§18.30.1ἐκ δὲ τούτου ῥᾴδιον ὑπὸ τὴν ὄψιν λαβεῖν τὴν τῆς ὅλης φάλαγγος ἔφοδον καὶ προβολήν, ποίαν τινʼ εἰκὸς εἶναι καὶ τίνα δύναμιν ἔχειν, ἐφʼ ἑκκαίδεκα τὸ βάθος οὖσαν.
由此,很容易想象出,当整个方阵的纵深为十六排时,其冲击与长枪的构势会是怎样一种情形,又具有何种威力。
§18.30.2ὧν ὅσοι τὸ πέμπτον ζυγὸν ὑπεραίρουσι, ταῖς μὲν σαρίσαις οὐδὲν οἷοί τʼ εἰσὶ συμβαλέσθαι πρὸς τὸν κίνδυνον· διόπερ οὐδὲ ποιοῦνται κατʼ ἄνδρα τὴν προβολήν, §18.30.3παρὰ δὲ τοὺς ὤμους τῶν προηγουμένων ἀνανενευκυίας φέρουσι χάριν τοῦ τὸν κατὰ κορυφὴν τόπον ἀσφαλίζειν τῆς ἐκτάξεως, εἰργουσῶν τῇ πυκνώσει τῶν σαρισῶν ὅσα τῶν βελῶν ὑπερπετῆ τῶν πρωτοστατῶν φερόμενα δύναται προσπίπτειν πρὸς τοὺς ἐφεστῶτας.
在这些人中,凡是超出第五排以外的士兵,都无法用他们的萨里沙长枪为战斗做出任何贡献;因此,他们个人甚至根本不把长枪向前平端,而是将长枪在前方同伴的肩头斜向上举,以确保队列上方空间的安全,因为密集交错的长枪能阻挡那些飞越最前排战士、可能落到后方立足者身上的所有投射物。
§18.30.4αὐτῷ γε μὴν τῷ τοῦ σώματος βάρει κατὰ τὴν ἐπαγωγὴν πιεζοῦντες οὗτοι τοὺς προηγουμένους βιαίαν μὲν ποιοῦσι τὴν ἔφοδον, ἀδύνατον δὲ τοῖς πρωτοστάταις τὴν εἰς τοὔπισθεν μεταβολήν.
然而,在推进时,这些后排士兵仅凭身体的重量压迫前方的同伴,既使攻势变得猛烈,又使最前排的战士无法向后退却。
§18.30.5τοιαύτης περὶ τὴν φάλαγγα διαθέσεως καὶ καθόλου καὶ κατὰ μέρος οὔσης, ῥητέον ἂν εἴη καὶ τοῦ Ῥωμαίων καθοπλισμοῦ καὶ τῆς ὅλης συντάξεως τὰς ἰδιότητας καὶ διαφορὰς ἐκ παραθέσεως.
既然方阵的整体与局部布局皆是如此,那么接下来便应当通过对比,来阐述罗马人的装备以及整体阵型的特点与差异。
§18.30.6ἵστανται μὲν οὖν ἐν τρισὶ ποσὶ μετὰ τῶν ὅπλων καὶ Ῥωμαῖοι· §18.30.7τῆς μάχης δʼ αὐτοῖς κατʼ ἄνδρα τὴν κίνησιν λαμβανούσης διὰ τὸ τῷ μὲν θυρεῷ σκέπειν τὸ σῶμα, συμμετατιθεμένους αἰεὶ πρὸς τὸν τῆς πληγῆς καιρόν, τῇ μαχαίρᾳ δʼ ἐκ καταφορᾶς καὶ διαιρέσεως ποιεῖσθαι τὴν μάχην, §18.30.8προφανὲς ὅτι χάλασμα καὶ διάστασιν ἀλλήλων ἔχειν δεήσει τοὺς ἄνδρας ἐλάχιστον τρεῖς πόδας κατʼ ἐπιστάτην καὶ κατὰ παραστάτην, εἰ μέλλουσιν εὐχρηστεῖν πρὸς τὸ δέον.
的确,罗马人在携戴装备时同样占用三英尺的空间;但由于他们的战斗需要每个人独立运动——因为他们用大盾防护身体,并根据受击的时机不断调整盾牌位置,且用剑进行劈砍与刺杀来战斗—— 显然,如果他们要在需要时发挥作用,战士们在纵列和横列上就必须彼此保持至少三英尺的疏松与间隔。
§18.30.9ἐκ δὲ τούτου συμβήσεται τὸν ἕνα Ῥωμαῖον ἵστασθαι κατὰ δύο πρωτοστάτας τῶν φαλαγγιτῶν, ὥστε πρὸς δέκα σαρίσας αὐτῷ γίνεσθαι τὴν ἀπάντησιν καὶ τὴν μάχην,
由此导致的结果是,一个罗马兵要面对两个方阵的最前排战士,从而他必须去迎战并对付十支萨里沙长枪。
§18.30.10ἃς οὔτε κόπτοντα τὸν ἕνα καταταχῆσαι δυνατόν, ὅταν ἅπαξ συνάψωσιν εἰς τὰς χεῖρας, οὔτε βιάσασθαι ῥᾴδιον, μηδέν γε τῶν ἐφεστώτων δυναμένων συμβάλλεσθαι τοῖς πρωτοστάταις μήτε πρὸς τὴν βίαν μήτε πρὸς τὴν τῶν μαχαιρῶν ἐνέργειαν.
一旦双方短兵相接,单凭一个人既不可能通过劈砍来制服这些长枪,也难以强行突破,因为其后方的立足者无法在力量挤压上,也无法在剑术发挥上给最前排的人提供任何协助。
§18.30.11ἐξ ὧν εὐκατανόητον ὡς οὐχ οἷόν τε μεῖναι κατὰ πρόσωπον τὴν τῆς φάλαγγος ἔφοδον οὐδέν, διατηρούσης τὴν αὑτῆς ἰδιότητα καὶ δύναμιν, ὡς ἐν ἀρχαῖς εἶπα.
由此便极易理解,正如我起初所说,只要方阵保持其固有的特征和威力,便没有任何力量能正面抵挡它的冲击。