§5.63.1παρασκευάς. λοιπὸν δὲ συνεδρεύσαντες οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον, οἱ τότε προεστῶτες τῆς βασιλείας, ἐκ τῶν ἐνδεχομένων τὸ δυνατὸν ἔλαβον πρὸς τὸ παρόν.
在此情况下,当时掌管朝政的阿加托克利斯和索西比乌斯召集会议,根据可能的情况,采取了目前最有效的对策。
§5.63.2ἐβουλεύσαντο γὰρ γίνεσθαι μὲν περὶ τὴν τοῦ πολέμου παρασκευήν, ἐν δὲ τῷ μεταξὺ διαπρεσβευόμενοι κατεκλύειν τὸν Ἀντίοχον, συνεργοῦντες κατὰ τὴν ἔμφασιν τῇ προϋπαρχούσῃ περὶ αὐτὸν ὑπὲρ τοῦ Πτολεμαίου διαλήψει·
因为他们决定一方面着手进行战争准备,另一方面在期间通过派遣使节来安抚安条克,并在表面上顺应他对托勒密预先抱有的看法。
§5.63.3αὕτη δʼ ἦν ὡς πολεμεῖν μὲν οὐκ ἂν τολμήσαντος, διὰ λόγου δὲ καὶ τῶν φίλων διδάξοντος καὶ πείσοντος αὐτὸν ἀποστῆναι τῶν κατὰ Κοίλην Συρίαν τόπων.
这种看法是:托勒密绝不敢发动战争,而是会通过言辞和朋友们,试图说服和劝导他撤出柯里叙利亚地区。
§5.63.4κριθέντων δὲ τούτων οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον ἐπὶ τοῦτο τὸ μέρος ταχθέντες ἐξέπεμπον ἐπιμελῶς τὰς πρεσβείας πρὸς τὸν Ἀντίοχον.
决定做出后,负责此项任务的阿加托克利斯和索西比乌斯等人便悉心向安条克派遣使节。
§5.63.5ἅμα δὲ διαπεμψάμενοι πρός τε Ῥοδίους καὶ Βυζαντίους καὶ Κυζικηνούς, σὺν δὲ τούτοις Αἰτωλούς, ἐπεσπάσαντο πρεσβείας ἐπὶ τὰς διαλύσεις.
与此同时,他们向罗得斯人、拜占庭人、库齐库斯人,以及埃托利亚人发出使者,敦促他们派遣使节来进行调停。
§5.63.6αἳ καὶ παραγενόμεναι μεγάλας αὐτοῖς ἔδοσαν ἀφορμάς, διαπρεσβευόμεναι πρὸς ἀμφοτέρους τοὺς βασιλεῖς, εἰς τὸ λαβεῖν ἀναστροφὴν καὶ χρόνον πρὸς τὰς τοῦ πολέμου παρασκευάς.
这些使节抵达后,在两位国王之间奔走协商,从而为他们争取战争准备的喘息机会和时间提供了极大的便利。
§5.63.7ταύταις τε δὴ κατὰ τὸ συνεχὲς ἐχρημάτιζον ἐν τῇ Μέμφει προκαθήμενοι, παραπλησίως δὲ καὶ τὰς παρὰ τῶν περὶ τὸν Ἀντίοχον ἀπεδέχοντο, φιλανθρώπως ποιούμενοι τὰς ἀπαντήσεις.
他们驻扎在孟菲斯,不断与这些使节会谈,同时也以同样的方式接待安条克一方的使者,并给予友好的回应。
§5.63.8ἀνεκαλοῦντο δὲ καὶ συνήθροιζον εἰς τὴν Ἀλεξάνδρειαν τοὺς μισθοφόρους τοὺς ἐν ταῖς ἔξω πόλεσιν ὑπʼ αὐτῶν μισθοδοτουμένους.
他们还召回并集结在亚历山大里亚那些由他们出资雇佣、驻扎在境外城市的雇佣兵。
§5.63.9ἐξαπέστελλον δὲ καὶ ξενολόγους καὶ παρεσκεύαζον τοῖς προϋπάρχουσι καὶ τοῖς παραγινομένοις τὰς σιταρχίας.
他们还派出了募兵官,并为原有的士兵和新抵达的士兵准备粮饷。
§5.63.10ὡσαύτως δὲ καὶ περὶ τὴν λοιπὴν ἐγίνοντο παρασκευήν, ἀνὰ μέρος καὶ συνεχῶς διατρέχοντες εἰς τὴν Ἀλεξάνδρειαν, ἵνα μηδὲν ἐλλίπῃ τῶν χορηγιῶν πρὸς τὰς προκειμένας ἐπιβολάς.
同样,他们也致力于其他的准备工作,轮流且不断地奔波于亚历山大里亚,以便为眼前的计划保证物资供给毫无短缺。
§5.63.11τὴν δὲ περὶ τὰ ὅπλα κατασκευὴν καὶ τὴν τῶν ἀνδρῶν ἐκλογὴν καὶ διαίρεσιν Ἐχεκράτει τῷ Θετταλῷ καὶ Φοξίδᾳ τῷ Μελιταιεῖ παρέδοσαν, §5.63.12ἅμα δὲ τούτοις Εὐρυλόχῳ τῷ Μάγνητι καὶ Σωκράτει τῷ Βοιωτίῳ· σὺν οἷς ἦν καὶ Κνωπίας Ἀλλαριώτης.
至于武器整备、兵员选拔和编制,他们交给了帖萨利人埃克克拉特斯和梅利特人福克西达斯,以及与他们同行的马格内西亚人欧律洛科斯和波奥蒂亚人苏格拉底,其中还有阿拉里亚人克诺皮亚斯。
§5.63.13εὐκαιρότατα γὰρ δὴ τούτων ἐπελάβοντο τῶν ἀνδρῶν, οἵτινες ἔτι Δημητρίῳ καὶ Ἀντιγόνῳ συστρατευόμενοι κατὰ ποσὸν ἔννοιαν εἶχον τῆς ἀληθείας καὶ καθόλου τῆς ἐν τοῖς ὑπαίθροις χρείας.
因为他们极其及时地任用了这些男子,这些人曾与德米特里和安提柯一同参军,对实际战斗以及野战中的一般事务有着相当深刻的理解。
§5.63.14οὗτοι δὲ παραλαβόντες τὸ πλῆθος ἐνδεχομένως ἐχείριζον καὶ στρατιωτικῶς.
这些人接管了这群士兵后,尽可能高效且专业地对他们进行了管理和训练。