§6.36.1Ἡ Ἀσία, ἡ Εὐρώπη γωνίαι τοῦ κόσμου· πᾶν πέλαγος σταγὼν τοῦ κόσμου· Ἄθως βωλάριον τοῦ κόσμου· πᾶν τὸ ἐνεστὼς τοῦ χρόνου στιγμὴ τοῦ αἰῶνος.
亚洲、欧洲是宇宙的角落;所有的海洋是宇宙的一滴水;阿索斯山是宇宙的一小块泥土;当前的所有时间是永恒的一个瞬间。
πάντα μικρά, εὔτρεπτα, ἐναφανιζόμενα.
一切都是微小的、易变的、转瞬即逝的。
Πάντα ἐκεῖθεν ἔρχεται, ἀπ’ ἐκείνου τοῦ κοινοῦ ἡγεμονικοῦ ὁρμήσαντα ἣ κατ’ ἐπακολούθησιν.
一切都来自彼处,源于那个共同的支配力量,或是直接产生,或是作为伴随的结果。
καὶ τὸ χάσμα οὖν τοῦ λέοντος καὶ τὸ δηλητήριον καὶ πᾶσα κακουργία ὡς ἄκανθα, ὡς βόρβορος, ἐκείνων ἐπιγεννήματα τῶν σεμνῶν καὶ καλῶν.
因此,狮子张开的口、毒药,以及像荆棘和泥泞般的一切危害,都是那些庄严和美丽事物的副产物。
μὴ οὖν αὐτὰ ἀλλότρια τούτου οὗ σέβεις φαντάζου, ἀλλὰ τὴν πάντων πηγὴν ἐπιλογίζου.
所以,不要把这些想象为与你所敬畏者格格不入的异物,而要思考万物的源泉。