Humanitext Reader

波利比奥斯 · 历史 §4.17.1-4.17.12

奇奈萨的党争与归国流亡者的叛国密谋

第 294 段,共 1311 段 · 希腊语

内容简介

在埃托利亚将军阿里斯顿假装不干涉的同时,多里马科斯等人抵达奇奈萨。在阿开亚同盟的同意下,长期陷入党争的奇奈萨人和解并召回了流亡者,但归国者随即密谋将城市出卖给埃托利亚人。

§4.17.1τὴν Ἀχαΐαν μετὰ τῶν Ἰλλυριῶν.
与伊利里亚人一同攻入了[阿开亚]。
ἀρίστων δʼ ὁ τῶν Αἰτωλῶν στρατηγός, οὐ προσποιούμενος οὐδὲν τῶν γινομένων, ἦγε τὴν ἡσυχίαν ἐπὶ τῆς οἰκείας, φάσκων οὐ πολεμεῖν τοῖς Ἀχαιοῖς, ἀλλὰ διατηρεῖν τὴν εἰρήνην, εὔηθες καὶ παιδικὸν πρᾶγμα ποιῶν·
埃托利亚人的将军阿里斯顿假装对发生的一切毫不知情,在自己国内保持闲静,声称自己并未与阿开亚人交战,而是在维持和平,其所作所为既愚蠢又幼稚。
§4.17.2δῆλον γὰρ ὡς εὐήθη καὶ μάταιον εἰκὸς φαίνεσθαι τὸν τοιοῦτον, ὅταν ὑπολαμβάνῃ τοῖς λόγοις ἐπικρύψασθαι τὰς τῶν πραγμάτων ἐναργείας.
因为,当这种人以为可以用言语来掩盖事实的昭然若揭时,他自然显得既愚蠢又徒劳。
§4.17.3οἱ δὲ περὶ τὸν Δωρίμαχον διὰ τῆς Ἀχαιάτιδος ποιησάμενοι τὴν πορείαν, ἧκον ἄφνω πρὸς τὴν Κύναιθαν.
多里马科斯及其同伙取道阿开亚地区进军,突然抵达了奇奈萨。
§4.17.4συνέβαινε δὲ τοὺς Κυναιθεῖς, ὄντας Ἀρκάδας, ἐκ πολλῶν χρόνων ἐν ἀκαταπαύστοις καὶ μεγάλαις συνεσχῆσθαι στάσεσι, καὶ πολλὰς μὲν κατʼ ἀλλήλων πεποιῆσθαι σφαγὰς καὶ φυγάς, πρὸς δὲ τούτοις ἁρπαγὰς ὑπαρχόντων,
恰好作为阿卡迪亚人的奇奈萨人,长期以来一直卷入无休止且剧烈的党争中,彼此进行了许多屠杀和驱逐,此外还有对财产的掠夺,以及土地的重新分配。
§4.17.5ἔτι δὲ γῆς ἀναδασμούς, τέλος δʼ ἐπικρατῆσαι τοὺς τὰ τῶν Ἀχαιῶν αἱρουμένους καὶ κατασχεῖν τὴν πόλιν, φυλακὴν ἔχοντας τῶν τειχῶν καὶ στρατηγὸν τῆς πόλεως ἐξ Ἀχαΐας.
最终,支持阿开亚人一方的人占了上风并控制了城市,由来自阿开亚的卫队把守城墙,并由其派任城市将军。
§4.17.6τούτων δʼ οὕτως ἐχόντων, ὀλίγοις ἔμπροσθεν χρόνοις τῆς τῶν Αἰτωλῶν παρουσίας διαπεμπομένων τῶν φυγάδων πρὸς τοὺς ἐν τῇ πόλει, καὶ δεομένων διαλυθῆναι πρὸς αὑτοὺς καὶ κατάγειν σφᾶς εἰς τὴν οἰκείαν,
在这些情况之下,就在埃托利亚人到达前不久,被流放者派遣使者联络城内的人,请求与他们和解,并允许自己返回家园。
§4.17.7πεισθέντες οἱ κατέχοντες τὴν πόλιν ἐπρέσβευον πρὸς τὸ τῶν Ἀχαιῶν ἔθνος, βουλόμενοι μετὰ τῆς ἐκείνων γνώμης ποιεῖσθαι τὰς διαλύσεις.
控制城市的人被说服了,便派遣使者前往阿开亚同盟,希望在获得他们同意的情况下达成和解。
§4.17.8[τῶν Ἀχαιῶν] ἐπιχωρησάντων δʼ ἑτοίμως διὰ τὸ πεπεῖσθαι σφίσιν ἀμφοτέρους εὐνοήσειν, ἅτε τῶν μὲν κατεχόντων τὴν πόλιν ἐν τοῖς Ἀχαιοῖς ἐχόντων πάσας τὰς ἐλπίδας, τῶν δὲ καταπορευομένων μελλόντων τυγχάνειν τῆς σωτηρίας διὰ τὴν τῶν Ἀχαιῶν συγκατάθεσιν,
[阿开亚人]爽快地准许了,因为他们确信双方都会对自己心存感激:毕竟控制城市的人将所有希望寄托在阿开亚人身上,而重返家园的人则是因为阿开亚人的同意才得以安全回归。
§4.17.9οὕτως ἀποστείλαντες τὴν παραφυλακὴν καὶ τὸν στρατηγὸν ἐκ τῆς πόλεως οἱ Κυναιθεῖς διελύσαντο καὶ κατήγαγον τοὺς φυγάδας, ὄντας σχεδὸν εἰς τριακοσίους, λαβόντες πίστεις τῶν παρʼ ἀνθρώποις νομιζομένων τὰς ἰσχυροτάτας.
就这样,奇奈萨人将守备队和将军打发出了城市,达成了和解,并接纳了将近三百名流亡者回归,同时举行了人类所公认的最庄严的誓约。
§4.17.10οἱ δὲ κατανοστήσαντες οὐχ ὡς αἰτίας ἢ προφάσεως ἐπιγενομένης τοῦ δοκεῖν ἄλλης διαφορᾶς ἀρχὴν αὐτοῖς τινα γεγενῆσθαι, τὸ δʼ ἐναντίον παραχρῆμα κατελθόντες εὐθέως ἐπεβούλευον τῇ πατρίδι καὶ τοῖς σώσασι.
然而,回归的人甚至没有等待任何后续的原因或借口出现,以作为他们产生新纷争的起因,相反,他们一回来,便立即对祖国和拯救他们的人展开了阴谋。
§4.17.11καί μοι δοκοῦσι, καθʼ ὃν καιρὸν ἐπὶ τῶν σφαγίων τοὺς ὅρκους καὶ τὰς πίστεις ἐδίδοσαν ἀλλήλοις, τότε μάλιστα διανοεῖσθαι περί τε τῆς εἰς τὸ θεῖον καὶ τοὺς πιστεύσαντας ἀσεβείας.
在我看来,就在他们对着牺牲祭品相互许下誓言和保证的时候,他们心中最在策划的,正是对神明以及信任他们的人的背叛与不敬。
§4.17.12ἅμα γὰρ τῷ μετασχεῖν τῆς πολιτείας εὐθέως ἐπεσπῶντο τοὺς Αἰτωλοὺς καὶ τούτοις ἔπραττον τὴν πόλιν, σπεύδοντες τοὺς σώσαντας ἅμα καὶ τὴν θρέ
因为他们一分享到公民权,便立即引狼入室般招揽埃托利亚人,向其出卖城市,急于将拯救他们的人以及抚育他们的[祖国]一同毁灭——

词汇与语法注释

  1. 4.17.1οὐ προσποιούμενος οὐδὲν τῶν γινομένων — 意为“假装对发生的一切毫不知情(或毫无关联)”。分词 προσποιούμενος 与 οὐδέν 连用,表现了阿里斯顿假装什么都没发生、或与己无关的伪善态度。
  2. 4.17.4συνεσχῆσθαι στάσεσι — 完成时被动不定式 συνεσχῆσθαι(源自 συνέχω,“紧缚、卷入”)作为对格不定式短语的谓语动词,受非人称动词 συνέβαινε(“发生……的情况”)支配。这表明了奇奈萨人长期以来“被牢牢束缚并持续卷入”党争(στάσεσι)之中的状态。
  3. 4.17.8[τῶν Ἀχαιῶν] ἐπιχωρησάντων — 文本中的括号 `[τῶν Ἀχαιῶν]` 是现代版本中为了补充抄本中缺失的属格独立结构(genitive absolute)的主语而添加的,后接表示原因的连接词短语(διὰ τὸ πεπεῖσθαι...)。
  4. 4.17.12τὴν θρέ- — 原文在此处中断(由于抄本残缺)。据推测,原本后面接有表示“抚育他们的(祖国)”之意的 τὴν θρέψασαν [πατρίδα]等表达。

引用这一段

波利比奥斯, 历史 §4.17.1-4.17.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.17.1-4.17.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。