Humanitext Reader

亚历山太的革利免 · 致新受洗者 §1-6

关于静谧、节制与忍耐试炼的劝勉

第 1 段,共 1 段 · 希腊语

内容简介

劝诫信徒(修道者)保持内心的静谧、言行适度、信赖神明、抑制肉体欲望,并在疾病与逆境中保持坚强的灵魂与慈悲之心。

§1Ἡσυχίαν μὲν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἔργοις, ὡσαύτως δὲ ἐν γλώττῃ καὶ βαδίσματι·
在言语上要修行静谧,在行为上亦要如此,同样在言辞与步态中也该如此。
σφοδρότητα δὲ ἀπόφευγε προπετῆ·
要避免轻率的暴躁。
οὕτως γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος, καὶ οὐχ ὑπὸ τῆς σφοδρότητος ταραχώδης γενόμενος ἀσθενὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν καὶ σκοτεινὸν ὁρῶν οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, ἡττηθήσεται δὲ ἐπιζέοντος θυμοῦ, ἡττηθήσεται δὲ τῶν ἄλλων παθῶν, ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος.
因为这样,心智将保持稳固,而不会因暴躁变得混乱、软弱、智慧不足、视线阴暗;也不会屈服于暴食,不屈服于沸腾的愤怒,亦不屈服于其他的激情,沦为它们现成的猎物。
τὸν γὰρ νοῦν δεῖ τῶν παθῶν ἐπικρατεῖν ὑψηλὸν ἐπὶ ἡσύχου θρόνου καθήμενον ἀφορῶντα πρὸς θεόν.
因为心智应当高坐在宁静的宝座上,仰望着神,来战胜那些激情。
μηδὲν ὀξυχολίας ἀνάπλεος ἔσο περὶ ὀργάς, μηδὲ νωθρὸς ἐν λόγοις, μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος, ἵνα σοι ῥυθμὸς ἀγαθὸς τὴν ἡσυχίαν κοσμῇ καὶ θειῶδές τι καὶ ἱερὸν τὸ σχῆμα φαίνηται.
在愤怒上,绝不要充满急躁,言语上不要怠惰,步态中也不要充满迟疑,好让优美的节奏装饰你的静谧,使你的仪态显得神圣而庄严。
φυλάττου δὲ καὶ τῆς ὑπερηφανίας τὰ σύμβολα, σχῆμα ὑψαυχενοῦν καὶ κεφαλὴν ἐξηρμένην καὶ βῆμα ποδῶν ἁβρὸν καὶ μετέωρον.
也要防范傲慢的迹象,如昂首之姿、抬高之头、奢华而飘忽的步履。
§2Ἤπιά σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα, καὶ προσηγορίαι γλυκεῖαι· αἰδὼς δὲ πρὸς γυναῖκας καὶ βλέμμα τετραμμένον εἰς γῆν.
对邂逅之人,你的言语应当温和,问候应当亲切;对妇女要保持敬重,目光低垂。
λάλει δὲ περιεσκεμμένως ἅπαντα, καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου, τῇ χρείᾳ τῶν ἀκουόντων τὸ φθέγμα μετρῶν, ἄχρι ἂν καὶ ἐξάκουστον ᾖ, καὶ μήτε διαφεῦγον τὴν ἀκοὴν τῶν παρόντων ὑπὸ σμικρότητος, μήτε ὑπερβάλλον μείζονι τῇ κραυγῇ.
说话要深思屈虑,用声音传递有益之事,根据听者的需要来调节音量,只要能被听清即可,既不因声音过小而无法让在场者听到,也不因声音过大而成为喧嚷。
φυλάττου δὲ ὅπως μηδέν ποτε λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενόησας·
要小心,绝不要说出未经深思熟虑和预先考虑的话。
μηδὲ προχείρως καὶ μεταξὺ τῶν τοῦ ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ δεῖ γὰρ ἀνὰ μέρος ἀκούειν καὶ διαλέγεσθαι, χρόνῳ μερίζοντα λόγον καὶ σιωπήν·
不要轻率地在别人的话语中间插嘴。 因为应当轮流倾听和交谈,用时间来划分言语和沉默。
μάνθανε δὲ ἀσμένως, καὶ ἀφθόνως δίδασκε, μηδὲ ὑπὸ φθόνου ποτὲ σοφίαν ἀποκρύπτου πρὸς τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο δι’ αἰδῶ.
要乐于学习,慷慨执教,绝不要因嫉妒而对他人隐瞒智慧,也不要因为害羞而放弃学习。
ὕπεικε πρεσβυτέροις ἴσα πατράσιν· τίμα θεράποντας θεοῦ· κάταρχε σοφίας καὶ ἀρετῆς.
服从长辈如同顺从父亲;尊敬神的仆人;率先践行智慧与美德。
μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους, μηδὲ χλευαστὴς κατ’ αὐτῶν καὶ γελωτοποιός·
对朋友不要好斗,也不要嘲弄或取笑他们。
ψεῦδος δὲ καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραίτου·
要坚决拒绝谎言、欺骗与傲慢。
σὺν εὐφημίᾳ δὲ φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν ὡς πρᾷός τε καὶ μεγαλόψυχος ἀνήρ.
作为温和而高尚的人,要以善言容忍傲慢与无礼之人。
§3Κείσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα καὶ λόγοι, καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ, καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς τε καὶ πράξεως.
愿你的一切行为与言语都归于神,将你的一切都归功于基督,频频将灵魂转向神,将心智寄托在基督的力量中,如同在港口中,在救主的神圣光辉里,从一切言语和行为中得到安息。
καὶ μεθ’ ἡμέραν πολλάκις μὲν ἀνθρώποις κοίνου τὴν σεαυτοῦ φρόνησιν, θεῷ δὲ ἐπὶ πλεῖστον ἐν νυκτὶ ὁμοίως καὶ ἐν ἡμέρᾳ·
在白天,应当常常与人分享你的智慧,而对神,则在夜间和白天都要奉献最多的时间。
μὴ γὰρ ὕπνος σε ἐπικρατείτω πολὺς τῶν πρὸς θεὸν εὐχῶν τε καὶ ὕμνων· θανάτῳ γὰρ ὁ μακρὸς ὕπνος ἐφάμιλλος.
因为不要让沉睡战胜了你对神的祈祷和赞美,因为长眠与死亡无异。
μέτοχος Χριστοῦ ἀεὶ καθίστασο τοῦ τὴν θείαν αὐγὴν καταλάμποντος ἐξ οὐρανοῦ·
要始终分享那从天上降下神圣光辉的基督。
εὐφροσύνη γὰρ ἔστω σοι διηνεκὴς καὶ ἄπαυστος ὁ Χριστός.
愿基督成为你恒久不息的喜悦。
§4Μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ ποτῶν ἀνέσει, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες.
在宴乐与饮酒的放任中,不要松懈灵魂的紧张,要认为身体所需的就已经足够。
καὶ μὴ πρόσθεν ἐπείγου πρὸς τροφὰς πρὶν ἢ καὶ δείπνου παρῇ καιρός·
在晚餐时间到来之前,不要急于进食。
ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προσέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα·
愿你的晚餐是面包,并配以地上的草木和树上的时令果实。
ἴθι δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐπιφαίνων·
要安详地去进食,不要表现出疯狂的暴食。
μηδὲ σαρκοβόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσος τις ἴασιν ἐπὶ ταύτην ἄγοι.
不要成为嗜肉者或好酒者,除非有某种疾病需要以此作为治疗。
ἀλλ’ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ τῇ παρὰ θεοῦ σοι χορηγουμένας σοφίᾳ, οὐράνιός τε ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν.
相反,要用神赐予你的智慧,选择在神圣话语和赞美中的喜悦,来代替这些娱乐中的快乐。 愿天上的思虑始终将你提升到天上。
§5Καὶ τὰς πολλὰς περὶ σώματος ἀνίει μερίμνας τεθαρσηκὼς ἐλπίσι ταῖς πρὸς θεόν, ὅτι σοί γε τὰ ἀναγκαῖα παρέξει διαρκῆ τροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξητήρια.
也要放下对身体的诸多忧虑,信赖对神的希望,因为祂定会为你提供生命所需的充足食物、身体的遮蔽以及御寒之物。
τοῦ γὰρ δὴ σοῦ βασιλέως γῆ τε ἅπασα καὶ ὅσα ἐκφύεται·
因为整片大地及其中生长的一切,实际上都属于你的君王。
ὡς μέλη δὲ αὑτοῦ τῶν αὑτοῦ θεραπόντων ὑπερβαλλόντως περιέπει καθάπερ ἱερὰ καὶ ναοὺς αὑτοῦ.
祂将自己的仆人视为自己的肢体,如同祂自己的圣所和殿宇般无比珍视地呵护。
διὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλούσας δέδιθι μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου·
因此,不要惧怕过度的疾病,也不要惧怕随时光而来的衰老。
παύσεται γὰρ καὶ νόσος, ὅταν ὁλοψύχῳ προθέσει ποιῶμεν τὰς αὐτοῦ ἐντολάς.
因为当我们以全心全意的志向践行祂的诫命时,疾病也将平息。
§6Ταῦτα εἰδὼς καὶ πρὸς νόσους ἰσχυρὰν κατασκεύαζε τὴν ψυχήν, εὐθάρσησον ὥσπερ τις ἀνὴρ ἐν σταδίοις ἄριστος ἀτρέπτῳ τῇ δυνάμει τοὺς πόνους ὑφίστασθαι.
明白这些,就要让你的灵魂做好坚强面对疾病的准备,要像竞技场上最优秀的男子那样充满勇气,以不可动摇的力量去承受痛苦。
μηδὲ ὑπὸ λύπης πάνυ πιέζου τὴν ψυχήν, εἴτε νόσος ἐπικειμένη βαρύνει εἴτε ἄλλο τι συμπίπτει δυσχερές, ἀλλὰ γενναίως ἀνθίστα τοῖς πόνοις τὸ νόημα, χάριτας ἀνάγων θεῷ καὶ ἐν μέσοις τοῖς ἐπιπόνοις πράγμασι ἅτε δὴ σοφώτερά τε ἀνθρώπων φρονοῦντι καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾴδιον ἀνθρώποις εὑρεῖν.
也不要让灵魂完全被悲伤压垮,无论是因为疾病缠身,还是其他困难降临。 相反,要以心智勇敢地对抗痛苦,向神献上感谢,即便在艰难困苦的事务中,也要深知神的心思比人更智慧,且是人无法轻易发现的。
ἐλέει δὲ κακουμένους, καὶ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν ἐπ’ ἀνθρώποις αἰτοῦ· ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν χάριν, καὶ τοῖς κακουμένοις ἐπικουρίαν παρέξει, τὴν αὑτοῦ δύναμιν γνώριμον ἀνθρώποις καθιστάναι βουλόμενος, ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντες ἐπὶ θεὸν ἀνίωσιν καὶ τῆς αἰωνίου μακαριότητος ἀπολαύσωσιν, ἐπειδὰν ὁ τοῦ θεοῦ υἱὸς παραγένηται ἀγαθὰ τοῖς ἰδίοις ἀποκαθιστῶν.
要怜悯受难者,并为人们向神祈求帮助。 因为神会应允寻求帮助的朋友的恩典,并为受难者提供援助,祂渴望将自己的力量显现给世人,好让他们认识神并皈依祂,享受永远的福乐,直到神的儿子降临,为祂自己的人恢复一切美好。

词汇与语法注释

  1. 1τῶν παθῶν — 表示统治或主导的动词 ἐπικρατεῖν 支配属格。在此 τῶν παθῶν 作为宾语,意为“统治各种激情”。
  2. 2ὅπως μηδέν ποτε λαλήσῃς — 这是 ὅπως 加上虚拟式(或将来直陈式)的句式,作为动词 φυλάττου(“小心、防范”)的宾语从句,表示否定性的戒备,意为“小心绝不要说……”。
  3. 4ὁπότε μὴ νόσος τις ἴασιν ἐπὶ ταύτην ἄγοι — 时间-条件连词 ὁπότε 在此与希求式 ἄγοι(源自 ἄγω)连用,表示泛指或假设性条件,作为例外条款:“除非某种疾病引导以此作为治疗”。
  4. 6ἅτε δὴ σοφώτερά τε ἀνθρώπων φρονοῦντι — 连词 ἅτε δή 与分词(此处为 φρονοῦντι)连用,表示客观且确凿的原因(“因为实际上……”)。与格单数阳性分词 φρονοῦντι 与前句中作为感谢对象的与格 θεῷ 一致。

引用这一段

亚历山太的革利免, 致新受洗者 §1-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0555.tlg008.humanitext-grc2:1-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。