§30.26.1ἐπιτελεσθέντων δὲ τῶν ἀγώνων καὶ μονομαχιῶν καὶ κυνηγεσίων κατὰ τριάκονθʼ ἡμέρας, ἐν αἷς τὰς θέας συνετέλει, πέντε μὲν τὰς πρώτας ἐν τῷ γυμνασίῳ πάντες ἐκ χρυσῶν ὁλκείων ἠλείφοντο κροκίνῳ μύρῳ.
在竞技、角斗和野兽狩猎活动举行了三十天期间——在这期间他主持了这些展演——最初的五天里,所有人在体育馆里都用金大盆里的藏红花香油涂抹身体。
§30.26.2ἦν δὲ ταῦτα πεντεκαίδεκα, καὶ κινναμωμίνου τὰ ἴσα καὶ ναρδίνου.
而这些金盆有十五个,装肉桂香油的和装纳德香油的盆也各有同等数量。
παραπλησίως δὲ καὶ ταῖς ἑξῆς εἰσεφέρετο τήλινον, ἀμαράκινον, ἴρινον, πάντα διαφέροντα ταῖς εὐωδίαις.
同样,在接下来的日子里,胡芦巴香油、马郁兰香油和鸢尾草香油也被送了进来,它们在香气上都极其出众。
§30.26.3ἔστρωτο δὲ εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια μετὰ τῆς πολυτελεστάτης διασκευῆς.
为了宴饮,有时铺设了一千个三榻餐位,有时则铺设了一千五百个,并配以极尽奢华的陈设。