§1ὅτε ἐνομίζομεν, ὦ Ἀθηναῖοι, τὰς γεγενημένας συμφορὰς ἱκανὰ μνημεῖα τῇ πόλει καταλελεῖφθαι, ὥστε μηδʼ ἂν τοὺς ἐπιγιγνομένους ἑτέρας πολιτείας ἐπιθυμεῖν, τότε δὴ οὗτοι τοὺς κακῶς πεπονθότας καὶ ἀμφοτέρων πεπειραμένους ἐξαπατῆσαι ζητοῦσι τοῖς αὐτοῖς ψηφίσμασιν, οἷσπερ καὶ πρότερον δὶς ἤδη.
アテナイの皆さん、これまでに起きた災難が、のちの世代の人々でさえ別の国制を望むことはないだろうと思われるほどの十分な記念碑として国家に残された、と私たちが考えていたまさにその時に、彼らは、ひどい目に遭い、かつ両方の体制を経験した人々を、以前にすでに二度も用いたのと同じ決議によってだまそうとしています。
§2καὶ τούτων μὲν οὐ θαυμάζω, ὑμῶν δὲ τῶν ἀκροωμένων, ὅτι πάντων ἐστὲ ἐπιλησμονέστατοι ἢ πάσχειν ἑτοιμότατοι κακῶς ὑπὸ τοιούτων ἀνδρῶν, οἳ τῇ μὲν τύχῃ τῶν Πειραιοῖ πραγμάτων μετέσχον, τῇ δὲ γνώμῃ τῶν ἐξ ἄστεως.
そして、私は彼らのことには驚きませんが、聞いているあなた方には驚きます。 あなた方はあらゆる人々の中で最も物忘れが激しいか、あるいは、運命においてはペイライエウスの事態に加わりながらも、心情においては市内の者たちに加わっていたような男たちから、不当な扱いを受けるのを最も甘んじて受け入れる準備ができているからです。
καίτοι τί ἔδει φεύγοντας κατελθεῖν, εἰ χειροτονοῦντες ὑμᾶς αὐτοὺς καταδουλώσεσθε;
それにしても、もしあなた方が挙手投票によって自分自身を奴隷化しようというのなら、亡命者として帰還する必要が何にあったというのでしょうか。
§3ἐγὼ μὲν οὖν, ὦ Ἀθηναῖοι, οὔτε οὐσίᾳ οὔτε γένει ἀπελαυνόμενος, ἀλλʼ ἀμφότερα τῶν ἀντιλεγόντων πρότερος ὤν, ἡγοῦμαι ταύτην μόνην σωτηρίαν εἶναι τῇ πόλει, ἅπασιν Ἀθηναίοις τῆς πολιτείας μετεῖναι, ἐπεὶ καὶ ὅτε τὰ τείχη καὶ τὰς ναῦς καὶ χρήματα καὶ συμμάχους ἐκτησάμεθα, οὐχ ὅπως τινὰ Ἀθηναῖον ἀπώσομεν διενοούμεθα, ἀλλὰ καὶ Εὐβοεῦσιν ἐπιγαμίαν ἐποιούμεθα·
さて、アテナイの皆さん、私自身は財産においても家柄においても排除される立場ではなく、むしろその双方において反対者たちよりも優れていますが、国家にとって唯一の救いは、すべてのアテナイ市民が国制に参与することであると考えます。 なぜなら、私たちが城壁や船や資金や同盟国を手に入れたときでさえ、アテナイ市民の誰かを排除しようなどとは考えていなかったばかりか、エウボイア人たちにさえ通婚権を与えていたからです。
νῦν δὲ καὶ τοὺς ὑπάρχοντας πολίτας ἀπελῶμεν;
それなのに今、すでに存在する市民たちさえも排除しようというのでしょうか。
§4οὔκ, ἐὰν ἔμοιγε πείθησθε, οὐδὲ μετὰ τῶν τειχῶν καὶ ταῦτα ἡμῶν αὐτῶν περιαιρησόμεθα, ὁπλίτας πολλοὺς καὶ ἱππέας καὶ τοξότας, ὧν ὑμεῖς ἀντεχόμενοι βεβαίως δημοκρατήσεσθε, τῶν δὲ ἐχθρῶν πλέον ἐπικρατήσετε, ὠφελιμώτεροι δὲ τοῖς συμμάχοις ἔσεσθε·
いいえ、もし私に従うなら、私たちは城壁に加えて、これらをも自ら剥ぎ取るようなことはしないでしょう。 すなわち、多くの重装歩兵、騎兵、弓兵を(失うようなことはしないでしょう)。 あなた方がこれらを保持することで、確実に民主政を維持し、敵に対してより優位に立ち、同盟国にとってもより有益となるでしょう。
ἐπίστασθε γὰρ ἐν ταῖς ἐφʼ ἡμῶν ὀλιγαρχίαις γεγενημέναις οὐ τοὺς γῆν κεκτημένους ἔχοντας τὴν πόλιν, ἀλλὰ πολλοὺς μὲν αὐτῶν ἀποθανόντας, πολλοὺς δʼ ἐκ τῆς πόλεως ἐκπεσόντας,
というのも、あなた方は、私たちの時代に起こった寡頭制において、土地を所有している人々が国家を支配していたのではなく、むしろ彼らの多くが死なされ、多くが国家から追放されたことを知っているからです。
§5οὓς ὁ δῆμος καταγαγὼν ὑμῖν μὲν τὴν ὑμετέραν ἀπέδωκεν, αὐτὸς δὲ ταύτης οὐκ ἐτόλμησε μετασχεῖν.
民衆は彼らを帰還させてあなた方にあなた方の土地を返還しましたが、民衆自身はそれ(土地)を分かち合おうとはしませんでした。
ὥστʼ, ἐὰν ἔμοιγε πείθησθε, οὐ τοὺς εὐεργέτας, καθὸ δύνασθε, τῆς πατρίδος ἀποστερήσετε, οὐδὲ τοὺς λόγους πιστοτέρους τῶν ἔργων οὐδὲ τὰ μέλλοντα τῶν γεγενημένων νομιεῖτε, ἄλλως τε καὶ μεμνημένοι τῶν περὶ τῆς ὀλιγαρχίας μαχομένων, οἳ τῷ μὲν λόγῳ τῷ δήμῳ πολεμοῦσι, τῷ δὲ ἔργῳ τῶν ὑμετέρων ἐπιθυμοῦσιν·
したがって、もし私に従うなら、あなた方は恩人たちから、できる限りの方法で祖国を奪うようなことはしないでしょうし、言葉を事実よりも、あるいは未来の約束をすでに起こった事柄よりも信頼できるものとはみなさないでしょう。 とりわけ、寡頭制のために戦っている者たちのことを覚えているなら。 彼らは言葉の上では民衆と戦っていますが、事実においてはあなた方の財産を欲しているのです。
ἅπερ κτήσονται, ὅταν ὑμᾶς ἐρήμους συμμάχων λάβωσιν.
彼らは、あなた方が同盟者を失って孤立しているのにつけ込んで、それらを獲得するでしょう。
§6εἶτα τοιούτων ἡμῖν ὑπαρχόντων ἐρωτῶσι τίς ἔσται σωτηρία τῇ πόλει, εἰ μὴ ποιήσομεν ἃ Λακεδαιμόνιοι κελεύουσιν;
それなのに、このような状況が私たちにあるというのに、彼らは「もしラケダイモン人が命じることを私たちが実行しなければ、国家の救いはどこにあるのか」と問うのです。
ἐγὼ δὲ τούτους εἰπεῖν ἀξιῶ, τίς τῷ πλήθει περιγενήσεται, εἰ ποιήσομεν ἃ ἐκεῖνοι προστάττουσιν;
しかし、私は彼らに答えてもらいたい。 もし私たちが彼らの命じることを実行するなら、大衆にはいかなる生存の機会が残されるというのでしょうか。
εἰ δὲ μή, πολὺ κάλλιον μαχομένοις ἀποθνῄσκειν ἢ φανερῶς ἡμῶν αὐτῶν θάνατον καταψηφίσασθαι.
そうでなければ、戦って死ぬ方が、自らの死に公然と可決投票するよりも、はるかに美しいのです。
§7ἡγοῦμαι γάρ, ἐὰν μὲν πείσω, ἀμφοτέροις κοινὸν εἶναι τὸν κίνδυνον ὁρῶ δὲ καὶ Ἀργείους καὶ Μαντινέας τὴν αὐτὴν ἔχοντας γνώμην τὴν αὑτῶν οἰκοῦντας, τοὺς μὲν ὁμόρους ὄντας Λακεδαιμονίοις, τοὺς δʼ ἐγγὺς οἰκοῦντας, καὶ τοὺς μὲν οὐδὲν ἡμῶν πλείους, τοὺς δὲ οὐδὲ τρισχιλίους ὄντας.
というのも、もし私があなた方を説得できるなら、危険は双方にとって共通のものになると考えるからです。 また、アルゴス人やマンティネイア人も同じ考えを持って自分たちの国を治めており、一方はラケダイモン人と国境を接し、他方は近くに住んでおり、一方は私たちより決して多くはなく、他方は三千人にも満たないことを見ています。
§8ἴσασι γὰρ ἐκεῖνοι ὅτι, κἂν πολλάκις εἰς τὴν τούτων ἐμβάλλωσι, πολλάκις αὐτοῖς ἀπαντήσονται ὅπλα λαβόντες, ὥστε οὐ καλὸς αὐτοῖς ὁ κίνδυνος δοκεῖ εἶναι, ἐὰν μὲν νικήσωσι, τούτους μὴ καταδουλώσασθαί γε, ἐὰν δὲ ἡττηθῶσι, σφᾶς αὐτοὺς τῶν ὑπαρχόντων ἀγαθῶν ἀποστερῆσαι.
なぜなら、彼らは、たとえ何度も彼らの土地に侵入したとしても、何度も彼らが武器を取って立ち塞がることを知っているからです。 したがって、彼らにとってその危険は割に合わないと思われるのです。 たとえ勝ったとしても彼らを奴隷化することはできず、もし敗れたなら、自分たち自身の既存の幸福を失うことになるからです。
ὅσῳ δʼ ἂν ἄμεινον πράττωσι, τοσούτῳ ἧττον ἐπιθυμοῦσι κινδυνεύειν.
状況が良ければ良いほど、彼らは危険を冒すことを望まなくなるのです。
§9εἴχομεν δέ, ὦ Ἀθηναῖοι, καὶ ἡμεῖς ταύτην τὴν γνώμην, ὅτε τῶν Ἑλλήνων ἤρχομεν, καὶ ἐδοκοῦμεν καλῶς βουλεύεσθαι περιορῶντες μὲν τὴν χώραν τεμνομένην, οὐ νομίζοντες δὲ χρῆναι περὶ αὐτῆς διαμάχεσθαι·
アテナイの皆さん、かつて私たちがギリシア人を支配していたときには、私たちもこの考えを持っており、土地が荒らされるのを傍観しながらも、そのために徹底して戦うべきではないと考えており、その判断は正しいと思われていました。
ἄξιον γὰρ ἦν ὀλίγων ἀμελοῦντας πολλῶν ἀγαθῶν φείσασθαι.
少数のものを無視して、多くの善いものを温存することが価値あったからです。
νῦν δέ, ἐπεὶ ἐκείνων μὲν ἁπάντων μάχῃ ἐστερήμεθα, ἡ δὲ πατρὶς ἡμῖν λέλειπται, ἴσμεν ὅτι ὁ κίνδυνος οὗτος μόνος ἔχει τὰς ἐλπίδας τῆς σωτηρίας.
しかし今や、私たちはそれらすべてを戦いによって奪われ、ただ祖国だけが残されているのですから、この危険だけが救いの希望を保持していることを私たちは知っています。
§10ἀλλὰ γὰρ χρὴ ἀναμνησθέντας ὅτι ἤδη καὶ ἑτέροις ἀδικουμένοις βοηθήσαντες ἐν τῇ ἀλλοτρίᾳ πολλὰ τρόπαια τῶν πολεμίων ἐστήσαμεν, ἄνδρας ἀγαθοὺς περὶ τῆς πατρίδος καὶ ἡμῶν αὐτῶν γίγνεσθαι, πιστεύοντας μὲν τοῖς θεοῖς, ἐλπίζοντας δὲ ἔτι τὸ δίκαιον μετὰ τῶν ἀδικουμένων ἔσεσθαι.
しかしながら、私たちは、以前にも他国で不当な扱いを受けていた人々を援助し、他国の地で敵に対する多くの戦勝記念碑を建てたことを思い出し、神々を信頼し、正義が依然として不当な扱いを受けている者たちの側にあると期待しながら、祖国と自分自身のために勇敢な男となるべきです。
§11δεινὸν γὰρ ἂν εἴη, ὦ Ἀθηναῖοι, εἰ, ὅτε μὲν ἐφεύγομεν, ἐμαχόμεθα Λακεδαιμονίοις, ἵνα κατέλθωμεν, κατελθόντες δὲ φευξόμεθα, ἵνα μὴ μαχώμεθα.
アテナイの皆さん、もし私たちが亡命していたときには帰還するためにラケダイモン人と戦ったのに、帰還してからは戦わないために亡命することになるとしたら、それは実に恐るべきことです。
οὐκ οὖν αἰσχρὸν εἰ εἰς τοῦτο κακίας ἥξομεν, ὥστε οἱ μὲν πρόγονοι καὶ ὑπὲρ τῆς τῶν ἄλλων ἐλευθερίας διεκινδύνευον, ὑμεῖς δὲ οὐδὲ ὑπὲρ τῆς ὑμετέρας αὐτῶν τολμᾶτε πολεμεῖν;
それゆえ、もし私たちがこれほどまでの卑劣さに陥るとしたら、それは恥ずべきことではないでしょうか。 祖先たちは他者の自由のためにも危険を冒したというのに、あなた方は自分自身の(自由の)ためにさえ、あえて戦おうとしないのですから。