Humanitext Reader

吕西亚斯 · 反对颠覆雅典祖传宪政 §1-11

反对将公民权限制于土地所有者

第 1 段,共 1 段 · 希腊语

内容简介

演说者强烈反对将公民权限制在土地拥有者身上的提议,该提议企图排斥部分公民,并主张全体公民团结一致、抵抗斯巴达以维护民主与自由。

§1ὅτε ἐνομίζομεν, ὦ Ἀθηναῖοι, τὰς γεγενημένας συμφορὰς ἱκανὰ μνημεῖα τῇ πόλει καταλελεῖφθαι, ὥστε μηδʼ ἂν τοὺς ἐπιγιγνομένους ἑτέρας πολιτείας ἐπιθυμεῖν, τότε δὴ οὗτοι τοὺς κακῶς πεπονθότας καὶ ἀμφοτέρων πεπειραμένους ἐξαπατῆσαι ζητοῦσι τοῖς αὐτοῖς ψηφίσμασιν, οἷσπερ καὶ πρότερον δὶς ἤδη.
雅典人啊,正当我们认为过去所发生的灾难已给城邦留下了足够深刻的教训,以至于后代甚至不会渴望另一种政体的时候,这些人却企图用他们以前已经使用过两次的同样法令,来欺骗那些深受其害且对两种制度都有经验的人。
§2καὶ τούτων μὲν οὐ θαυμάζω, ὑμῶν δὲ τῶν ἀκροωμένων, ὅτι πάντων ἐστὲ ἐπιλησμονέστατοι ἢ πάσχειν ἑτοιμότατοι κακῶς ὑπὸ τοιούτων ἀνδρῶν, οἳ τῇ μὲν τύχῃ τῶν Πειραιοῖ πραγμάτων μετέσχον, τῇ δὲ γνώμῃ τῶν ἐξ ἄστεως.
对于他们,我并不感到惊讶,但我对作为听众的你们感到惊讶,因为你们在所有人中是最容易遗忘的,或者最甘愿受到这种人的迫害,他们在命运上参与了比雷埃夫斯的事务,但在心意上却与城里的人一致。
καίτοι τί ἔδει φεύγοντας κατελθεῖν, εἰ χειροτονοῦντες ὑμᾶς αὐτοὺς καταδουλώσεσθε;
然而,如果你们要通过投票来奴役自己,那你们当年作为流亡者重返家园又有何必要呢?
§3ἐγὼ μὲν οὖν, ὦ Ἀθηναῖοι, οὔτε οὐσίᾳ οὔτε γένει ἀπελαυνόμενος, ἀλλʼ ἀμφότερα τῶν ἀντιλεγόντων πρότερος ὤν, ἡγοῦμαι ταύτην μόνην σωτηρίαν εἶναι τῇ πόλει, ἅπασιν Ἀθηναίοις τῆς πολιτείας μετεῖναι, ἐπεὶ καὶ ὅτε τὰ τείχη καὶ τὰς ναῦς καὶ χρήματα καὶ συμμάχους ἐκτησάμεθα, οὐχ ὅπως τινὰ Ἀθηναῖον ἀπώσομεν διενοούμεθα, ἀλλὰ καὶ Εὐβοεῦσιν ἐπιγαμίαν ἐποιούμεθα· νῦν δὲ καὶ τοὺς ὑπάρχοντας πολίτας ἀπελῶμεν;
因此,雅典人啊,我本人既没有因财产也没有因出身而被排除,反而在两方面都优于我的反对者,但我认为城邦唯一的救赎在于让所有雅典人都参与到政体中。 因为即使在我们获得城墙、船只、资金和盟友的时候,我们不仅从未想过要排斥任何一个雅典人,甚至还给予了优波亚人通婚权;难道现在我们还要驱逐现有的公民吗?
§4οὔκ, ἐὰν ἔμοιγε πείθησθε, οὐδὲ μετὰ τῶν τειχῶν καὶ ταῦτα ἡμῶν αὐτῶν περιαιρησόμεθα, ὁπλίτας πολλοὺς καὶ ἱππέας καὶ τοξότας, ὧν ὑμεῖς ἀντεχόμενοι βεβαίως δημοκρατήσεσθε, τῶν δὲ ἐχθρῶν πλέον ἐπικρατήσετε, ὠφελιμώτεροι δὲ τοῖς συμμάχοις ἔσεσθε·
绝不,如果你们听从我的话;我们绝不会在失去城墙的同时,连同我们自身的这些武装也一同剥夺——即许多重装步兵、骑兵和弓箭手,只要你们保有他们,就能稳固地维持民主制,更好地战胜敌人,并对盟友更有帮助。
ἐπίστασθε γὰρ ἐν ταῖς ἐφʼ ἡμῶν ὀλιγαρχίαις γεγενημέναις οὐ τοὺς γῆν κεκτημένους ἔχοντας τὴν πόλιν, ἀλλὰ πολλοὺς μὲν αὐτῶν ἀποθανόντας, πολλοὺς δʼ ἐκ τῆς πόλεως ἐκπεσόντας, §5οὓς ὁ δῆμος καταγαγὼν ὑμῖν μὲν τὴν ὑμετέραν ἀπέδωκεν, αὐτὸς δὲ ταύτης οὐκ ἐτόλμησε μετασχεῖν.
因为你们知道,在我们那个时代建立的寡头政权中,统治城邦的并不是那些拥有土地的人,相反,他们中的许多人被处死,许多人被逐出城邦,而民众在引导他们重返后,把你们的财产归还给了你们,但民众自身并未胆敢占有它。
ὥστʼ, ἐὰν ἔμοιγε πείθησθε, οὐ τοὺς εὐεργέτας, καθὸ δύνασθε, τῆς πατρίδος ἀποστερήσετε, οὐδὲ τοὺς λόγους πιστοτέρους τῶν ἔργων οὐδὲ τὰ μέλλοντα τῶν γεγενημένων νομιεῖτε, ἄλλως τε καὶ μεμνημένοι τῶν περὶ τῆς ὀλιγαρχίας μαχομένων, οἳ τῷ μὲν λόγῳ τῷ δήμῳ πολεμοῦσι, τῷ δὲ ἔργῳ τῶν ὑμετέρων ἐπιθυμοῦσιν· ἅπερ κτήσονται, ὅταν ὑμᾶς ἐρήμους συμμάχων λάβωσιν.
因此,如果你们听从我的话,你们就不会在自己力所能及的范围内剥夺恩人们的祖国,也不会认为言语比事实更可靠,或认为未来的承诺比已发生的事情更真实。 尤其是当你们记住那些为寡头制奋斗的人时:他们口头上与民众作战,实际上却窥觑着你们的财产;一旦他们发现你们失去了盟友、孤立无援,他们就会夺取这些财产。
§6εἶτα τοιούτων ἡμῖν ὑπαρχόντων ἐρωτῶσι τίς ἔσται σωτηρία τῇ πόλει, εἰ μὴ ποιήσομεν ἃ Λακεδαιμόνιοι κελεύουσιν;
那么,在拥有这些优势的情况下,他们却问:如果我们不执行拉刻代蒙人的命令,城邦的救赎又在哪里?
ἐγὼ δὲ τούτους εἰπεῖν ἀξιῶ, τίς τῷ πλήθει περιγενήσεται, εἰ ποιήσομεν ἃ ἐκεῖνοι προστάττουσιν;
但我要求这些人说清楚,如果我们执行他们的命令,大众还能剩下什么生路?
εἰ δὲ μή, πολὺ κάλλιον μαχομένοις ἀποθνῄσκειν ἢ φανερῶς ἡμῶν αὐτῶν θάνατον καταψηφίσασθαι.
否则,战死沙场要比公然投票判处我们自己死刑高尚得多。
§7ἡγοῦμαι γάρ, ἐὰν μὲν πείσω, ἀμφοτέροις κοινὸν εἶναι τὸν κίνδυνον ὁρῶ δὲ καὶ Ἀργείους καὶ Μαντινέας τὴν αὐτὴν ἔχοντας γνώμην τὴν αὑτῶν οἰκοῦντας, τοὺς μὲν ὁμόρους ὄντας Λακεδαιμονίοις, τοὺς δʼ ἐγγὺς οἰκοῦντας, καὶ τοὺς μὲν οὐδὲν ἡμῶν πλείους, τοὺς δὲ οὐδὲ τρισχιλίους ὄντας.
因为我认为,如果我能说服你们,危险将由双方共同承担。 我看到阿哥斯人和曼提尼亚人也怀着同样的信念生活在他们自己的土地上,前者是拉刻代蒙人的邻国,后者住得离他们很近,前者的人数绝不比我们多,后者的人数甚至不足三千。
§8ἴσασι γὰρ ἐκεῖνοι ὅτι, κἂν πολλάκις εἰς τὴν τούτων ἐμβάλλωσι, πολλάκις αὐτοῖς ἀπαντήσονται ὅπλα λαβόντες, ὥστε οὐ καλὸς αὐτοῖς ὁ κίνδυνος δοκεῖ εἶναι, ἐὰν μὲν νικήσωσι, τούτους μὴ καταδουλώσασθαί γε, ἐὰν δὲ ἡττηθῶσι, σφᾶς αὐτοὺς τῶν ὑπαρχόντων ἀγαθῶν ἀποστερῆσαι.
因为他们知道,即使他们多次入侵这些人的领土,这些人也会多次拿起武器迎战,因此对他们来说,这种冒险似乎并不划算:如果他们赢了,他们也无法完全奴役这些人;如果他们输了,他们就会失去自己现有的福祉。
ὅσῳ δʼ ἂν ἄμεινον πράττωσι, τοσούτῳ ἧττον ἐπιθυμοῦσι κινδυνεύειν.
他们的处境越好,就越不愿冒险。
§9εἴχομεν δέ, ὦ Ἀθηναῖοι, καὶ ἡμεῖς ταύτην τὴν γνώμην, ὅτε τῶν Ἑλλήνων ἤρχομεν, καὶ ἐδοκοῦμεν καλῶς βουλεύεσθαι περιορῶντες μὲν τὴν χώραν τεμνομένην, οὐ νομίζοντες δὲ χρῆναι περὶ αὐτῆς διαμάχεσθαι· ἄξιον γὰρ ἦν ὀλίγων ἀμελοῦντας πολλῶν ἀγαθῶν φείσασθαι.
雅典人啊,当我们统治希腊人的时候,我们也曾持有这种观点,当时我们看着土地被蹂躏却认为不应为此死战,这在当时似乎是个好决定;因为忽视少数事物而保全众多财富是值得的。
νῦν δέ, ἐπεὶ ἐκείνων μὲν ἁπάντων μάχῃ ἐστερήμεθα, ἡ δὲ πατρὶς ἡμῖν λέλειπται, ἴσμεν ὅτι ὁ κίνδυνος οὗτος μόνος ἔχει τὰς ἐλπίδας τῆς σωτηρίας.
但现在,既然我们已经在战斗中失去了所有那些财富,只剩下了祖国,我们就应当知道,唯有这一次冒险才寄托着我们救赎的希望。
§10ἀλλὰ γὰρ χρὴ ἀναμνησθέντας ὅτι ἤδη καὶ ἑτέροις ἀδικουμένοις βοηθήσαντες ἐν τῇ ἀλλοτρίᾳ πολλὰ τρόπαια τῶν πολεμίων ἐστήσαμεν, ἄνδρας ἀγαθοὺς περὶ τῆς πατρίδος καὶ ἡμῶν αὐτῶν γίγνεσθαι, πιστεύοντας μὲν τοῖς θεοῖς, ἐλπίζοντας δὲ ἔτι τὸ δίκαιον μετὰ τῶν ἀδικουμένων ἔσεσθαι.
然而,我们应当记住,我们过去在援助其他受害者时,也曾在异国他乡为击败敌人树立了许多战胜纪念碑,现在我们应当为祖国和我们自己成为勇敢的人,信赖神明,并期待正义依然站在受害者这一边。
§11δεινὸν γὰρ ἂν εἴη, ὦ Ἀθηναῖοι, εἰ, ὅτε μὲν ἐφεύγομεν, ἐμαχόμεθα Λακεδαιμονίοις, ἵνα κατέλθωμεν, κατελθόντες δὲ φευξόμεθα, ἵνα μὴ μαχώμεθα.
雅典人啊,这确实是令人震惊的:如果我们在流亡时为了重返家园而与拉刻代蒙人战斗,而重返家园后却为了不战斗而选择流亡。
οὐκ οὖν αἰσχρὸν εἰ εἰς τοῦτο κακίας ἥξομεν, ὥστε οἱ μὲν πρόγονοι καὶ ὑπὲρ τῆς τῶν ἄλλων ἐλευθερίας διεκινδύνευον, ὑμεῖς δὲ οὐδὲ ὑπὲρ τῆς ὑμετέρας αὐτῶν τολμᾶτε πολεμεῖν;
如果我们堕落到如此懦弱的地步,难道不是一件可耻的事吗? 我们的祖先甚至为了他人的自由而冒险,而你们甚至不敢为自己的自由而战?

词汇与语法注释

  1. §1ὥστε μηδʼ ἂν ... ἐπιθυμεῖν — 在 ὥστε 引导的结果从句中,动词不定式 ἐπιθυμεῖν 与 ἂν 连用,表示潜在可能性(“以至于甚至不会渴望……”),相当于直陈语气中的 ἂν ἐπιθυμοῖεν(潜在希求语气)。
  2. §2ὑμῶν δὲ τῶν ἀκροωμένων, ὅτι — 表示惊讶或不满的动词 θαυμάζω 带有表示人的属格(ὑμῶν τῶν ἀκροωμένων),并由 ὅτι 从句解释其原因(“我对作为听众的你们感到惊讶,因为……”)。
  3. §3οὐχ ὅπως ... ἀλλὰ καὶ — 一种表示强烈对比和强调的惯用法,意为“不仅没有……反而甚至……”。此处指“不仅从未想过要排斥雅典人,甚至还给予了优波亚人通婚权”。
  4. §4ἡμῶν αὐτῶν περιαιρησόμεθα — 动词 περιαιρέω(剥夺、夺去)的主体中间介词,带有表示被夺去者的分离属格(ἡμῶν αὐτῶν)以及表示被夺之物的宾格(ταῦτα,具体同位语为 ὁπλίτας...)。
  5. §6εἰ δὲ μή — 省略句式,意为“否则”或“如果不这样”,代表前一个条件从句的相反情况(即“如果我们不执行命令,或者如果我们无法生存”)。
  6. §11δεινὸν γὰρ ἂν εἴη ... εἰ — 在主句中使用 ἂν 加上希求语气(δεινὸν ἂν εἴη),在条件从句中使用 εἰ 加上直陈语气过去时(ἐφεύγομεν),构成一种带有强烈情感评价的假设结构(“如果……那将是令人震惊的”)。

引用这一段

吕西亚斯, 反对颠覆雅典祖传宪政 §1-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg034.humanitext-grc2:1-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。