Humanitext Reader

波利比奥斯 · 历史 §1.37.1-1.37.10

罗马舰队的风暴覆灭与对罗马蛮干作风的批评

第 37 段,共 1311 段 · 希腊语

内容简介

叙述罗马舰队因风暴遭受毁灭性打击,并将灾难归咎于指挥官无视舵手警告的蛮干,进而指出罗马人一贯诉诸武力和强硬的性格在海上必然导致失败。

§1.37.1δος ἔπλεον αὖθις ἐπὶ τῆς Σικελίας.
……皮斯出发,再次向西西里航行。
διάραντες δὲ τὸν πόρον ἀσφαλῶς καὶ προσμίξαντες τῇ τῶν Καμαριναίων χώρᾳ τηλικούτῳ περιέπεσον χειμῶνι καὶ τηλικαύταις συμφοραῖς ὥστε μηδʼ ἂν εἰπεῖν ἀξίως δύνασθαι διὰ τὴν ὑπερβολὴν τοῦ συμβάντος.
安全渡过海峡并抵达卡马里纳人的领土后,他们遭遇了如此巨大的风暴和如此惨重的灾难,以至于由于发生之事的严重性,任何人也无法给予相称的描述。
§1.37.2τῶν γὰρ ἑξήκοντα καὶ τεττάρων πρὸς ταῖς τριακοσίαις ναυσὶν ὀγδοήκοντα μόνον συνέβη περιλειφθῆναι σκάφη, τῶν δὲ λοιπῶν τὰ μὲν ὑποβρύχια γενέσθαι, τὰ δʼ ὑπὸ τῆς ῥαχίας πρὸς ταῖς σπιλάσι καὶ τοῖς ἀκρωτηρίοις καταγνύμενα πλήρη ποιῆσαι σωμάτων τὴν παραλίαν καὶ ναυαγίων.
因为在三百六十四艘船只中,结果仅有八十艘船幸存,而其余的船只,部分沉没,另一些则被海浪在暗礁和岬角上撞碎,使海岸上堆满了尸体和船只的残骸。
§1.37.3ταύτης δὲ μείζω περιπέτειαν ἐν ἑνὶ καιρῷ κατὰ θάλατταν οὐδʼ ἱστορῆσθαι συμβέβηκεν.
在历史上,甚至还没有记载过比这更惨重的单次海上灾难。
ἧς τὴν αἰτίαν οὐχ οὕτως εἰς τὴν τύχην ὡς εἰς τοὺς ἡγεμόνας ἐπανοιστέον·
这一原因不应归咎于运气,而应归咎于指挥官。
§1.37.4πολλὰ γὰρ τῶν κυβερνητῶν διαμαρτυραμένων μὴ πλεῖν παρὰ τὴν ἔξω πλευρὰν τῆς Σικελίας τὴν πρὸς τὸ Λιβυκὸν πέλαγος ἐστραμμένην διὰ τὸ τραχεῖαν εἶναι καὶ δυσπροσόρμιστον, ἅμα δὲ καὶ τὴν μὲν οὐδέπω καταλήγειν ἐπισημασίαν, τὴν δʼ ἐπιφέρεσθαι· μεταξὺ γὰρ ἐποιοῦντο τὸν πλοῦν τῆς Ὠρίωνος §1.37.5καὶ κυνὸς ἐπιτολῆς οὐθενὶ προσσχόντες τῶν λεγομένων ἔπλεον ἔξω πελάγιοι, σπουδάζοντές τινας τῶν ἐν τῷ παράπλῳ πόλεις τῇ τοῦ γεγονότος εὐτυχήματος φαντασίᾳ καταπληξάμενοι προσλαβέσθαι.
因为尽管舵手们多次抗议,不要沿着面向利比亚海的西西里外侧海岸航行,因为那里地势险恶且难以停泊,同时一个恶劣天气的征兆尚未平息,而另一个又在逼近;因为他们的航行正处于猎户座陨落与天狼星升起之间,但他们对所说的一切置若罔闻,在公海上航行,急于利用刚刚取得的胜利的威势,威吓沿海的部分城市并将其争取过来。
§1.37.6πλὴν οὗτοι μὲν μικρῶν ἐλπίδων ἕνεκα μεγάλοις περιτυχόντες ἀτυχήμασι τότε τὴν αὑτῶν ἀβουλίαν ἔγνωσαν.
然而,他们为了微小的希望而遭遇了巨大的不幸,那时才认识到自己的愚蠢。
§1.37.7καθόλου δὲ Ῥωμαῖοι πρὸς πάντα χρώμενοι τῇ βίᾳ καὶ τὸ προτεθὲν οἰόμενοι δεῖν κατʼ ἀνάγκην ἐπιτελεῖν καὶ μηδὲν ἀδύνατον εἶναι σφίσι τῶν ἅπαξ δοξάντων, ἐν πολλοῖς μὲν κατορθοῦσι διὰ τὴν τοιαύτην ὁρμήν, ἐν τισὶ δὲ προφανῶς σφάλλονται, καὶ μάλιστʼ ἐν τοῖς κατὰ θάλατταν.
一般而言,罗马人在所有事情上都诉诸武力,认为凡是提出的目标都必须强制完成,而且一旦决定了就没有任何事情是不可能的。 由于这种冲动,他们在许多事情上获得了成功,但在某些事情上,特别是在海上,他们显然遭到了失败。
§1.37.8ἐπὶ μὲν γὰρ τῆς γῆς πρὸς ἀνθρώπους καὶ τὰ τούτων ἔργα ποιούμενοι τὰς ἐπιβολὰς τὰ μὲν πολλὰ κατορθοῦσι διὰ τὸ πρὸς παραπλησίους δυνάμεις χρῆσθαι τῇ βίᾳ, ποτὲ δὲ καὶ σπανίως ἀποτυγχάνουσι·
因为在陆地上,他们的企图是针对人类及其成果,他们大体上能够成功,是因为他们对相似的力量使用武力,而失败只是偶尔且罕见的。
§1.37.9πρὸς δὲ τὴν θάλατταν καὶ πρὸς τὸ περιέχον ὅταν παραβάλλωνται καὶ βιαιομαχῶσι, μεγάλοις ἐλαττώμασι περιπίπτουσιν.
但是,当他们与大海和自然环境对抗并试图强行搏斗时,他们就会遭遇巨大的惨败。
§1.37.10ὃ καὶ τότε καὶ πλεονάκις αὐτοῖς ἤδη συνέβη καὶ συμβήσεται πάσχειν, ἕως ἄν ποτε διορθώσωνται τὴν τοιαύτην τόλμαν καὶ βίαν, καθʼ ἣν οἴονται δεῖν αὑτοῖς πάντα καιρὸν εἶναι πλωτὸν καὶ πορευτόν.
这种情况在当时发生,并且已经多次发生在他们身上,而且还将继续发生,直到他们纠正这种蛮干和强硬,即他们认为任何季节对他们而言都必须是可以航行和通行的。

词汇与语法注释

  1. §1.37.1ὥστε μηδʼ ἂν εἰπεῖν ἀξίως δύνασθαι — 不定式 δύνασθαι 带有 ἂν 表示潜在可能性(“任何人也无法进行相称的描述”),在表示结果的 ὥστε 从句中增添了假设语气。不定式的主语被省略,理解为泛指。
  2. §1.37.2συνέβη — 作为无人称动词使用,以多个不定式从句(περιλειφθῆναι 以及随后的 τὰ μὲν ὑποβρύχια γενέσθαι, τὰ δʼ ... ποιῆσαι 并列从句)作为其主语或补足成分,意为“结果发生了……”或“导致……”。
  3. §1.37.4μεταξὺ γὰρ ἐποιοῦντο τὸν πλοῦν τῆς Ὠρίωνος — 介词 μεταξύ(在……之间)支配属格 τῆς Ὠρίωνος 和接在下一节(§1.37.5)开头的 κυνὸς ἐπιτολῆς。在 Ὠρίωνος 之后省略了诸如 δύσεως(陨落)之类的词,指的是猎户座陨落与天狼星升起之间多风暴的危险时期。
  4. §1.37.10ὃ καὶ τότε καὶ πλεονάκις αὐτοῖς ἤδη συνέβη — 句首的中性单数关系代词 ὃ 起连接作用,其先行词为前一句的整个事实(即在海上与自然力对抗时遭遇惨败)。

引用这一段

波利比奥斯, 历史 §1.37.1-1.37.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.37.1-1.37.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。