- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 7. Littré, Émile, editor. Paris: Baillière, 1851
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg024a.humanitext-grc1:9-11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
子宮の空間の広狭が胎児の体格の大小や形状に与える影響をウリの成長の例えを用いて説明し、さらに妊婦の外傷や子宮の局所的な狭窄が子供の不具をもたらす原因、および不具の親から不具の子が遺伝する条件について述べる。
9. Γίνεται δὲ καὶ τόδε· ἔστιν ὅτε τὰ τέκνα λεπτὰ καὶ ἀσθενέα γίνεται, ἐκ πατρὸς καὶ μητρὸς παχέων τε καὶ ἰσχυρῶν ἐόντων· κἢν μὲν πολλῶν ἤδη γενομένων τῶν παιδίων τοιοῦτον γένηται, δῆλον ὅτι ἐν τῇσι μήτρῃσιν ἐνόσησε τὸ ἔμβρυον, καὶ ἀπὸ τῆς μητρὸς, εἰ τῆς αὔξης. αὐτοῦ ἔξω παρῄει,1 τῶν μητρέων χανουσέων μᾶλλον, καὶ διὰ τοῦτο ἀσθενὲς ἐγένετο· νοσέει δὲ τῶν ζώων ἕκαστον κατὰ τὴν ἰσχὺν ἑωυτοῦ. Ἢν δὲ πάντα τὰ γενόμενα παιδία ἀσθενέα ἔῃ, αἱ μῆτραι αἴτιαί εἰσι, στενότεραι ἐοῦσαι τοῦ καιροῦ·2 ἢν γὰρ μὴ ἔχῃ εὐρυχωρίην ἔνθα τὸ ἔμβρυον θρέψεται, ἀνάγκη ἐστὶν αὐτὸ λεπτὸν γενέσθαι, ἅτε οὐκ ἔχον τῇ αὔξῃ τὴν αὐτὴν εὐρυχωρίῃν ἢν δὲ ἔχῃ. εὐρυχωρίην καὶ μὴ νοσήσῃ, ἐπιεικές ἐστι μεγάλων τοκέων μέγα τέκνον γενέσθαι. Ἔχει δὲ οὕτως, ὥσπερ εἴ τις σίκυον ἤδη ἀπηνθηκότα, ἐόντα δὲ νεογνὸν καὶ προσεόντα τῷ σικυηλάτῳ, θεὶς ἐς ἀρυστῆρα, ἔσται τοῦ ἀρυστῆρος τῷ κοίλῳ ἴσος καὶ ὅμοιος· ἢν δέ, τις ἐς ἄγγος θῇ μέγα, ὅ τι ἐπιεικές ἐστι σίκυον χαδέειν, ἀλλὰ μὴ πολλῷ κάρτα μέζον τῆς φύσιος τοῦ σικύου, ἴσος ἔσται ὁ σίκους τοῦ ἄγγεος τῷ κοίλῳ καὶ ὅμοιος· ἐρίζει γὰρ ἐν τῇ αὔξῃ τῷ κοίλῳ τοῦ ἄγγεος. Σχεδὸν δὲ εἰπεῖν καὶ πάντα τὰ φυόμενα οὕτως ἔχει, ὅκως. ἄν τις καταναγκάσῃ αὐτά. Οὕτω δὴ καὶ τῷ παιδίῳ, ἢν μὲν εὐρυχωρίη οἱ ἔῃ· ἐν τῇ αὔξῃ, μέζον γίνεται· ἢν δὲ στενοχωρίη, ἔλασσον.
9. また、次のようなことも起こる。両親がともに太っていて頑強であるのに、子供が細く弱く生まれることが時としてある。もし、すでに多くの子供が生まれている中で、そのような子が生まれたのであれば、胚が子宮内で病気になったこと、そして母親に由来して、もしその成長に必要なものが(子宮が通常より開いているために)外に漏れ出たなら、そのために弱くなったということは明らかである。そして、動物のそれぞれは自らの体力に応じて病気になるものである。しかし、生まれた子供がすべて弱いのであれば、それは子宮に原因があり、適度な大きさよりも狭いのである。というのも、胚が養われるべき場所に十分な空間がなければ、成長において同じだけの空間を持てないために、それは細くならざるを得ないからである。他方、もし十分な空間があり、病気にもならなければ、大きな両親からは大きな子供が生まれるのが道理である。これは次のようなことと同じである。すなわち、すでに花が散り、生まれたばかりでまだ株につながっているキュウリを、誰かがひしゃくの中に入れたとすると、それはひしゃくの空洞と同じ大きさ、同じ形になる。また、もしそれを、キュウリを容れるのに適した、しかしその本来の大きさよりはるかに大きくはないような大きな容器に入れるなら、そのキュウリは容器の空洞と同じ大きさ、同じ形になる。なぜなら、成長するにあたって容器の空洞と張り合うからである。ほぼ一言で言えば、すべての成長するものは、人がそれを強制する通りの形になるのである。このように子供にとっても同様であり、もし成長の際に十分な空間があれば大きくなり、狭い空間であれば小さくなる。
10. Τὸ δὲ πηρωθὲν ἐν τῇσι μήτρῃσι παιδίον φημὶ αὐτὸ ἢ φλασθὲν πηρωθῆναι τῆς μητρὸς πληγείσης κατὰ τὸ ἔμβρυον, ἢ πεσούσης, ἢ ἄλλου τινὸς βιαίου παθήματος προσγενομένου τῇ μητρί· ἢν δὲ φλασθῇ, ταύτῃ πηροῦται τὸ παιδίον· ἢν δὲ μᾶλλον φλασθῇ τὸ ἔμβρυον, τοῦ ὑμένος ῥαγέντος τοῦ περιέχοντος αὐτὸ, φθείρεται τὸ ἔμβρυον· ἢ ἑτέρῳ τρόπῳ τοιῷδε πηροῦται τὰ παιδία, ἐπὴν ἐν τῇσι μήτρῃσι κατὰ τὸ χωρίον καθ’ ὅ τι καὶ ἐπηρώθη στενὸν ἔῃ, ἀνάγκη ἐν στενῷ κινευμένου τοῦ σώματος πηροῦσθαι κατ’ ἐκεῖνο τὸ χωρίον· ὥσπερ καὶ τῶν δένδρων ἅσσα ἐν τῇ γῇ ἐόντα μὴ ἔχει εὐρυχωρίην. ἀλλ’ ὑπὸ λίθου ἢ ὑπό τευ ἄλλου ἀποληφθῇ, ἀνατέλλον σκολιὸν γίνεται, ἢ τῇ μὲν παχὺ, τῇ δὲ λεπτόν· οὕτω δὴ ἔχει καὶ τὸ παιδίον, ἢν ἐν τῇσι μήτρῃσι κατά τι τοῦ σώματος στενότερον ἔῃ τὸ ἕτερον τοῦ ἑτέρου.
10. 子宮内で不具になった子供については、母親が胎児のいるあたりを打たれたり、転倒したり、あるいは他の何か暴力的な出来事が母親に加わったりしたことによって、押しつぶされて不具になったのだと私は主張する。もし押しつぶされたなら、その部分において子供は不具になる。もし胚がよりひどく押しつぶされ、それを包んでいる膜が破れたならば、胚は死滅する。あるいは、子供たちは次のような別の方法でも不具になる。すなわち、子宮内の、まさにその子が不具になった部位に対応する場所が狭い場合、狭い場所で身体が動かされることにより、その部位において不具にならざるを得ない。これは、土の中にある木の一部が十分な空間を持たず、石か他の何かに遮られた場合、伸びていくときに曲がってしまったり、ある部分は太く、別の部分は細くなったりするのと同じである。このように子供についても同様であり、もし子宮内で、身体のある部分が他の部分に比べてより狭くなっていれば、そのようになる。
11. Ὅτι δὲ, πεπηρωμένων ἀνθρώπων, ὑγιέα γίνονται τὰ παιδία, ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνει· ἔχει γὰρ τὸν ἀριθμὸν πάντα τὸ πεπηρωμένον τῷ ὑγιεῖ· ἐπὴν δέ τί οἱ νόσημα προσπέσῃ καὶ τοῦ ὑγροῦ αὐτοῦ, ἀφ’ οὗ τὸ σπέρμα γίνεται, τέσσαρες ἰδέαι ἐοῦσαι.3 ὁκόσαι ἐν φύσει ὑπῆρξαν, τὴν γονὴν οὐχ ὅλην παρέχουσιν, ἀσθενέστερον δὲ τὸ κατὰ τὸ πεπηρωμένον,4 οὐ θαῦμα δέ μοι δοκέει εἶναι καὶ πηρωθῆναι, καθάπερ ὁ τοκεύς. Ταῦτα δέ μοι ἐς τοῦτο εἰρέαται· ἀναβήσομαι δ’ αὖθις ὀπίσω ἐς τὸν λόγον ὃν ἔλεγον.
11. また、不具の人々から健康な子供が生まれるということは、たいていの場合に起こることである。なぜなら、不具の人間も健康な人間と同様に、すべての部分を持っているからである。しかし、もし何らかの病気がその人に降りかかり、精液が作られる当の液体のうち、本来自然に存在する4つの成分が精液を完全には提供せず、不具の部位に対応する成分がより弱くなっている場合には、親と同じように不具になることがあっても不思議ではないと私には思われる。これらのことは私によってこの点に関して述べられた。私は再び、私が語っていた元の議論へと戻ることにしよう。
- 9εἰ τῆς αὔξης αὐτοῦ ἔξω παρῄει
直説法過去を用いた条件節であり、過去の事実に関する条件「もしその成長に必要なものが外に漏れ出たならば」を表す。属格の名詞 αὔξης(成長)は、ここでは「成長に必要な熱や滋養」といった生体要素を指し、子宮が開く(χανουσέων)ことでそれが体外に喪失したことを示している。
- 9τοῦ καιροῦ
比較級形容詞 στενότεραι に係り、比較の対象を示す属格。名詞 καιρός はここでは「適度な割合、適切な度合い」を意味し、全体として「適切な基準よりも狭い」という意味になる。
- 11τέσσαρες ἰδέαι ἐοῦσαι
古代医学における四体液(血液、粘液、黄胆汁、黒胆汁)を指す、主格の分詞句(独立分詞句ではない)。主節の主語として機能し、動詞 παρέχουσιν に一致している。
- 11ἀσθενέστερον δὲ τὸ κατὰ τὸ πεπηρωμένον
不具の親から不具の子が生まれるメカニズムを説明する省略構文。τὸ κατὰ τὸ πεπηρωμένον(不具の部位に対応する精液の要素)を主語、形容詞 ἀσθενέστερον を述語とし、コピュラ(条件節内として γένηται など)が省略されている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
