Humanitext Reader

ヒポクラテス · 胎児の切断除去について §1-5

胎児切除術の手順と胎位異常への処置

1 / 1 箇所 · ギリシア語

要旨

胎児が異常な位置にある場合の子宮内胎児切除の手順、難産の原因となる胎児の横位の仕組み、位置異常を修正するための妊婦への震盪療法、および子宮脱への対処法を記述する。

§1## ΠΕΡΙ ΕΓΚΑΤΑΤΟΜΗΣ ΕΜΒΡΥΟΥ. 1.
胎児切除術について。
Περὶ δὲ τῶν μὴ κατὰ τρόπον κυϊσκομένων, ἀλλ’ ἐγκατατεμνομένων οὕτως·
1. 自然な方法ではなく、体内で切除される胎児の治療については、以下のように行う。
πρῶτον μὲν ἐπὶ τὴν γυναῖκα σινδόνα ἐπιβαλὼν, κατάζωσον ἀνωτέρω τῶν μαζῶν, καὶ τὴν κεφαλὴν κατακαλύψαι χρὴ τῇ σινδόνι, ὅκως μὴ ὁρῶσα φοβῆται ὅ τι ἂν ποιήσῃς.
まず、女の上にシーツをかけて、乳房の上で帯を締め、そのシーツで彼女の頭を覆うべきである。 彼女が見て、あなたの行うことに怯えないように。
Ἢν οὖν ἐξίσχῃ τὴν χεῖρα τὸ ἔμβρυον πλάγιον παραπεσὸν, τῆς χειρὸς ἐπιλαβόμενος προάγειν ἔξω ἐπιχείρει ὡς μάλιστα, παραδεῖραι δὲ τὸν βραχίονα, καὶ ἀποψιλώσας τὸ ὀστέον, ἰχθύην περίδησον περὶ τοὺς δακτύλους τῆς χειρὸς τοὺς δύο, ὅκως μὴ ἀπολισθάνοι ἡ σάρξ·
もし、胎児が横向きに引っかかって手を突き出しているなら、その手を掴んでできるだけ外へ引き出すように努め、上腕の皮膚を剥ぎ、骨を露出させ、肉が滑り落ちないように、手の二本の指の周りに魚の皮を巻きつけよ。
μετὰ δὲ ταῦτα τὸν ὦμον περισάρκισον καὶ ἄφελε κατὰ τὸ ἄρθρον·
その後、肩の周りの肉を削ぎ落とし、関節のところで切り離せ。
ἔπειτα· τὴν κεφαλὴν κατὰ φύσιν παρώσας, ὑπεξάγειν ἔξω τὴν κεφαλὴν τοῦ ἐμβρύου·
それから、頭を自然な位置へと押しやり、胎児の頭を外へと徐々に引き出す。
τῷ δὲ δακτύλῳ τὸ ἔμβρυον εἴσω ἀπῶσαι·
また、指で胎児を内側へと押し戻す。
ἢ μαχαιρίῳ διὰ τῶν πλευρέων ἢ διὰ τῆς κληῗδος, ὅκως τὴν φῦσαν ἀφῇ καὶ ξυμπέσῃ τὸ ἔμβρυον καὶ ἡ ἔξοδος αὐτέῳ εὐπετεστέρη ᾖ·
あるいは、小刀で肋骨の間か鎖骨を通して突き刺し、空気を逃がして胎児がしぼみ、その退出がより容易になるようにせよ。
τὴν δὲ κεφαλὴν, ἢν μὲν δύνησαι κατὰ φύσιν ἔξω ὦσαι·
頭については、もし可能なら自然な方法で外へ押し出せ。
ἢν δὲ μὴ, ξυμφλάσαι, καὶ οὕτως ὑπεξαγαγεῖν ἔξω τὸ ἔμβρυον.
しかし、できなければ、それを砕き、そのようにして胎児を外へと徐々に引き出せ。
Ἔπειτα θερμῷ πολλῷ καταχέας καὶ ἀλείψας ἐλαίῳ, κατακεῖσθαι κελεύειν ἐπαλλάξασαν τὼ πόδε, καὶ μεταπῖσαι οἶνον γλυκὺν καὶ λευκὸν κεράσας εὐζωρότερον, καὶ ῥητίνην, μέλιτι διατρίψας, μίξας τῷ οἴνῳ, διδόναι πιεῖν·
その後、大量の温水を注ぎ、オリーブ油を塗ってから、両脚を交差させて横たわるように命じ、そして甘い白ワインをやや強めに割ったものに、蜂蜜とよくすり合わせた松脂を混ぜて、ワインに混ぜて、飲むように与えよ。
τὰ δ’ ἄλλα θεραπεύειν ὥσπερ λεχὼ, κατὰ τὰ εἰρημένα.
その他の治療については、産婦のように、言われた通りに行え。
§22. Ὅταν δὲ τῇ τικτούσῃ γυναικὶ πλάγιον παραπέσῃ τὸ ἔμβρυον, γίνεται δὲ ὁκόταν στρέφηται τοιόνδε, ὁ ὀμφαλὸς περὶ τὸν τράχηλον περιελίσσεται καὶ ἐπίσχει τὴν ἔξοδον τοῦ ἐμβρύου, καὶ ἐς τὸ ἰσχίον ἐπεμβάλλει τὴν κεφαλὴν, καὶ ἡ χεὶρ ὡς ἐπιτοπουλὺ ἔξω γίνεται.
2. 出産する女において胎児が横向きに引っかかる時は、胎児が回転する時に以下のようにして起こる。 すなわち、へその緒が首に巻き付いて胎児の退出を妨げ、頭を寛骨に押し当て、手はたいてい外に出る。
Ἢν μὲν οὖν ἤδη τεθνηκὸς ἔξω γένηται, τοῦτο προσημαίνει·
したがって、すでに死んだ状態で手が外に出るなら、このことをあらかじめ示している。
ᾗσι δὲ μὴ ἔξω ἡ χεὶρ τοῦ ἐμβρύου, ὡς ἐπιτοπουλὺ ζῇ τὸ ἔμβρυον κίνδυνος δὲ καὶ οὕτως.
しかし、胎児の手が外に出ていない女たちにおいては、胎児はたいてい生きており、それでもやはり危険はある。
§33. Ἔνιαι δὲ καὶ τὰ λόχια πρὸ τοῦ ἐμβρύου ἀφιᾶσιν, ὥστε ἀναγκαῖον τὴν ὠδῖνα ξηρὰν εἶναι καὶ ἐπίπονον ὅσαι δὲ τὰ λόχια μὴ προκαθαίρονται, ῥᾷον ἀπαλλάττουσιν ἐν τῷ τόκῳ.
3. ある女たちは胎児よりも先に悪露を出してしまい、そのため陣痛が乾燥して痛みを伴うものになる。 しかし、悪露が先に出ない女たちは、分娩においてより容易に切り抜ける。
§44. Ἀνασείειν δὲ δεῖ ὧδε·
4. 揺さぶりは次のように行うべきである。
σίνδονα ὑποστορέσαντα, ἀνακλῖναι τὴν γυναῖκα, καὶ ἑτέρην ἐπιβαλεῖν ὅκως ἂν τὸ αἰδοῖον κεκρυμμένον ᾖ, καὶ περικαλύψαι περὶ ἑκάτερον τὸ σκέλος τὴν σίνδονα καὶ περὶ ἑκάτερον τὸ γυῖον·
布を下に敷いて、女を仰向けに寝かせ、陰部が隠れるようにもう一枚の布をかけ、左右それぞれの脚と左右それぞれの腕の周りに布を巻きつける。
γυναῖκας δὲ δύο λαβέσθαι τοῦ σκέλεος ἑκατέρου, καὶ τῆς χειρὸς ἑκατέρης ἑτέρας γυναῖκας δύο·
そして、二人の女に左右それぞれの脚を掴ませ、また左右それぞれの腕を別の二人の女に掴ませる。
ἔπειτα διασείειν λαβούσας ἐγκρατέως, μὴ ἔλασσον ἢ δεκάκις·
その後、しっかりと掴んで、少なくとも十回は激しく揺さぶる。
ἔπειτα δὲ ἐς κλίνην ἀνακλῖναι τὴν γυναῖκα ἐπὶ κεφαλήν·
その後、女をベッドの上で頭を低くして寝かせる。
τὰ δὲ σκέλεα ἄνω ἔχειν, καὶ τὰς γυναῖκας πάσας λαβέσθαι τοῖν σκελέοιν, ἀφείσας δὲ τὰς χεῖρας·
両脚は高く上げさせ、すべての女たちは両脚を掴む。
ἔπειτα σείειν πολλάκις ποιεῖν τὰς γυναῖκας ἐπὶ τοὺς ὤμους, ἀναβολὰς ἐπὶ τὴν κλίνην, ὅκως ἐς τὴν εὐρυχωρίην ἐπανασεισθὲν τὸ ἔμβρυον στραφῇ καὶ δύνηται ἐπὶ φύσιν ἰέναι.
そして女たちに、肩に向かって、ベッドの上へ放り投げるように何度も揺さぶらせ、胎児が広い空間へと揺り戻されて回転し、自然な位置へと進むことができるようにする。
Καὶ ἢν ἔχῃ δίκταμνον κρητικὸν, μεταπῖσαι δός·
そして、もしクレータ島産のディクタムノスがあるなら、それを混ぜて飲ませよ。
εἰ δὲ μὴ, κάστορος ἐνεψῆσαι τῷ οἴνῳ χίῳ.
もしなければ、キオス産ワインに海狸香を煮出して飲ませよ。
§55. Ἢν δὲ αἱ ὑστέραι ἔξω χωρέωσι, ἤν τε ἐκ πόνου, ἤν τε ἐκ τόκου, ἢν μὲν οὖν παραλάβῃς νεωστὶ παθούσα, ἄξιον ἐπιχειρεῖν·
5. もし子宮が外に脱出するなら、それが過労によるものであれ、出産によるものであれ、もし発症して間もない患者を引き受けるなら、治療を試みる価値がある。
εἰ δὲ μὴ, ἐῇν.
そうでなければ、そのままにしておくべきである。
Ποιέειν δὲ χρὴ ὧδε·
処置は次のように行うべきである。
ἐπιταμὼν τὸν ὑμένα τῆς ὑστέρης κατὰ φύσιν καὶ κατὰ πλάγιον, τρῖψαι ὀθονίῳ ὡς φλεγμαίνῃ, κᾆτα ἀλείψας φώκης ἐλαίῳ ἢ πίσσῃ, καταπλάσας ἅμα κυτίνοισι, καὶ μαλθακοὺς σπόγγους οἴνῳ ῥήνας, προσθεὶς, ἀναδῆσαι ἐκ τῶν ὤμων·
子宮の膜を縦と横に切開し、炎症を起こすようにリネン布でこすり、それからアザラシの油またはピッチを塗り、ざくろの花をあてて、ワインを含ませた柔らかい海綿をあてがい、両肩から縛り上げる。
καὶ ἀνακείσθω ὡς ἀνωτάτω τὰ σκέλεα ἔχουσά, ἐσθιέτω δὲ σιτία μέτρια.
そして彼女は両脚をできるだけ高くして横たわり、適度な食事を摂るようにせよ。

語釈・文法注

  1. §1ἰχθύην — ἰχθύη は本来「魚の皮」を意味するが、古代の外科処置において器具が滑り落ちるのを防ぐための細い紐(cordelette)や巻き布を指す場合がある。ここでは骨から肉が滑り落ちないよう、手の指に巻き付けるものを意味する。
  2. §1ὑπεξάγειν — 前の文の直接命令形(περίδησον や ἄφελε など)の後に続く、命令・指示の意図を表す独立不定詞(命令形的不定詞)として機能している。後ろの ἀπῶσαι, ξυμφλάσαι, ὑπεξαγαγεῖν も同様である。
  3. §3τὰ λόχια — 通常は出産後の分泌物である「悪露」を指す語だが、ここでは「胎児よりも先に(πρὸ τοῦ ἐμβρύου)」排出されるものとして述べられており、破水時の羊水、または分娩前の粘液分泌物を指している。

この箇所を引用する

ヒポクラテス, 胎児の切断除去について §1-5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg039.humanitext-grc1:1-5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。