Humanitext Reader

吕西亚斯 · 关于埃拉通的财产 §1-10

埃拉托之债务与没收财产中的清偿诉求

第 1 段,共 1 段 · 希腊语

内容简介

诉讼当事人阐明了埃拉西丰之父埃拉托欠其祖父债务未还的经过,并主张在埃拉托财产被没收的过程中,应当将其中的一部分判给自己以偿还这笔历史债务。

§1ἴσως τινὲς ὑμῶν, ὦ ἄνδρες δικασταί, διὰ τὸ βούλεσθαί με ἄξιον εἶναί τινος ἡγοῦνται καὶ εἰπεῖν ἂν μᾶλλον ἑτέρου δύνασθαι· ἐγὼ δὲ τοσούτου δέω περὶ τῶν μὴ, προσηκόντων ἱκανὸς εἶναι λέγειν, ὥστε δέδοικα μή, καὶ περὶ ὧν ἀναγκαῖόν μοί ἐστι λέγειν, ἀδύνατος ὦ τὰ δέοντα εἰπεῖν.
诸位陪审员,也许你们中的有些人,因为希望我成为一个体面的人,便以为我比其他人更能言善辩;但我非但没有能力谈论与我无关的事情,反而担心,甚至在那些我有必要谈论的事情上,我也无法说出必要的话。
οἴμαι μὲν οὖν, ἐάν πάντα διηγήσωμαι τὰ πεπραγμένα ἡμῖν πρὸς Ἐράτωνα καὶ τοὺς ἐκείνου παῖδας, ῥαδίως ἐξ αὐτῶν ὑμᾶς εὑρήσειν ἃ προσήκει σκέψασθαι περὶ ταύτης τῆς διαδικασίας.
因此,我想,如果我向你们详述我们与埃拉托及其子女之间所发生的一切,你们很容易就能从中看出对于这起诉讼应当考虑些什么。
ἐξ ἀρχῆς οὖν ἀκούσατε.
那么,请从头听我道来。
§2ἐράτων ὁ Ἐρασιφῶντος πατὴρ ἐδανείσατο παρὰ τοῦ ἐμοῦ πάππου τάλαντα δύο.
埃拉西丰的父亲埃拉托向我的祖父借了两个塔兰特。
ὅτι μὲν οὖν ἔλαβε τἀργύριον καὶ ὡς τοσοῦτόν γε ἐδεήθη δανείσασθαι, ὧν ἐναντίον ἐδόθη, μάρτυρας ὑμῖν παρέξομαι· ἃ δʼ ἐχρήσατο αὐτῷ καὶ ὅσα ὠφελήθη, οἱ μᾶλλόν τε ἐμοῦ εἰδότες καὶ παραγεγενημένοι οἷς ἐκεῖνος ἔπραττε διηγήσονται ὑμῖν καὶ μαρτυρήσουσι.
至于他收到了这笔银子,并且确实需要借这么多钱,我将向你们提供证人,证明这笔钱是在他们面前交付的;但他如何使用这笔钱,又从中获益了多少,那些比我更清楚、且目睹了他所作所为的人,会向你们详述并作证。
καί μοι κάλει μάρτυρας.
请帮我传唤证人。
§3Μάρτυρες ἕως τοίνυν ὁ Ἐράτων ἔζη, τούς τε τόκους ἀπελαμβάνομεν καὶ τἆλλα τὰ συγκείμενα· ἐπειδὴ δὲ ἐτελεύτησε καταλιπὼν ὑοὺς τρεῖς, Ἐρασιφῶντα καὶ Ἐράτωνα καὶ Ἐρασίστρατον, οὗτοι οὐδὲν ἔτι ἡμῖν τῶν δικαίων ἐποίουν.
在埃拉托在世的时候,我们一直收到利息和其他约定的款项;但他去世后,留下了三个儿子:埃拉西丰、埃拉托和埃拉西斯特拉托斯,这些人便不再向我们履行任何应尽的义务。
ἐν μὲν οὖν τῷ πολέμῳ, διότι οὐκ ἦσαν δίκαι, οὐ δυνατοὶ ἦμεν παρʼ αὐτῶν ἃ ὤφειλον πράξασθαι· ἐπειδὴ δὲ εἰρήνη ἐγένετο, ὅτε περ πρῶτον αἱ ἀστικαὶ δίκαι ἐδικάζοντο, λαχὼν ὁ πατὴρ παντὸς τοῦ συμβολαίου Ἐρασιστράτῳ, ὅσπερ μόνος τῶν ἀδελφῶν ἐπεδήμει, κατεδικάσατο ἐπὶ Ξεναινέτου ἄρχοντος.
在战争期间,因为没有法庭,我们无法向他们讨回他们所欠的债务;但当和平降临,城内的法庭首次进行审判时,我的父亲向兄弟中唯一留在国内的埃拉西斯特拉托斯起诉,要求追回全部契约金额,并在塞奈内托斯担任执政官时胜诉。
μάρτυρας δὲ καὶ τούτων παρέξομαι ὑμῖν.
关于这些,我也将向你们提供证人。
καί μοι κάλει μάρτυρας.
请帮我传唤证人。
§4Μάρτυρες ὅτι μὲν τὰ Ἐράτωνος δικαίως ἂν ἡμέτερα εἴη, ἐκ τούτων ῥᾴδιον εἰδέναι, ὅτι δὲ πάντα δημεύεται, ἐξ αὐτῶν τῶν ἀπογραφῶν· τρεῖς γὰρ καὶ τέτταρες ἕκαστα ἀπογεγράφασι.
埃拉托的财产理应属于我们,这从上述事实中很容易得知;但所有的财产都要被没收,这从申报目录本身就可以清楚看出,因为有三四个不同的人分别申报了每一项。
καίτοι τοῦτό γε παντὶ εὔγνωστον, ὅτι οὐκ ἂν παρέλιπον, εἴ τι ἄλλο τῶν Ἐράτωνος οἷόν τε ἦν δημεύειν, οἱ πάντα τὰ Ἐράτωνος ἀπογράφοντες καὶ ἃ ἐγὼ πολὺν ἤδη χρόνον κέκτημαι.
然而,这是所有人都能轻易理解的:如果埃拉托还有其他可以没收的财产,那些申报了埃拉托的所有财产、甚至连我已经拥有了很久的财产也申报了的人,是绝不会漏掉的。
ὡς μὲν οὖν ἡμῖν οὐδʼ ἑτέρωθεν εἰσπράξασθαι οἷόν τε, ἐὰν ὑμεῖς ταῦτα δημεύσητε, §5εὔγνωστόν μοι δοκεῖ εἶναι·
因此,如果你们没收了这些财产,我们便无法从其他地方收回债款,这在我看来是很容易理解的。
ὡς δὲ τὴν ἀμφισβήτησιν ἐποιησάμην πρός τε ὑμᾶς καὶ τοὺς ἰδιώτας, ἔτι ἀκούσατε.
但是,关于我如何向你们以及私人提出异议,请继续听我说。
ἕως μὲν γὰρ ἡμῖν οἱ Ἐρασιφῶντος οἰκεῖοι τούτων τῶν χρημάτων ἠμφεσβήτουν, ἅπαντα ἠξίουν ἐμὰ εἶναι, διότι ὑπὲρ ἅπαντος τοῦ χρέως ἀντιδικῶν πρὸς τὸν πατέρα ὁ Ἐρασίστρατος ἡττήθη·
因为只要埃拉西丰的亲属对这些财产与我们发生争执,我就坚称全部都是我的,因为埃拉西斯特拉托斯为了全部债务与我的父亲在法庭上争辩,结果败诉了。
καὶ τὰ μὲν Σφηττοῖ ἤδη τρία ἔτη μεμίσθωκα, τῶν δὲ Κικυννοῖ καὶ τῆς οἰκίας ἐδικαζόμην τοῖς ἔχουσι.
并且,在斯斐托斯的财产我已经出租了三年,而在基钦纳的财产和房子,我当时正在对占有它们的人提起诉讼。
πέρυσι μὲν οὖν διεγράψαντό μου τὰς δίκας, ἔμποροι φάσκοντες εἶναι· νυνὶ δὲ λαχόντος ἐν τῷ Γαμηλιῶνι μηνὶ οἱ ναυτοδίκαι οὐκ ἐξεδίκασαν.
去年,他们声称自己是商人,从而使我的起诉被驳回;而现在,虽然我在迦美里翁月提起了诉讼,但海事法官们并没有做出判决。
§6ἐπειδὴ δʼ ὑμῖν τὰ Ἐρασιφῶντος δημεύειν ἔδοξεν, ἀφεὶς τῇ πόλει τὼ δύο μέρει τὰ Ἐρασιστράτου ἀξιῶ μοι ψηφισθῆναι, διότι ταῦτά γε ἤδη καὶ πρότερον ἐγνώκατε ἡμέτερα εἶναι.
但是,既然你们决定没收埃拉西丰的财产,那么在向城邦放弃了埃拉西斯特拉托斯那三分之二份额的前提下,我要求将属于我的份额判给我,因为你们此前已经判定这些财产确实是我们的。
ὡρισάμην οὖν ἐμαυτῷ τὸ τρίτον μέρος τῆς ἐκείνων οὐσίας οὐ τὴν ἀκρίβειαν ἐπισκεψάμενος, ἀλλὰ πολλῷ πλέον ἢ τὼ δύο μέρει τῷ δημοσίῳ ὑπολιπών.
因此,我为自己划定了他们财产的三分之一,这并不是出于对精确计算的追求,而是将多得多的份额,即三分之二,留给了国库。
§7ῥᾴδιον δὲ γνῶναι ἐκ τοῦ τιμήματος τοῦ ἐπιγεγραμμένου τοῖς χρήμασιν.
这从登记在财产上的评估价格中很容易看出。
ἅπαντα μὲν γὰρ πλείονος ἢ ταλάντου τετίμηνται, ὧν δʼ ἐγὼ ἀμφισβητῶ τῷ μὲν πέντε μνᾶς τῷ δὲ χιλίας δραχμὰς ἐπεγραψάμην·
因为所有财产的评估价都在一塔兰特以上,而对于我所争议的部分,我给一项登记了五麦那,给另一项登记了一千德拉克马。
καὶ εἰ πλείονος ἄξιά ἐστιν ἢ τοσούτου, ἀποκηρυχθέντων τὸ περιττὸν ἡ πόλις λήψεται.
如果它们的价值超过这个数额,在拍卖之后,超出部分将由城邦获得。
§8ἵνα οὖν εἰδῆτε ὅτι ταῦτα ἀληθῆ ἐστι, μάρτυρας ὑμῖν παρέξομαι πρῶτον μὲν τοὺς μεμισθωμένους παρʼ ἐμοῦ τὸ Σφηττοῖ χωρίον, ἔπειτα τοῦ Κικυννοῖ τοὺς γείτονας, οἳ ἴσασιν ἡμᾶς ἤδη τρία ἔτη ἀμφισβητοῦντας, ἔτι δὲ τούς τε πέρυσιν ἄρξαντας, πρὸς οὓς αἱ δίκαι ἐλήχθησαν, καὶ τοὺς νῦν ναυτοδίκας.
因此,为了让你们知道这些是真实的,我将向你们提供证人:首先是从我这里租用斯斐托斯地产的人,其次是基钦纳的邻居,他们知道我们已经争执了三年,此外还有去年受理这些诉讼的执政官,以及现在的海事法官。
§9ἀναγνωσθήσονται δὲ ὑμῖν καὶ αὗται αἱ ἀπογραφαί·
这些财产申报目录也将向你们宣读。
ἐκ τούτων γὰρ μάλιστα γνώσεσθε ὅτι οὔτε νεωστὶ ταῦτα τὰ χρήματα ἀξιοῦμεν ἡμέτερα εἶναι, οὔτε νυνὶ τῷ δημοσίῳ πλειόνων ἀμφισβητοῦμεν ἢ τῷ ἔμπροσθεν χρόνῳ τοῖς ἰδιώταις.
因为从这些目录中,你们最能明白:我们并不是最近才声称这些财产是我们的,我们现在对国库争议的数额也并不比以前对私人争议的数额多。
καί μοι κάλει μάρτυρας.
请帮我传唤证人。
§10Μάρτυρες ὅτι μέν, ὦ ἄνδρες δικασταί, οὐ παρὰ τὸ δίκαιον ἀξιῶ μοι ψηφίσασθαι τὸ διαδίκασμα, ἀλλʼ αὐτὸς τῇ πόλει πολλὰ τῶν ἐμαυτοῦ ἀφεὶς τοῦτο ἀξιῶ μοι ἀποδοθῆναι, ἀποδέδεικται.
诸位陪审员,我已经证明了,我要求将这一诉讼判给我并不是违背正义的,而是在我自己向城邦放弃了许多属于我自己的财产之后,才要求将这一部分归还给我。
ἤδη δέ μοι δοκεῖ δίκαιον εἶναι καὶ δεηθῆναι ὑμῶν τε καὶ τῶν συνδίκων ἐναντίον ὑμῶν.
现在,我认为在你们面前向你们以及共同诉讼人提出请求,也是正当的。

词汇与语法注释

  1. §1τοσούτου δέω ... ὥστε ... — 动词 `δέω` 连用度量属格 `τοσούτου` 表示“离……如此之远”。它后接引导结果从句的 `ὥστε`(意为“以至于……”),表示说话人非但没有能力谈论无关的事,反而担心在必要的事上也无法表述清楚。
  2. §2ὧν ἐναντίον ἐδόθη — 关系代词 `ὧν` 并非直接指向紧邻的先行词 `μάρτυρας`,而是代表省略的指示代词(如 `ἐκείνων`)。前置词性副词 `ἐναντίον` 支配属格 `ὧν`,意为“在那些[交付资金时]在场的人面前”。
  3. §3ἐπὶ Ξεναινέτου ἄρχοντος — 结构 `ἐπί` + 属格专有名词 + `ἄρχοντος` 是雅典纪年的标准公式,意为“在塞奈内托斯担任执政官期间”(即公元前396/5年)。
  4. §5τῶν δὲ Κικυννοῖ ... ἐδικαζόμην τοῖς ἔχουσι — 中间语态动词 `δικάζομαι`(起诉、进行诉讼)在此处与表示争议财产的属格(`τῶν δὲ Κικυννοῖ [χρημάτων]`,“关于在基钦纳的财产”)以及表示被告的与格(`τοῖς ἔχουσι`,“针对那些占有它们的人”)连用。
  5. §6τὼ δύο μέρει — 双数宾格结构。冠词 `τώ` 为中性双数宾格,`μέρει` 为中性名词 `μέρος` 的双数宾格(由 `-εε` 紧缩而来)。它作为分词 `ἀφείς` 的宾语,指代“两个部分”(即三分之二)。

引用这一段

吕西亚斯, 关于埃拉通的财产 §1-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg017.humanitext-grc2:1-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。