Humanitext Reader

波利比奥斯 · 历史 §9.1.1-9.1.6

政治史的选择与叙事单一性的辩解

第 600 段,共 1311 段 · 希腊语

内容简介

作者在开始叙述上述奥林匹亚期的显著事迹时,承认自己的历史著作因仅专注于具体政治事迹而显得单一,并解释了自己为何放弃谱系和建城等其他历史部门、而专攻政治历史的原因。

§9.1.1αἱ μὲν οὖν ἐπιφανέσταται πράξεις τῶν ὑπὸ τῆς προειρημένης ὀλυμπιάδος περιληφθεισῶν καὶ τοῦ τετραετοῦς διαστήματος, ὅ φαμεν δεῖν ὀλυμπιάδα νομίζειν, εἰσὶν αὗται·
因而,在上述奥林匹亚期以及我们认为应当视作奥林匹亚期的四年期间内,所包揽的事迹中最显著者即是这些。
περὶ ὧν ἡμεῖς ἐν δυσὶ βυβλίοις πειρασόμεθα ποιεῖσθαι τὴν ἐξήγησιν.
关于这些,我们将在两卷书里努力进行阐述。
§9.1.2οὐκ ἀγνοῶ δὲ διότι συμβαίνει τὴν πραγματείαν ἡμῶν ἔχειν αὐστηρόν τι καὶ πρὸς ἓν γένος ἀκροατῶν οἰκειοῦσθαι καὶ κρίνεσθαι διὰ τὸ μονοειδὲς τῆς συντάξεως.
但我并非不知,由于我们著作结构单一,致使其显得有些枯燥,且仅契合于一类读者,并由其做出评判。
§9.1.3οἱ μὲν γὰρ ἄλλοι συγγραφεῖς σχεδὸν ἅπαντες, εἰ δὲ μή γʼ, οἱ πλείους, πᾶσι τοῖς τῆς ἱστορίας μέρεσι χρώμενοι πολλοὺς ἐφέλκονται πρὸς ἔντευξιν τῶν ὑπομνημάτων.
因为其他几乎所有的历史学家,即便不是全部,其大多数也都在使用历史的所有部门,以此吸引许多人来阅读其备忘录。
§9.1.4τὸν μὲν γὰρ φιλήκοον ὁ γενεαλογικὸς τρόπος ἐπισπᾶται, τὸν δὲ πολυπράγμονα καὶ περιττὸν ὁ περὶ τὰς ἀποικίας καὶ κτίσεις καὶ συγγενείας, καθά που καὶ παρʼ Ἐφόρῳ λέγεται, τὸν δὲ πολιτικὸν ὁ περὶ τὰς πράξεις τῶν ἐθνῶν καὶ πόλεων καὶ δυναστῶν.
因为喜爱听闻者会被谱系式的风格所吸引,而好探求和求知欲强者则会被关于殖民、建城和宗族关系的叙述所吸引(正如埃福罗斯在某处也曾说过的),至于关心政治者,则会被关于各民族、城市和统治者的事迹的叙述所吸引。
§9.1.5ἐφʼ ὃν ἡμεῖς ψιλῶς κατηντηκότες καὶ περὶ τοῦτον πεποιημένοι τὴν ὅλην τάξιν, πρὸς ἓν μέν τι γένος, ὡς προεῖπον, οἰκείως ἡρμόσμεθα, τῷ δὲ πλείονι μέρει τῶν ἀκροατῶν ἀψυχαγώγητον παρεσκευάκαμεν τὴν ἀνάγνωσιν.
我们单纯致力于此,并围绕这一方面做出了全部规划,如我前文所说,我们确实恰当地契合了一类读者,但对于大多数读者来说,我们却使这种阅读变得索然无味。
§9.1.6τίνος δὲ χάριν τἄλλα μέρη τῆς ἱστορίας ἀποδοκιμάσαντες αὐτὰ τὰ κατὰ τὰς πράξεις προειλάμεθα γράφειν, ἐν ἑτέροις ἡμῖν εἴρηται διὰ πλειόνων, κεφαλαιωδῶς γε μὴν οὐδὲν ἐπέχει καὶ νῦν ἐμφάσεως χάριν ὑπομνῆσαι τοὺς ἀκούοντας.
至于我们为何排斥历史的其他部分,而偏偏选择撰写关于这些具体事迹的内容,已在其他地方做过更详细的说明,不过以概要的方式在此时重提以向听众强调之,也并无不可。

词汇与语法注释

  1. §9.1.1τῶν ὑπὸ τῆς προειρημένης ὀλυμπιάδος περιληφθεισῶν — 阴性分词 περιληφθεισῶν(被包揽、被收录)修饰省略的名词 πράξεων(事迹),或自身作实质化处理,与主句中的 αἱ ἐπιφανέσταται πράξεις(最显著的事迹)呼应,并与后面的 τοῦ τετραετοῦς διαστήματος(四年期间)一同限定了这些事迹所属的时间范围。
  2. §9.1.2διότι — 此处的连词 διότι 并非古典希腊语中常见的“因为”(表示原因),而是起到了类似于 ὅτι 的作用(引导名词性从句,常见于后期的通用希腊语),用以引导 οὐκ ἀγνοῶ(我并非不知)的宾语。
  3. §9.1.5ἐφʼ ὃν ἡμεῖς ψιλῶς κατηντηκότες — 关系代词 ὅν 的先行词是前一节中提到的政治性叙述风格(ὁ περὶ τὰς πράξεις... τρόπος)。介词 ἐπί 加宾格与现在完成时分词 κατηντηκότες(源自 καταντάω)连用,表示局限于或专注于这一特定的历史撰写类型。
  4. §9.1.6οὐδὲν ἐπέχει — 这是动词 ἐπέχω 与不定式(ὑπομνῆσαι)连用的非人称用法,表示“并无妨碍”或“重提也未尝不可”。

引用这一段

波利比奥斯, 历史 §9.1.1-9.1.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.1.1-9.1.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。