Humanitext Reader

安提西尼 · 埃阿斯 §1-9

埃阿斯争夺阿喀琉斯铠甲的辩词

第 1 段,共 1 段 · 希腊语

内容简介

埃阿斯与奥德修斯争夺阿喀琉斯的武器。他谴责奥德修斯的懦弱与狡诈(偷盗神像),同时强调了自己在战场上的英勇与坦荡,并促请裁判官根据行动而非言辞做出公正的判决。

§1Ἐβουλόμην ἂν τοὺς αὐτοὺς ἡμῖν δικάζειν οἵπερ καὶ ἐν τοῖς πράγμασι παρῆσαν· οἶδα γὰρ ὅτι ἐμὲ μὲν ἔδει σιωπᾶν, τούτῳ δ᾿ οὐδὲν ἂν ἦν πλέον λέγοντι·
我本希望那些在事发现场亲自目睹的人来审判我们;因为我知道,如果是那样,我本该保持沉默,而这个人在说得再多也毫无所获。
νῦν δὲ οἱ μὲν παραγενόμενοι τοῖς ἔργοις αὐτοῖς ἄπεισιν, ὑμεῖς δὲ οἱ οὐδὲν εἰδότες δικάζετε.
然而现在,亲历了那些行为的人不在这里,而一无所知的你们却在进行审判。
καίτοι ποία τις ἂν δίκη δικαστῶν μὴ εἰδότων γένοιτο, καὶ ταῦτα διὰ λόγων;
然而,由一无所知的法官进行的审判,而且还要通过言词来进行,这会是怎样的审判呢?
τὸ δὲ πρᾶγμα ἐγίγνετο ἔργῳ.
但事情分明是通过行动发生的。
§2Τὸ μὲν οὖν σῶμα τοῦ Ἀχιλλέως ἐκόμισα ἐγὼ φέρων, τὰ δὲ ὅπλα ὅδε, ἐπιστάμενος ὅτι οὐ τῶν ὅπλων μᾶλλον ἐπεθύμουν οἱ Τρῶες ἀλλὰ τοῦ νεκροῦ κρατῆσαι.
因此,是我抬着并运回了阿喀琉斯的遗体,而这个男人运回了武器,因为我知道特洛伊人渴望夺取的是尸体,而不是武器。
τοῦ μὲν γὰρ εἰ ἐκράτησαν, ᾐκίσαντό τε ἂν τὸ σῶμα καὶ τὰ λύτρα τοῦ Ἕκτορος ἐκομίσαντο· τὰ δὲ ὅπλα τάδε οὐκ ἂν ἀνέθεσαν
因为如果他们夺取了尸体,他们就会凌辱尸体并收回赫克托耳的赎金;但这些武器,他们绝不会奉献给神明,而是会把它们藏起来,因为他们害怕这个所谓的“勇士”。
§3τοῖς θεοῖς ἀλλ᾿ ἀπέκρυψαν, δεδιότες τόνδε τὸν ἀγαθὸν ἄνδρα, ὃς καὶ πρότερον ἱεροσυλήσας αὐτῶν το ἄγαλμα τῆς θεοῦ νύκτωρ ὥσπερ τι καλὸν ἐργασάμενος ἐπεδείκνυτο τοῖς Ἀχαιοῖς.
他以前也曾趁夜偷走了他们的女神像,还像做了什么了不起的事一样向阿开亚人展示。
κἀγὼ μὲν ἀξιῶ λαβεῖν ἵν᾿ ἀποδῶ τὰ ὅπλα τοῖς φίλοις, οὗτος δὲ ἵν᾿ ἀποδῶται, ἐπεὶ χρῆσθαί γε αὐτοῖς οὐκ ἂν τολμήσειε·
我要求得到这些武器是为了将它们归还给朋友们,而他要求得到它们则是为了卖掉,因为他绝不敢使用它们。
δειλὸς γὰρ οὐδεὶς ἂν ἐπισήμοις ὅπλοις χρήσαιτο, εἰδὼς ὅτι τὴν δειλίαν αὐτοῦ ἐκφαίνει τὰ ὅπλα.
因为没有一个懦夫敢使用带有标记的武器,因为他知道武器会暴露他的懦弱。
§4Σχεδὸν μὲν οὖν ἐστιν ἅπαντα ὅμοια.
实际上,一切都差不多。
οἵ τε γὰρ διαθέντες τὸν ἀγῶνα φάσκοντες εἶναι βασιλεῖς περὶ ἀρετῆς κρίνειν ἐπέτρεψαν ἄλλοις, οἵ τε οὐδὲν εἰδότες δικάσειν ὑπισχνεῖσθε περὶ ὧν οὐκ ἴστε.
因为那些组织了这场竞争并自称为国王的人,把关于德行的审判委托给了他人;而一无所知的你们,却承诺对自己不了解的事情做出判决。
ἐγὼ δὲ ἐπίσταμαι τοῦτο, ὅτι οὐδεὶς ἂν βασιλεὺς ἱκανὸς ὢν περὶ ἀρετῆς κρίνειν ἐπιτρέψειεν ἄλλοις μᾶλλον ἤπερ ἀγαθὸς ἰατρὸς διαγνῶναι νοσήματα ἄλλῳ παρείη.
但我知道这一点:没有任何一个有能力对德行做出判决的国王会将其委托给他人,正如一个优秀的医生绝不会把诊断疾病的事情让给别人一样。
§5Καὶ εἰ μὲν ἦν μοι πρὸς ἄνδρα ὁμοιότροπον, οὐδ᾿ ἂν ἡττᾶσθαί μοι διέφερε·
如果我的对手是一个与我性格相似的人,那么即使失败对我来说也无所谓。
νῦν δ᾿ οὐκ ἔστιν ὃ διαφέρει πλέον ἐμοῦ καὶ τοῦδε.
但现在,没有比我和这个人之间差异更大的了。
ὁ μὲν γὰρ οὐκ ἔστιν ὅ τι ἂν δράσειε φανερῶς, ἐγὼ δὲ οὐδὲν ἂν λάθρᾳ τολμήσαιμι πρᾶξαι.
因为他绝不会公开做任何事,而我绝不敢在暗中做任何事。
κἀγὼ μὲν οὐκ ἂν ἀνασχοίμην κακῶς ἀκούων, οὐδὲ γὰρ κακῶς πάσχων, ὁ δὲ κἂν κρεμάμενος, εἰ κερδαίνειν τι μέλλοι·
我绝不能忍受被坏话诋毁,也绝不能忍受遭受虐待,但这个人只要能获得利益,即使被吊起来也会忍受。
§6ὅστις γε μαστιγοῦν παρεῖχε τοῖς δούλοις καὶ τύπτειν ξύλοις τὰ νῶτα καὶ πυγμαῖς τὸ πρόσωπον, κἄπειτα περιβαλόμενος ῥάκη, τῆς νυκτὸς εἰς τὸ τεῖχος εἰσδὺς τῶν πολεμίων, ἱεροσυλήσας ἀπῆλθε.
这个人曾让奴隶鞭打自己,用木棍抽打自己的后背,用拳头殴打自己的脸,然后披上破烂的衣服,在夜间潜入敌人的城墙,盗走神像后离去。
καὶ ταῦτα ὁμολογήσει ποιεῖν, ἴσως δὲ καὶ πείσει λέγων ὡς καλῶς πέπρακται.
而且他还会承认自己做了这些事,甚至可能通过说这些事做得很好来动摇你们。
ἔπειτα τῶν Ἀχιλλέως ὅπλων ὅδε ὁ μαστιγίας καὶ ἱερόσυλος ἀξιοῖ κρατῆσαι;
难道这个挨过鞭子的奴隶和盗墓贼竟然要求占有阿喀琉斯的武器吗?
§7Ἐγὼ μὲν οὖν ὑμῖν λέγω τοῖς οὐδὲν εἰδόσι κριταῖς καὶ δικασταῖς, μὴ εἰς τοὺς λόγους σκοπεῖν περὶ ἀρετῆς κρίνοντας, ἀλλ᾿ εἰς τὰ ἔργα μᾶλλον.
因此,我对你们这些一无所知的裁判和法官说,在评判德行时不要只看言辞,而要多看行动。
καὶ γὰρ ὁ πόλεμος οὐ λόγῳ κρίνεται ἀλλ᾿ ἔργῳ·
因为战争不是用言辞决定的,而是用行动决定的。
οὐδ᾿ ἀντιλέγειν ἔξεστι πρὸς τοὺς πολεμίους, ἀλλ᾿ ἢ μαχομένους δεῖ κρατεῖν ἢ δουλεύειν σιωπῇ.
对敌人不能回嘴,要么通过战斗取胜,要么默默地服从。
πρὸς ταῦτα ἀθρεῖτε καὶ σκοπεῖτε· ὡς, εἰ μὴ δικάσετε καλῶς, γνώσεσθε ὅτι οὐδεμίαν ἔχει §8λόγος πρὸς ἔργον ἰσχύν, οὐδ᾿ ἔστιν ὑμᾶς ὅ τι λέγων ἁνὴρ ὠφελήσει, εἴσεσθε δὲ ἀκριβῶς ὅτι δι᾿ ἀπορίαν ἔργων πολλοὶ καὶ μακροὶ λόγοι λέγονται.
看清这些并深思吧;因为如果你们不公正地审判,你们就会知道,言辞对行动没有任何力量,也没有任何男人的言辞能对你们有所帮助,而且你们会确切地知道,正是因为缺乏实际行动,人们才说出了许多长篇大论。
ἀλλ᾿ ἢ λέγετε ὅτι οὐ ξυνίετε τὰ λεγόμενα, καὶ ἀνίστασθε, ἢ δικάζετε ὀρθῶς.
你们要么承认听不懂所说的话并退席,要么就做出公正的裁决。
καὶ ταῦτα μὴ κρύβδην φέρετε, ἀλλὰ φανερῶς, ἵνα γνῶτε ὅτι καὶ αὐτοῖς τοῖς δικάζουσι δοτέα δίκη ἐστίν, ἂν μὴ δικάσωσιν ὀρθῶς.
而且不要秘密投票,而要公开进行,这样你们就会明白,如果法官不能公正裁决,法官自己也必须接受惩罚。
κἄπειτ᾿ ἴσως γνώσεσθε ὅτι οὐ κριταὶ τῶν λεγομένων ἀλλὰ δοξασταὶ κάθησθε.
然后,你们或许就会知道,你们坐在这里并不是所说之事的裁决者,而只是揣测者。
§9ἐγὼ δὲ διαγιγνώσκειν μὲν ὑμῖν περὶ ἐμοῦ καὶ τῶν ἐμῶν ἐπιτρέπω, διαδοξάζειν δὲ ἅπασιν ἀπαγορεύω, καὶ ταῦτα περὶ ἀνδρὸς ὃς οὐχ ἑκὼν ἀλλ᾿ ἄκων ἀφῖκται εἰς Τροίαν, καὶ περὶ ἐμοῦ ὃς πρῶτος ἀεὶ καὶ μόνος ἄνευ τείχους τέταγμαι.
我允许你们对我及我的事情做出判断,但我禁止所有人进行无端的揣测,尤其是针对一个不是自愿而是被迫来到特洛伊的男人,以及针对我这个始终站在最前线、独自一人且在没有防线保护的情况下坚守的人。

词汇与语法注释

  1. 1Ἐβουλόμην ἂν — 指示式过去未完成时搭配 ἄν,表示未实现的或与事实相反的愿望(“我本希望……,但事实并非如此”)。
  2. 1τούτῳ δ᾿ οὐδὲν ἂν ἦν πλέον λέγοντι — πλέον εἶναι 是一个惯用语,意为“更有利、有益”。分词 λέγοντι 起条件从句的作用(“即使他说了”),与 οὐδὲν ἂν ἦν 共同构成反事实条件句。
  3. 3ἵν᾿ ἀποδῶ ... ἵν᾿ ἀποδῶται — 对比了同一个动词 ἀποδίδωμι(归还、交付)的主动语态虚拟语气 ἀποδῶ(“归还、给予”)与中动语态虚拟语气 ἀποδῶται(具有中动语态特有的“卖掉、变卖”之意)。
  4. 4μᾶλλον ἤπερ ... ἄλλῳ παρείη — παρείη 是 παρίημι(委托、让给)的第三人称单数现在祈愿时。在连词 ἤπερ(“比……更”)后,不带 ἄν 的祈愿时用于表示假设或一般性的类比(“正如优秀的医生不至于将诊断让给他人”)。
  5. 8καὶ ταῦτα μὴ κρύβδην φέρετε — 在动词 φέρετε(携带、投下)之后省略了宾语 ψῆφον(“选票、石子”),构成了“投票”的惯用表达。

引用这一段

安提西尼, 埃阿斯 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0591.1st1K001.humanitext-grc1:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。