Humanitext Reader

吕西亚斯 · 控诉阿尔西比亚德斯之二 §1-12

要求依法惩治阿尔西比亚德斯逃避兵役

第 1 段,共 1 段 · 希腊语

内容简介

起诉人请求陪审员排除将军们的不正当干预,依据法律对被告人阿尔西比亚德斯的不服兵役及非法骑兵服役行为作出公正的判决。

§1ἐγὼ μέν, ὦ ἄνδρες δικασταί, καὶ ὑμᾶς αἰτοῦμαι τὰ δίκαια ψηφίσασθαι, καὶ τῶν στρατηγῶν δέομαι, ἐπεὶ καὶ ἐν τῇ ἄλλῃ ἀρχῇ πολλοῦ ἄξιοι τῇ πόλει γεγόνασι, καὶ τῶν τῆς ἀστρατείας γραφῶν κοινοὺς εἶναι τῷ τε διώκοντι καὶ τῷ φεύγοντι, καὶ μὴ βοηθοῦντας ᾧ ἂν βούλωνται πᾶσαν προθυμίαν ἔχειν παρὰ τὸ δίκαιον ὑμᾶς ψηφίσασθαι,
诸位陪审员,我一方面请求你们作出公正的判决,另一方面也恳求将军们——因为他们在其他职位上也同样为城邦作出了巨大贡献——在不服兵役的指控中,对起诉人和被告人一视同仁,不要因偏袒他们所喜爱的人,而竭尽全力使你们作出违背正义的判决。
§2ἐνθυμουμένους ὅτι σφόδρʼ ἂν ἠγανακτεῖτε, εἰ ἐν τῇ ὑμετέρᾳ δοκιμασίᾳ οἱ θεσμοθέται ἀναβάντες ὑμῶν ἐδέοντο καταψηφίσασθαι, ἡγούμενοι δεινὸν εἶναι εἰ οἱ τιθέντες τὸν ἀγῶνα καὶ τὴν ψῆφον διδόντες παρακελεύσονται τῶν μὲν μὴ καταψηφίζεσθαι τῶν δὲ καταψηφίζεσθαι.
因为你们应当想到,如果在对你们进行资格审查时,法官们登台请求你们投反对票,你们必会极其愤慨,认为这些组织诉讼并给予投票权的人,竟然劝诱你们对某些人不予定罪、而对另一些人予以定罪,这是十分可怕的事。
§3τί δʼ ἂν αἴσχιον ἔθος ἢ δεινότερον πρᾶγμα τούτου ἐν τῇ πόλει γένοιτο, εἰ τολμήσει ὁ μὲν ἄρχων ἐν ταῖς τῶν ἐπικλήρων δίκαις ἀντιβολεῖν καὶ ἱκετεύειν τοὺς δικαστὰς ὅ τι ἂν βούληται πραχθῆναι, ὁ δὲ πολέμαρχος καὶ οἱ ἕνδεκα δεήσονται ἐν ταῖς δίκαις ταῖς ὑφʼ ἑαυτῶν εἰσαγομέναις, §4ὥσπερ καὶ νῦν;
如果执政官在女继承人的诉讼中,竟敢恳求和哀求陪审员按照他的意愿行事,而军事执政官和十一行政官也在他们自己提起的诉讼中提出请求,就像现在发生的一样?
χρὴ τοίνυν καὶ ὑπὲρ ὑμῶν αὐτῶν τὴν γνώμην ἔχειν, ἐνθυμουμένους ὅτι οὐδὲν διοίσει ὑμᾶς ἰδίᾳ περὶ τῆς ἀστρατείας βοηθεῖν, ἢ τούτων τινὰς δεῖσθαι αὐτοὺς τὴν ψῆφον διδόντας.
因此,你们也应该为自己着想,记住由你们个人在不服兵役的事情上协助,与这些人在你们投票时亲自提出请求,并没有任何区别。
§5σκέψασθε δέ, ὦ ἄνδρες δικασταί, ἐὰν ἱκανὸν γένηται τεκμήριον ὅτι οὐδείς πω τῶν ἀρχόντων ἐν τῷ στρατοπέδῳ Ἀλκιβιάδῃ ἦν παρεσκευασμένος.
诸位陪审员,请考虑这是否足以证明,营地中的军官当时没有任何人曾为阿尔西比亚德斯做好安排。
ἐχρῆν γὰρ αὐτούς, εἴπερ ἀληθῆ λέγουσιν, ἀνακαλεῖν μὲν Πάμφιλον, ὅτι ἀφαιρῶν τὸν ἵππον ἱππέως ἀπεστέρει τὴν πόλιν, ἐπιβάλλειν δὲ τῷ φυλάρχῳ, ὅτι ἐξελαύνων Ἀλκιβιάδην ἐκ τῆς φυλῆς ἄκυρον ἐποίει τὴν τούτων τάξιν, κελεύειν δὲ τὸν ταξίαρχον ἐξαλείφειν αὐτὸν ἐκ τοῦ τῶν ὁπλιτῶν καταλόγου.
因为如果他们说的是真话,他们本应当召见潘菲洛斯,指控他夺走马匹是剥夺了城邦的一名骑兵;并且本应当对骑兵队长处以罚款,指控他将阿尔西比亚德斯逐出部落使他们的安排失效;还本应当命令重装步兵队长将他从重装步兵名册中除名。
§6νῦν δὲ τούτων οὐδὲν ἐποίησαν, ἀλλʼ ἐν μὲν τῷ στρατοπέδῳ περιεώρων αὐτὸν ὑπὸ πάντων προπηλακιζόμενον κἀν τοῖς ἱπποτοξόταις ἱππεύοντα, ἐπειδὴ δὲ ὑμᾶς δεῖ παρὰ τῶν ἀδικούντων δίκην λαμβάνειν, χαριζόμενοι μαρτυροῦσιν ὑφʼ ἑαυτῶν αὐτὸν τετάχθαι.
但事实上,他们什么也没做,而是在营地里眼睁睁地看着他被所有人侮辱、并在骑马弓兵中服役。 然而,现在当你们必须向犯罪者追究责任时,他们为了讨好他,竟作证说他是被他们安置的。
καίτοι δεινόν, ὦ ἄνδρες δικασταί, αὐτοὺς μὲν τοὺς στρατηγοὺς ὑπὸ τοῦ δήμου χειροτονηθέντας μὴ ἂν τολμῆσαι πρότερον ἡμῶν ἡγήσασθαι, ἕως ἐδοκιμάσθησαν κατὰ τοὺς νόμους, Ἀλκιβιάδην δὲ τολμᾶν παρὰ τοὺς τῆς πόλεως νόμους ὑπʼ αὐτῶν ταχθῆναι.
然而,诸位陪审员,令人愤慨的是,由人民选举产生的将军们自己,在按照法律通过资格审查之前,都不敢来领导我们,而阿尔西比亚德斯却敢违背城邦的法律被他们安置。
§7δεινὸν δέ μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, εἰ τῶν μὲν δεδοκιμασμένων ἱππέων οὐκ ἐπὶ τούτοις ἐστὶν ὅντινα βούλονται αὐτοὶ εἰς τοὺς ὁπλίτας καταλέξαι, τῶν δὲ ὁπλιτῶν ἀδοκιμάστων ὄντων ἐπὶ τούτοις ἔσται ὅντινʼ ἂν βούλωνται ἱππεύειν.
诸位陪审员,在我看来同样荒谬的是,如果对于已通过审查的骑兵,他们没有权力将自己想要的人编入重装步兵;而对于未通过审查的重装步兵,他们却有权力让任何他们想要的人去当骑兵。
§8εἰ μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ὄντες κύριοι πολλῶν βουλομένων μηδένα τῶν ἄλλων ἱππεύειν εἴασαν, οὐκ ἂν δικαίως χαρίζοισθε αὐτοῖς· εἰ δʼ ἄκυροι ὄντες ὁμολογήσουσι τάξαι, ἐνθυμεῖσθαι χρὴ ὅτι ὀμωμόκατε τὰ δίκαια γνώσεσθαι, ἀλλʼ οὐχ ὅ τι ἂν οὗτοι κελεύωσι ψηφιεῖσθαι, ὥστε οὐδένα χρὴ τῶν δεομένων περὶ πλείονος ὑμῶν αὐτῶν καὶ τῶν ὅρκων ποιεῖσθαι.
因此,诸位陪审员,如果他们在拥有决定权且许多人渴望如此的情况下,却不允许其他任何人当骑兵,那么你们去讨好他们便是不公正的;如果他们在没有决定权的情况下,承认曾安置了他,那么你们必须记住,你们是发过誓要依法作出公正判决的,而不是按照这些人的命令去投票,因此绝不能把任何求情的人看得比你们自己和誓言更重。
§9καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, εἴ τῳ δοκεῖ μεγάλη ἡ ζημία εἶναι καὶ λίαν ἰσχυρὸς ὁ νόμος, μεμνῆσθαι χρὴ ὅτι οὐ νομοθετήσοντες περὶ αὐτῶν ἥκετε, ἀλλὰ κατὰ τοὺς κειμένους νόμους ψηφιούμενοι, οὐδὲ τοὺς ἀδικοῦντας ἐλεήσοντες, ἀλλὰ πολὺ μᾶλλον αὐτοῖς ὀργιούμενοι καὶ ὅλῃ τῇ πόλει βοηθήσοντες, εὖ εἰδότες ὅτι ὑπὲρ τῶν παρεληλυθότων ὀλίγους τιμωρησάμενοι πολλοὺς ποιήσετε κοσμιωτέρους ἐν τοῖς μέλλουσι κινδυνεύειν.
而且,诸位陪审员,如果有人认为处罚过重、法律过于严厉,他就应当记住,你们来到这里不是为了对这些事情进行立法,而是为了按照现行法律进行投票,也不是为了同情那些犯错的人,而是要对他们感到愤怒并援助整个城邦,因为你们很清楚,通过惩罚少数过去的违法者,你们将使更多的人在未来的危险中变得更加守纪。
§10χρὴ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτος ἀμελήσας τῆς πόλεως τὴν αὑτοῦ σωτηρίαν ἐσκέψατο, οὕτως ὑμᾶς ἀμελήσαντας τούτου τῇ πόλει τὰ βέλτιστα ψηφίσασθαι, ἄλλως τε καὶ ὅρκους ὀμωμοκότας καὶ περὶ Ἀλκιβιάδου μέλλοντας ψηφίσασθαι, ὃς ἐὰν ὑμᾶς ἐξαπατήσῃ, καταγελῶν τῆς πόλεως ἄπεισιν·
诸位陪审员,正如这个人忽视了城邦而只顾自己的安全一样,你们也应当忽视他,并为城邦投票选择最好的决定,尤其是你们已经宣过誓,并且即将对阿尔西比亚德斯进行投票。
οὐ γὰρ δὴ χάριν γε ὑμῖν ἀποδώσει τῇ ψήφῳ κρύβδην εὖ παθών, ὃς τῶν φίλων τοὺς φανερῶς αὐτὸν εὖ ποιήσαντας κακῶς ποιεῖ.
他如果欺骗了你们,就会嘲笑着离开城邦;因为他绝不会因为通过你们的秘密投票而暗中获益而向你们表示感谢,毕竟他连那些公开对他好的人都会加害。
§11ὑμεῖς οὖν, ὦ ἄνδρες δικασταί, τὰς τούτων δεήσεις περὶ ἐλάττονος ποιησάμενοι τὰ δίκαια ψηφίσασθε.
因此,诸位陪审员,你们应当轻视这些人的央求,投下公正的一票。
ἀποδέδεικται δὲ καταλεγεὶς εἰς τοὺς ὁπλίτας καὶ λιπὼν τὴν τάξιν καὶ τῶν νόμων κωλυόντων ἀδοκίμαστος ἱππεύσας, καὶ περὶ ὧν οἱ νόμοι διαρρήδην οὔτε στρατηγὸν οὔτε ἵππαρχον οὔτε ἄλλον οὐδένα κυριώτερον ἐκείνων ἀποδεικνύουσι, περὶ τούτων ἰδιώτης ὢν τὴν ἐξουσίαν αὑτῷ δεδωκώς.
已经证明,他被编入重装步兵却擅离职守,且在法律明文禁止的情况下、未经审查便在骑兵中服役。 而对于那些法律明文规定无论是将军、骑兵长官还是其他任何人都无权凌驾其上的事务,他作为一个普通公民,却私自赋予了自己这种权力。
§12ἐγὼ μὲν οὖν καὶ φίλῳ ὄντι Ἀρχεστρατίδῃ βοηθῶν, καὶ Ἀλκιβιάδην ἐχθρὸν ὄντα ἐμαυτοῦ τιμωρούμενος, δέομαι τὰ δίκαια ψηφίσασθαι· ὑμᾶς δὲ χρὴ τὴν αὐτὴν γνώμην ἔχοντας τὴν ψῆφον φέρειν, ἥνπερ ὅτε ᾤεσθε πρὸς τοὺς πολεμίους διακινδυνεύσειν.
因此,我为了援助我的朋友阿尔克斯特拉蒂德斯,并向我的仇人阿尔西比亚德斯报仇,请求你们作出公正的判决;而你们在投票时,也必须怀着与你们当初准备与敌人决一死战时相同的决心。

词汇与语法注释

  1. §1κοινοὺς εἶναι — 不定式 `εἶναι` 的逻辑主语是属格 `τῶν στρατηγῶν` 所指的将军们,该属格既作 `δέομαι` 的宾语,又充当不定式的逻辑主语。
  2. §2ἠγανακτεῖτε, εἰ ... ἐδέοντο — 表示与过去事实相反的虚拟条件句(条件从句用 `εἰ` 搭配直说法语气过去时,主句用直说法语气过去时搭配 `ἄν`),意为“如果他们曾请求……,你们当时必会极其愤慨”。
  3. §6μὴ ἂν τολμῆσαι — 宾格加不定式结构中带有 `ἄν` 的不定式。它代表间接引语中带 `ἄν` 的直说法语气过去时(虚拟条件主句),意为“他们本不敢……”。
  4. §8εἰ μὲν τοίνυν ... οὐκ ἂν δικαίως χαρίζοισθε — 混合条件句,其中条件从句为直说法语气过去时(`εἴασαν`),而主句为 `ἄν` 搭配祈愿语气(`ἂν χαρίζοισθε`)。它基于过去的事实情况来推导关于现在或未来的可能性。
  5. §11καὶ περὶ ὧν — 关系代词 `ὧν` 融合了省略的先行词,相当于 `περὶ τούτων ἃ ...`(关于法律所……的那些事情)。

引用这一段

吕西亚斯, 控诉阿尔西比亚德斯之二 §1-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg015.humanitext-grc2:1-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。