Humanitext Reader

波利比奥斯 · 历史 §12.4a.1-12.4a.6

驳斥蒂迈欧对其他史家笔误的无理指责

第 737 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯批评了蒂迈欧对其他历史学家的微小错误进行无情指责的态度。他列举了蒂迈欧攻击狄奥波姆波斯和埃福罗斯的例子,指出这些所谓的错误其实只是抄写员显而易见的笔误。

§12.4a.1ὅτι διασύρας ὁ Πολύβιος τὸν Τίμαιον ἐν πολλοῖς αὖθίς φησι· τίς ἂν ἔτι δοίη συγγνώμην ἐπὶ τοῖς τοιούτοις ἁμαρτήμασιν ἄλλως τε καὶ Τιμαίῳ τῷ προσφυομένῳ τοῖς ἄλλοις πρὸς τὰς τοιαύτας παρωνυχίας;
波里比乌斯在许多方面谴责了蒂迈欧之后,再次说道:“谁还会宽恕这样的错误,特别是对于蒂迈欧这样因如此微小的瑕疵而纠缠他人的人呢?
§12.4a.2ἐν αἷς Θεοπόμπου μὲν κατηγορεῖ διότι Διονυσίου ποιησαμένου τὴν ἀνακομιδὴν ἐκ Σικελίας εἰς Κόρινθον ἐν μακρᾷ νηί, Θεόπομπός φησιν ἐν στρογγύλῃ παραγενέσθαι τὸν Διονύσιον, §12.4a.3Ἐφόρου δὲ πάλιν ἄγνοιαν καταψεύδεται, φάσκων λέγειν αὐτὸν ὅτι Διονύσιος ὁ πρεσβύτερος παρελάμβανε τὴν ἀρχὴν ἐτῶν εἴκοσι τριῶν ὑπάρχων, δυναστεύσαι δὲ τετταράκοντα καὶ δύο, μεταλλάξαι δὲ τὸν βίον προσλαβὼν τοῖς ἑξήκοντα τρία·
在这些指责中,他指控狄奥波姆波斯,因为狄奥尼修斯是用一艘军舰从西西里返回科林斯的,而狄奥波姆波斯却说狄奥尼修斯是坐一艘商船抵达的,他又诬蔑埃福罗斯无知,声称埃福罗斯说老狄奥尼修斯在二十三岁时夺取政权,统治了四十二年,并在六十岁上再加三岁时结束了生命。
§12.4a.4τοῦτο γὰρ οὐδεὶς ἂν εἴπειε δήπου τοῦ συγγραφέως εἶναι τὸ διάπτωμα, τοῦ δὲ γραφέως ὁμολογουμένως· §12.4a.5ἢ γὰρ δεῖ τὸν Ἔφορον ὑπερβεβηκέναι τῇ μωρίᾳ καὶ τὸν Κόροιβον καὶ τὸν Μαργίτην, εἰ μὴ δυνατὸς ἦν συλλογίζεσθαι διότι τὰ τετταράκοντα καὶ δύο προστεθέντα τοῖς εἴκοσι καὶ τρισὶν ἑξήκοντα γίνεται καὶ πέντε· §12.4a.6ἢ τούτου μηδαμῶς ἂν πιστευθέντος ὑπὲρ Ἐφόρου φανερὸν ὅτι τὸ μὲν ἁμάρτημα ἐστι τοῦ γραφέως, τὸ δὲ Τιμαίου φιλεπίτιμον καὶ φιλέγκλημον οὐδεὶς ἂν ἀποδέξαιτο.
因为想必没有人会说这是作者的失误,而无可争议地是抄写员的失误;因为如果埃福罗斯无法计算出二十三加上四十二等于六十五,那么他在愚蠢程度上必定超过了科洛伊博斯和马尔吉特斯;或者,既然关于埃福罗斯的这一点绝对不可信,那么显而易见,错误属于抄写员,而没有人会接受蒂迈欧那好挑剔、好指责的态度。 ”

词汇与语法注释

  1. 12.4a.1τῷ προσφυομένῳ — 动词 προσφύομαι 原意为“紧贴、依附”,在此处作比喻用法,意为对他人微小的缺点“死缠烂打”或“挑剔执着”。
  2. 12.4a.1παρωνυχίας — 名词 παρωνυχία 字面意思是“倒刺”或“甲沟炎”,在此处用作比喻,指著作中“极其微小的瑕疵”或“微不足道的错误”。
  3. 12.4a.4τοῦ δὲ γραφέως — 与前半句的 τοῦ συγγραφέως εἶναι τὸ διάπτωμα 相对比,后半句中省略了名词和动词短语 εἶναι τὸ διάπτωμα。
  4. 12.4a.6τούτου μηδαμῶς ἂν πιστευθέντος — 带有助词 ἄν 的分词 πιστευθέντος 构成的属格独立结构,表潜在或条件意义(“如果这绝不可能被相信的话”)。

引用这一段

波利比奥斯, 历史 §12.4a.1-12.4a.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.4a.1-12.4a.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。