τὸ αἰδοῖον κεκρυμμένον ᾖ, καὶ περικαλύψαι περὶ ἑκάτερον τὸ σκέλος τὴν σίνδονα καὶ περὶ ἑκάτερον τὸ γυῖον·
4. 摇晃应当这样进行:在下面铺上亚麻布,让妇人躺下,再盖上另一块布以遮住私处,并将布缠绕在她的两条腿和两条手臂上。
γυναῖκας δὲ δύο λαβέσθαι τοῦ σκέλεος ἑκατέρου, καὶ τῆς χειρὸς ἑκατέρης ἑτέρας γυναῖκας δύο· ἔπειτα διασείειν λαβούσας ἐγκρατέως, μὴ ἔλασσον ἢ δεκάκις·
让两名妇女分别抓住她的两条腿,另外两名妇女抓住她的两条手臂;然后牢牢抓住,用力摇晃,不少于十次。
ἔπειτα δὲ ἐς κλίνην ἀνακλῖναι τὴν γυναῖκα ἐπὶ κεφαλήν· τὰ δὲ σκέλεα ἄνω ἔχειν, καὶ τὰς γυναῖκας πάσας λαβέσθαι τοῖν σκελέοιν, ἀφείσας δὲ τὰς χεῖρας·
之后,让妇女躺在床上,头朝下;双腿高举,所有妇女都抓住她的两条腿。
ἔπειτα σείειν πολλάκις ποιεῖν τὰς γυναῖκας ἐπὶ τοὺς ὤμους, ἀναβολὰς ἐπὶ τὴν κλίνην, ὅκως ἐς τὴν εὐρυχωρίην ἐπανασεισθὲν τὸ ἔμβρυον στραφῇ καὶ δύνηται ἐπὶ φύσιν ἰέναι.
然后让妇女们朝她的肩膀方向多次摇晃,在床上做向上颠簸的动作,以便胎儿被摇回到宽敞的空间中,从而能够转动并自然下降。
Καὶ ἢν ἔχῃ δίκταμνον κρητικὸν, μεταπῖσαι δός· εἰ δὲ μὴ, κάστορος ἐνεψῆσαι τῷ οἴνῳ χίῳ.
如果手头有克里特岛的迪克塔姆诺斯,就配酒给她喝;如果没有,就在希奥斯白葡萄酒中煎煮海狸香。
§55. Ἢν δὲ αἱ ὑστέραι ἔξω χωρέωσι, ἤν τε ἐκ πόνου, ἤν τε ἐκ τόκου, ἢν μὲν οὖν παραλάβῃς νεωστὶ παθούσα, ἄξιον ἐπιχειρεῖν· εἰ δὲ μὴ, ἐῇν.
5. 如果子宫向外脱出,无论是由于劳累还是分娩,如果你在患者刚刚发病时接诊,就值得尝试治疗;否则,就任其自然。
Ποιέειν δὲ χρὴ ὧδε· ἐπιταμὼν τὸν ὑμένα τῆς ὑστέρης κατὰ φύσιν καὶ κατὰ πλάγιον, τρῖψαι ὀθονίῳ ὡς φλεγμαίνῃ, κᾆτα ἀλείψας φώκης ἐλαίῳ ἢ πίσσῃ, καταπλάσας ἅμα κυτίνοισι, καὶ μαλθακοὺς σπόγγους οἴνῳ ῥήνας, προσθεὶς, ἀναδῆσαι ἐκ τῶν ὤμων·
应当这样处理:顺着子宫膜的纵向和横向切开,用亚麻布摩擦使其发炎,然后涂抹海豹油或沥青,敷上石榴花,并垫上浸了温酒的软海绵,从她的肩部绑起。
καὶ ἀνακείσθω ὡς ἀνωτάτω τὰ σκέλεα ἔχουσά, ἐσθιέτω δὲ σιτία μέτρια.
让她躺下,双腿尽可能抬高,并让她吃适量的食物。