Humanitext Reader

波利比奥斯 · 历史 §38.20.1-38.20.11

哈斯德鲁巴的投降与妻子的自尽

第 1301 段,共 1311 段 · 希腊语

内容简介

迦太基将军哈斯德鲁巴向西庇阿投降,西庇阿借此向旁人阐述命运的教训。随后,哈斯德鲁巴的妻子挺身而出,强烈谴责其背叛行为,并带着孩子们投火自尽。

§38.20.1ὅτι τοῦ Ἀσδρούβου τοῦ τῶν Καρχηδονίων στρατηγοῦ ἱκέτου παραγενομένου τοῖς τοῦ Σκιπίωνος γόνασιν, ὁ στρατηγὸς ἐμβλέψας εἰς τοὺς συνόντας "ὁρᾶτʼ" ἔφη "τὴν τύχην, ὦ ἄνδρες, ὡς ἀγαθὴ παραδειγματίζειν ἐστὶ τοὺς ἀλογίστους τῶν ἀνθρώπων.
当迦太基人的将军哈斯德鲁巴作为恳求者跪在西庇阿膝下时,将军看着身边的人说:“诸位,你们看,命运是多么善于给那些轻率的人提供教训。
§38.20.2οὗτός ἐστιν Ἀσδρούβας ὁ νεωστὶ πολλῶν αὐτῷ καὶ φιλανθρώπων προτεινομένων ὑφʼ ἡμῶν ἀπαξιῶν, φάσκων δὲ κάλλιστον ἐντάφιον εἶναι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ, νῦν πάρεστι μετὰ στεμμάτων δεόμενος ἡμῶν τυχεῖν τῆς ζωῆς καὶ πάσας τὰς ἐλπίδας ἔχων ἐν ἡμῖν.
这个人就是哈斯德鲁巴,不久前当我们向他提出许多宽大的条件时,他还不屑一顾,声称祖国及其烈火是最好的寿衣;而现在,他却带着恳求者的花环来到这里,乞求我们留他一命,并把所有的希望都寄托在我们身上。
§38.20.3ἃ τίς οὐκ ἂν ὑπὸ τὴν ὄψιν θεασάμενος ἐν νῷ λάβοι διότι δεῖ μηδέποτε λέγειν μηδὲ πράττειν μηδὲν ὑπερήφανον ἄνθρωπον ὄντα;
任何人亲眼目睹这一幕,谁能不记在心里:作为人,决不可说任何傲慢的话,也不可做任何傲慢的事?
§38.20.4"καὶ προελθόντες τινὲς τῶν αὐτομόλων ἐπὶ τὸ πέρας τοῦ τέγους παρῃτοῦντο τοὺς προμαχομένους ἀνασχεῖν μικρόν·
” 此时,几名逃兵走到屋顶边缘,请求前方交战的人暂停片刻。
§38.20.5τοῦ δὲ στρατηγοῦ κελεύσαντος ἐπισχεῖν, ἤρξαντο τὸν Ἀσδρούβαν λοιδορεῖν οἱ μὲν εἰς ἐπιορκίαν, φάσκοντες αὐτὸν πολλάκις ἐπὶ τῶν ἱερῶν ὀμωμοκέναι μὴ προλείψειν αὐτούς, οἱ δʼ εἰς ἀνανδρίαν καὶ καθόλου τὴν τῆς ψυχῆς ἀγεννίαν·
当将军下令暂停时,他们开始辱骂哈斯德鲁巴,有的指责他背誓,说他曾多次对着神圣之物发誓绝不抛弃他们,有的则指责他懦弱和灵魂的彻底卑劣。
§38.20.6καὶ ταῦτʼ ἐποίουν μετὰ χλευασμοῦ καὶ λοιδορίας ἀσυροῦς καὶ δυσμενικῆς.
他们用嘲讽以及粗俗、充满敌意的谩骂来做这些事。
§38.20.7κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡ γυνὴ θεωροῦσα τὸν Ἀσδρούβαν προκαθήμενον μετὰ τοῦ στρατηγοῦ προῆλθεν ἐκ τῶν αὐτομόλων, αὐτὴ μὲν ἐλευθερίως καὶ σεμνῶς ἠμφιεσμένη, τοὺς δὲ παῖδας ἐν χιτωνίσκοις ἐξ ἑκατέρου τοῦ μέρους προσειληφυῖα ταῖς χερσὶ μετὰ τῶν ἰδίων ἐνδυμάτων.
就在这时,他的妻子看到哈斯德鲁巴和将军并排坐着,便从逃兵中走了出来。 她自己穿着体面而庄重,双手将孩子们连同衣服搂在自己身体的两侧。
§38.20.8καὶ τὸ μὲν πρῶτον ὀνομαστὶ προσεφώνει τὸν Ἀσδρούβαν, τοῦ δʼ ἀποσιωπῶντος καὶ νεύοντος εἰς τὴν γῆν, τὰς μὲν ἀρχὰς τοὺς θεοὺς ἐπεκαλεῖτο καὶ τῷ στρατηγῷ μεγάλας ἀπένεμε τὰς χάριτας, διότι τὸ μὲν ἐκείνου μέρος οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ τὰ τέκνα σῴζεται·
起初,她直呼哈斯德鲁巴的名字,但他默不作声,低头看地。 于是,她先是呼唤神明,并向将军表达了深切的谢意,因为就将军而言,不仅她自己,连她的孩子们也得以获救。
§38.20.9βραχὺ δʼ ἐπισχοῦσα τὸν Ἀσδρούβαν ἤρετο πῶς αὐτῇ μὲν φάσκων οὐδὲν κατʼ ἰδίαν παρὰ τοῦ στρατηγοῦ πορίζοιτο τὴν σωτηρίαν αὐτομολήσας, πῶς δʼ οὕτως ἀναισχύντως ἐγκαταλιπὼν τὰ πράγματα καὶ τοὺς ἀστοὺς αὐτῷ πιστεύοντας ὑπέλθοι πρὸς τοὺς πολεμίους,
但稍微停顿后,她质问哈斯德鲁巴,既然他说将军没有为她个人提供任何安全保障,他又是如何通过投降为自己谋得生路的? 他又是如何如此无耻地抛弃国家和信任他的市民,投奔敌人的?
§38.20.10πῶς δὲ παρὰ τούτοις τολμᾷ καθῆσθαι νῦν θαλλοὺς ἔχων πρὸς οὓς πολλάκις οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν, ἐν ᾗ συμβήσεται τὸν ἥλιον ἅμα καθορᾶν Ἀσδρούβαν ζῶντα καὶ τὴν πατρίδα πυρπολουμένην·
他又怎么敢拿着求和的树枝坐在这些人身边? 他曾多次对这些人宣称,太阳绝不会同时看到活着的哈斯德鲁巴和熊熊燃烧的祖国。
οὐ μὴν ἀλλʼ §38.20.11γε το!εινε δ φυλα ο?ι? ουσ?α?ν? συ πεποιηκας αισχρως δεγεπονειδιστως ηδε ρω και τα τεκνα πράξομεν κα τ?α?υ?τ?α? π?α?λ?ι?ν? εις αυτην επω λενων το σ? ν ον υ πο ου τει λασα του?ς α?υ? τοισα τε παντας συμπαθεις γενομενους τηι περπ?ε?τ?εια και η ας της τυχης ν δοξαι διαμ?
然而,无论如何,她将尽其所能,去守护你那以可耻和可鄙的方式背弃的尊严,她和孩子们都会这么做。 说罢,她便带着孩子们再次投投火海……使所有在场的人都对她的遭际深表同情,并认为她在命运的反复无常中死得体面而光荣。

词汇与语法注释

  1. §38.20.1ὡς ἀγαθὴ παραδειγματίζειν ἐστὶ — 由叹词 ὡς 引导的形容词 ἀγαθή 伴随动词不定式 παραδειγματίζειν(惩戒、示众),表示“擅长于做某事”或“适合于做某事”,其主语是 ἡ τύχη(命运)。
  2. §38.20.2κάλλιστον ἐντάφιον εἶναι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ — 此句为 φάσκων 的宾语,采用“对格加不定式”结构。这是希腊古典文学中非常著名的修辞陈套(源自希罗多德等人的传统),用以表达面对死亡时的爱国主义壮举:“祖国及其(毁灭的)烈火是最好的寿衣”。
  3. §38.20.8τὸ μὲν ἐκείνου μέρος — 包含指示代词 ἐκείνου 的对格副词性短语,意思是“就他而言”或“在他那一边”。这里指西庇阿将军一方的做法(即将军仁慈地保全了他们的性命)。
  4. §38.20.10πρὸς οὓς πολλάκις οὐδέποτε... — 在关系代词 πρὸς οὓς(针对他们,即罗马人)引导的从句中,省略了表示“说”或“发誓”的动词(如 ἔφη 或 ὤμοσεν),该省略动词支配了后续表示否定声明的“对格加不定式”结构(即“那一天决不会到来”)。
  5. §38.20.11γε το!εινε δ φυλα ο?ι? ουσ?α?ν?... — 此处的抄本存在严重破损。标准的校勘文本将其重构为:οὐ μὴν ἀλλά γε τό γ’ ἐφ’ ἑαυτῇ φυλάξουσα, ὃ σὺ πεποίηκας αἰσχρῶς καὶ ὀνειδίστως...(然而,她将尽其所能,去守护你那以可耻和可鄙的方式背弃的尊严……)。各语言译文均基于此学术重构完成。

引用这一段

波利比奥斯, 历史 §38.20.1-38.20.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:38.20.1-38.20.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。