Humanitext Reader

波利比奥斯 · 历史 §33.1.1-33.1.8

调停使团的派遣与释放阿开亚人案的否决

第 1224 段,共 1311 段 · 希腊语

内容简介

元老院派遣使节以阻止普鲁西阿斯与阿塔罗斯之间的战争,同时审议了释放被拘留阿开亚人的提案,但由于裁判官阿乌鲁斯·波斯图米乌斯的程序操纵,释放案最终遭到否决。

§33.1.1ὅτι ἡ σύγκλητος ἔτι κατὰ χειμῶνα διακούσασα τῶν περὶ τὸν Πόπλιον Λέντλον ὑπὲρ τῶν κατὰ Προυσίαν διὰ τὸ νεωστὶ παραγεγονέναι τούτους ἐκ τῆς Ἀσίας, εἰσεκαλέσατο καὶ τὸν Ἀθήναιον τὸν Ἀττάλου τοῦ βασιλέως ἀδελφόν.
[事缘]元老院仍在冬季里,听取了波普利乌斯·伦图鲁斯一行关于普鲁西阿斯事务的详细报告——因为他们最近刚从亚洲抵达——之后,也召见了阿塔罗斯国王的弟弟阿特奈乌斯。
§33.1.2οὐ μέντοι πολλῶν προσεδεήθη λόγων, ἀλλʼ εὐθέως καταστήσασα πρεσβευτὰς συνεξαπέστελλε τῷ προειρημένῳ τοὺς περὶ Γάιον Κλαύδιον Κέντωνα καὶ Λεύκιον Ὁρτήσιον καὶ Γάιον Αὐρογκολήιον, ἐντολὰς δοῦσα κωλύειν τὸν Προυσίαν Ἀττάλῳ πολεμεῖν.
然而,元老院并没有需要许多言辞,而是立即任命使节,派遣盖乌斯·克劳狄乌斯·肯托、卢基乌斯·霍尔滕西乌斯和盖乌斯·奥伦库莱乌斯一行与上述之人共同出发,并授以指示,阻止普鲁西阿斯向阿塔罗斯开战。
§33.1.3παρεγένοντο δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις εἰς Ῥώμην ὑπὲρ τῶν κατεχομένων οἱ περὶ Ξένωνα τὸν Αἰγιέα καὶ Τηλεκλέα τὸν Αἰγειράτην.
此外,阿开亚人也派遣了以艾吉翁的克塞农和艾盖拉的特莱克莱斯为首的使节前往罗马,为被拘留的人们求情。
§33.1.4ὧν ποιησαμένων λόγους ἐν τῇ συγκλήτῳ, καὶ τοῦ διαβουλίου προτεθέντος, παρʼ ὀλίγον ἦλθον ἀπολῦσαι τοὺς κατῃτιαμένους οἱ τοῦ συνεδρίου.
在他们在元老院发表了演说、且议案被提出审议时,元老院议员们差一点就释放了那些被控告的人。
§33.1.5τὴν δʼ αἰτίαν ἔσχε τοῦ μὴ συντελεσθῆναι τὴν ἀπόλυσιν Αὖλος Ποστόμιος, στρατηγὸς ὢν ἑξαπέλεκυς καὶ βραβεύων τὸ διαβούλιον.
然而,释放未能成行的责任,落在了当时担任裁判官并主持审议的阿乌鲁斯·波斯图米乌斯身上。
§33.1.6τριῶν γὰρ οὐσῶν γνωμῶν, μιᾶς μὲν τῆς ἀφιέναι κελευούσης, ἑτέρας δὲ τῆς ἐναντίας ταύτης, τρίτης δὲ τῆς ἀπολύειν μέν, ἐπισχεῖν δὲ κατὰ τὸ παρόν, καὶ πλείστων δʼ ὄντων τῶν ἀφιέντων, §33.1.7παρελθὼν τὴν μίαν γνώμην διηρώτα τὰς δύο καθολικῶς, οἷς δοκεῖ τοὺς ἀνακεκλημένους ἀφιέναι καὶ τοὐναντίον.
因为当时有三种意见,其一是主张释放,其二是与此相反,其三是虽然释放但在目前予以推迟;尽管支持释放的人数最多,他避开了那第三种意见,而对另外两种意见进行了概括性的提问:谁赞成释放被召回之人,谁持相反意见。
§33.1.8λοιπὸν οἱ κατὰ τὸ παρὸν ἐπέχειν κελεύοντες προσέβησαν πρὸς τοὺς μὴ φάσκοντας δεῖν ἀπολύειν, καὶ πλείους ἐγενήθησαν τῶν ἀφιέντων.
结果,那些主张目前推迟的人转而支持那些宣称不应释放的人,从而人数超过了支持释放的人。
καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν.
这些事情的情况便是如此。

词汇与语法注释

  1. 33.1.1ἔτι κατὰ χειμῶνα διακούσασα — 分词 `διακούσασα` 与主语 `ἡ σύγκλητος` 一致,具有时间含义(“在详细听取……之后”)。短语 `κατὰ χειμῶνα` 表明了事态的紧迫性,因为通常在春季以后才活跃的罗马外交活动,在冬季就已经在进行中。
  2. 33.1.4παρʼ ὀλίγον ἦλθον ἀπολῦσαι — 短语 `παρʼ ὀλίγον ἔρχομαι` 搭配不定式,表示“差一点就做某事”或“险些做某事”。该动词的主语是置于句末的 `οἱ τοῦ συνεδρίου`(元老院议员们)。
  3. 33.1.5στρατηγὸς ὢν ἑξαπέλεκυς — “拥有六把斧头的将军(strategos)”这一表达是罗马官职“裁判官/法务官(praetor)”的希腊语直译。这源于裁判官在罗马城外或行省内有权由六名手持带有斧头的法西斯(束棒)的侍从(lictor)随行的特权。
  4. 33.1.7παρελθὼν τὴν μίαν γνώμην — 不定过去时分词 `παρελθών`(来自 `παρέρχομαι`)在此意为“置之不理”或“绕过”。这指的是阿乌鲁斯·波斯图米乌斯在程序上的操纵:在提出的三种意见中,故意排除了折中案(即前文提到的第三种意见“释放但在目前予以推迟”,即 `μίαν`),从而引导进行简单的二选一表决。

引用这一段

波利比奥斯, 历史 §33.1.1-33.1.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:33.1.1-33.1.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。