Humanitext Reader

波利比奥斯 · 历史 §1.52.1-1.52.8

德雷帕纳战后局势与卢基乌斯·尤尼乌斯的派遣

第 52 段,共 1311 段 · 希腊语

内容简介

德雷帕纳海战后,获胜的阿塔尔巴斯受到赞誉,而战败的普布利乌斯遭到谴责,罗马随即派遣新任执政官卢基乌斯·尤尼乌斯率领庞大舰队前往支援利利贝乌姆的围攻。

§1.52.1γενομένης δὲ τῆς ναυμαχίας τοιαύτης Ἀτάρβας μὲν εὐδοκίμει παρὰ τοῖς Καρχηδονίοις, ὡς διʼ αὑτὸν καὶ διὰ τὴν ἰδίαν πρόνοιαν καὶ τόλμαν κατωρθωκώς,
海战以这样的结果结束后,阿塔尔巴斯在迦太基人中赢得了极高的声誉,被认为是因为他自己以及他个人的先见之明和勇气才获得了成功。
§1.52.2Πόπλιος δὲ παρὰ τοῖς Ῥωμαίοις ἠδόξει καὶ διεβέβλητο μεγάλως, ὡς εἰκῇ καὶ ἀλογίστως τοῖς πράγμασι κεχρημένος καὶ τὸ καθʼ αὑτὸν οὐ μικροῖς ἐλαττώμασι περιβεβληκὼς τὴν Ῥώμην·
另一方面,普布利乌斯在罗马人中则名誉扫地并受到极大的谴责,被认为做事轻率且毫无条理,并因他自身的原因使罗马遭受了不小的重创。
§1.52.3διὸ καὶ μετὰ ταῦτα μεγάλαις ζημίαις καὶ κινδύνοις κριθεὶς περιέπεσεν.
因此,他在此后也受到了审判,并面临了巨大的罚金和危机。
§1.52.4οὐ μὴν οἵ γε Ῥωμαῖοι, καίπερ τοιούτων συμβεβηκότων, διὰ τὴν ὑπὲρ τῶν ὅλων φιλοτιμίαν οὐδὲν ἀπέλειπον τῶν ἐνδεχομένων, ἀλλʼ εἴχοντο τῶν ἑξῆς πραγμάτων.
然而,罗马人尽管遭遇了如此重创,但出于对全局的争胜之心,没有放弃任何可能的手段,而是继续致力于下一步的行动。
§1.52.5διὸ καὶ συνάψαντος τοῦ κατὰ τὰς ἀρχαιρεσίας χρόνου, στρατηγοὺς ὑπάτους καταστήσαντες παραυτίκα τὸν ἕτερον αὐτῶν ἐξέπεμπον Λεύκιον Ἰούνιον, τάς τε σιταρχίας παρακομίζοντα τοῖς τὸ Λιλύβαιον πολιορκοῦσι καὶ τὰς ἄλλας ἀγορὰς καὶ χορηγίας τῷ στρατοπέδῳ· πρὸς δὲ καὶ παραπομποὺς τούτοις ἐπλήρωσαν ἑξήκοντα ναῦς.
因此,当执政官选举的日期临近时,他们任命了执政官,并立即派遣其中一人卢基乌斯·尤尼乌斯,运送粮食给正在包围利利贝乌姆的部队,以及运送军营所需的其他给养和物资;此外,他们还配齐了六十艘船只的人员作为这些物资的护航队。
§1.52.6ὁ δʼ Ἰούνιος ἀφικόμενος εἰς τὴν Μεσσήνην καὶ προσλαβὼν τὰ συνηντηκότα τῶν πλοίων ἀπό τε τοῦ στρατοπέδου καὶ τῆς ἄλλης Σικελίας παρεκομίσθη κατὰ σπουδὴν εἰς τὰς Συρακούσας, ἔχων ἑκατὸν εἴκοσι σκάφη καὶ τὴν ἀγορὰν σχεδὸν ἐν ὀκτακοσίαις ναυσὶ φορτηγοῖς.
尤尼乌斯到达梅塞内后,又接纳了从军营和西西里其他地方赶来会合的船只,随后火速驶往叙拉古。 此时他拥有一百二十艘军舰,而补给物资则装载在将近八百艘运输船上。
§1.52.7ἐντεῦθεν δὲ παραδοὺς τοῖς ταμίαις τὰς ἡμισείας φορτηγοὺς καί τινα τῶν μακρῶν πλοίων ἐξαπέστειλε, διακομισθῆναι σπουδάζων τῷ στρατοπέδῳ τὰ πρὸς τὴν χρείαν.
在那里,他把半数运输船和一些战船移交给财务官们并发出,急于将所需物资运往军营。
§1.52.8αὐτὸς δʼ ἐν ταῖς Συρακούσαις ὑπέμενε, τούς τε κατὰ πλοῦν ἀφυστεροῦντας ἐκ τῆς Μεσσήνης ἀναδεχόμενος καὶ παρὰ τῶν ἐκ τῆς μεσογαίου συμμάχων σῖτον προσαναλαμβάνων.
他自己则留在叙拉古,等候那些在从梅塞内航行途中落后的人,并从内陆盟友那里补充收集粮食。

词汇与语法注释

  1. §1.52.1ὡς ... κατωρθωκώς — 连词 ὡς 连用分词(这里是完成时主动分词 κατωρθωκώς),表示主观或宣称的理由,意为“(被认为/自认为)因自己的……而获得了成功”。
  2. §1.52.2τὸ καθʼ αὑτὸν — 关系对格短语,意为“就他个人而言”或“因他自身的原因”,强调使罗马遭受损失的主要责任在于他个人。
  3. §1.52.5συνάψαντος τοῦ κατὰ τὰς ἀρχαιρεσίας χρόνου — 属格独立结构。自动词用法的 συνάπτω 在此处表示时间上的“临近”或“到来”,译为“当选举的时期临近时”。

引用这一段

波利比奥斯, 历史 §1.52.1-1.52.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.52.1-1.52.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。