§1ἐγὼ μέν, ὦ ἄνδρες δικασταί, καὶ ὑμᾶς αἰτοῦμαι τὰ δίκαια ψηφίσασθαι, καὶ τῶν στρατηγῶν δέομαι, ἐπεὶ καὶ ἐν τῇ ἄλλῃ ἀρχῇ πολλοῦ ἄξιοι τῇ πόλει γεγόνασι, καὶ τῶν τῆς ἀστρατείας γραφῶν κοινοὺς εἶναι τῷ τε διώκοντι καὶ τῷ φεύγοντι, καὶ μὴ βοηθοῦντας ᾧ ἂν βούλωνται πᾶσαν προθυμίαν ἔχειν παρὰ τὸ δίκαιον ὑμᾶς ψηφίσασθαι,
裁判員諸官よ、私は一方では、あなた方に対しては正義にかなう投票をするよう求め、他方では、将軍たちに対しては(彼らが他の職務においても国家にとって大いに価値ある存在であったのだから)不従軍の告発において原告と被告の双方に対して公平であり、自分たちが望む者を援助して、あなた方に正義に反する投票をさせようとあらゆる熱意を注ぐことのないよう要望する。
§2ἐνθυμουμένους ὅτι σφόδρʼ ἂν ἠγανακτεῖτε, εἰ ἐν τῇ ὑμετέρᾳ δοκιμασίᾳ οἱ θεσμοθέται ἀναβάντες ὑμῶν ἐδέοντο καταψηφίσασθαι, ἡγούμενοι δεινὸν εἶναι εἰ οἱ τιθέντες τὸν ἀγῶνα καὶ τὴν ψῆφον διδόντες παρακελεύσονται τῶν μὲν μὴ καταψηφίζεσθαι τῶν δὲ καταψηφίζεσθαι.
それは、もしあなた方の審査においてテスモテタイたちが壇上に登り、あなた方を弾劾するよう求めたならば、あなた方は大いに激怒したであろうということを思い起こしてのことである。 訴訟を準備し投票を委ねる当の者たちが、一方については有罪とせず、他方については有罪とするよう促すのは、恐るべきことであると考えつつ。
§3τί δʼ ἂν αἴσχιον ἔθος ἢ δεινότερον πρᾶγμα τούτου ἐν τῇ πόλει γένοιτο, εἰ τολμήσει ὁ μὲν ἄρχων ἐν ταῖς τῶν ἐπικλήρων δίκαις ἀντιβολεῖν καὶ ἱκετεύειν τοὺς δικαστὰς ὅ τι ἂν βούληται πραχθῆναι, ὁ δὲ πολέμαρχος καὶ οἱ ἕνδεκα δεήσονται ἐν ταῖς δίκαις ταῖς ὑφʼ ἑαυτῶν εἰσαγομέναις,
もし執政官が、女相続人の訴訟において、自分の望むことが行われるよう、裁判員たちに懇願し哀願するような厚かましいことをし、また、軍事執政官や十一役人が、自分たちの提起する訴訟において同様に要望するならば、これ以上に不名誉な慣行や、これ以上に恐るべき事態が国家において生じるだろうか。
§4ὥσπερ καὶ νῦν;
まさに今しているように。
χρὴ τοίνυν καὶ ὑπὲρ ὑμῶν αὐτῶν τὴν γνώμην ἔχειν, ἐνθυμουμένους ὅτι οὐδὲν διοίσει ὑμᾶς ἰδίᾳ περὶ τῆς ἀστρατείας βοηθεῖν, ἢ τούτων τινὰς δεῖσθαι αὐτοὺς τὴν ψῆφον διδόντας.
それゆえ、あなた方自身のことも考慮に入れなければならない。 あなた方が不従軍に関して個人的に加担することと、投票権を与える彼ら自身が懇願することとは、何の違いもないということを念頭に置いて。
§5σκέψασθε δέ, ὦ ἄνδρες δικασταί, ἐὰν ἱκανὸν γένηται τεκμήριον ὅτι οὐδείς πω τῶν ἀρχόντων ἐν τῷ στρατοπέδῳ Ἀλκιβιάδῃ ἦν παρεσκευασμένος.
裁判員諸官よ、陣中において指揮官の誰もアルキビアデスに便宜を図る用意ができていなかったという十分な証拠になるかどうか、よく検討してほしい。
ἐχρῆν γὰρ αὐτούς, εἴπερ ἀληθῆ λέγουσιν, ἀνακαλεῖν μὲν Πάμφιλον, ὅτι ἀφαιρῶν τὸν ἵππον ἱππέως ἀπεστέρει τὴν πόλιν, ἐπιβάλλειν δὲ τῷ φυλάρχῳ, ὅτι ἐξελαύνων Ἀλκιβιάδην ἐκ τῆς φυλῆς ἄκυρον ἐποίει τὴν τούτων τάξιν, κελεύειν δὲ τὸν ταξίαρχον ἐξαλείφειν αὐτὸν ἐκ τοῦ τῶν ὁπλιτῶν καταλόγου.
なぜなら、もし彼らが真実を言っているのなら、パンフィロスが馬を取り上げることで国家から一人の騎兵を奪ったとして、彼を召喚すべきであったし、アルキビアデスを部族から追放することによって彼らの命令を無効にしたとして、騎兵隊長に罰金を科すべきであったし、また、重装歩兵隊長に対しては、重装歩兵の名簿から彼を抹消するよう命じるべきであったからである。
§6νῦν δὲ τούτων οὐδὲν ἐποίησαν, ἀλλʼ ἐν μὲν τῷ στρατοπέδῳ περιεώρων αὐτὸν ὑπὸ πάντων προπηλακιζόμενον κἀν τοῖς ἱπποτοξόταις ἱππεύοντα, ἐπειδὴ δὲ ὑμᾶς δεῖ παρὰ τῶν ἀδικούντων δίκην λαμβάνειν, χαριζόμενοι μαρτυροῦσιν ὑφʼ ἑαυτῶν αὐτὸν τετάχθαι.
しかし実際には、彼らはこれらのうち何一つ行わず、陣中では彼がすべての人から侮辱され、騎馬弓兵の中で騎乗しているのを傍観していた。 しかし、あなた方が不義を行う者たちから罰を受け取らねばならなくなると、彼におもねって、彼は自分たちによって配置されたのだと証言している。
καίτοι δεινόν, ὦ ἄνδρες δικασταί, αὐτοὺς μὲν τοὺς στρατηγοὺς ὑπὸ τοῦ δήμου χειροτονηθέντας μὴ ἂν τολμῆσαι πρότερον ἡμῶν ἡγήσασθαι, ἕως ἐδοκιμάσθησαν κατὰ τοὺς νόμους, Ἀλκιβιάδην δὲ τολμᾶν παρὰ τοὺς τῆς πόλεως νόμους ὑπʼ αὐτῶν ταχθῆναι.
それにしても、裁判員諸官よ、民衆によって選出された将軍たち自身は、法律に従って審査を受けるまでは、我々を率いることなどあえてしなかったであろうに、アルキビアデスが国家の法律に反して、彼らによって配置されることをあえてするとは、恐るべきことである。
§7δεινὸν δέ μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, εἰ τῶν μὲν δεδοκιμασμένων ἱππέων οὐκ ἐπὶ τούτοις ἐστὶν ὅντινα βούλονται αὐτοὶ εἰς τοὺς ὁπλίτας καταλέξαι, τῶν δὲ ὁπλιτῶν ἀδοκιμάστων ὄντων ἐπὶ τούτοις ἔσται ὅντινʼ ἂν βούλωνται ἱππεύειν.
裁判員諸官よ、私には次のことも恐るべきことと思われる。 審査を経た騎兵たちについては、彼らが望む者を重装歩兵に登録する権限が彼らにないのに対し、審査を経ていない重装歩兵については、彼らが望む者を誰でも騎兵にさせることが彼らの権限になるのだとすれば。
§8εἰ μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ὄντες κύριοι πολλῶν βουλομένων μηδένα τῶν ἄλλων ἱππεύειν εἴασαν, οὐκ ἂν δικαίως χαρίζοισθε αὐτοῖς·
それゆえ、裁判員諸官よ、もし彼らが権限を持っていて、多くの者が望んでいたのに、他の誰にも騎乗を許さなかったのだとすれば、あなた方が彼らにおもねる(彼らの願いを聞き入れる)のは正しくない。
εἰ δʼ ἄκυροι ὄντες ὁμολογήσουσι τάξαι, ἐνθυμεῖσθαι χρὴ ὅτι ὀμωμόκατε τὰ δίκαια γνώσεσθαι, ἀλλʼ οὐχ ὅ τι ἂν οὗτοι κελεύωσι ψηφιεῖσθαι, ὥστε οὐδένα χρὴ τῶν δεομένων περὶ πλείονος ὑμῶν αὐτῶν καὶ τῶν ὅρκων ποιεῖσθαι.
また、もし彼らが権限がなかったのに配置したと認めるのであれば、あなた方は正義に基づいて判決を下すと誓ったのであり、彼らが命じることに従って投票すると誓ったのではない、ということを心に留めねばならない。 したがって、嘆願する者の誰をも、あなた方自身や誓いよりも重んじるべきではない。
§9καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, εἴ τῳ δοκεῖ μεγάλη ἡ ζημία εἶναι καὶ λίαν ἰσχυρὸς ὁ νόμος, μεμνῆσθαι χρὴ ὅτι οὐ νομοθετήσοντες περὶ αὐτῶν ἥκετε, ἀλλὰ κατὰ τοὺς κειμένους νόμους ψηφιούμενοι, οὐδὲ τοὺς ἀδικοῦντας ἐλεήσοντες, ἀλλὰ πολὺ μᾶλλον αὐτοῖς ὀργιούμενοι καὶ ὅλῃ τῇ πόλει βοηθήσοντες, εὖ εἰδότες ὅτι ὑπὲρ τῶν παρεληλυθότων ὀλίγους τιμωρησάμενοι πολλοὺς ποιήσετε κοσμιωτέρους ἐν τοῖς μέλλουσι κινδυνεύειν.
さらに、裁判員諸官よ、もし刑罰が重すぎるとか、法律が厳しすぎると誰かに思われるなら、あなた方は法律を制定するためにここに来たのではなく、現行の法律に従って投票するために来たのだということを記憶にとどめねばならない。 また、不義を行う者を憐れむためではなく、むしろ彼らに対して大いに怒り、国家全体を支援するために来たのだということも。 過去のことについて少数の者を処罰することによって、将来危険に直面する多くの者たちをより規律正しくさせることになる、とよく承知した上で。
§10χρὴ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτος ἀμελήσας τῆς πόλεως τὴν αὑτοῦ σωτηρίαν ἐσκέψατο, οὕτως ὑμᾶς ἀμελήσαντας τούτου τῇ πόλει τὰ βέλτιστα ψηφίσασθαι, ἄλλως τε καὶ ὅρκους ὀμωμοκότας καὶ περὶ Ἀλκιβιάδου μέλλοντας ψηφίσασθαι, ὃς ἐὰν ὑμᾶς ἐξαπατήσῃ, καταγελῶν τῆς πόλεως ἄπεισιν·
裁判員諸官よ、この者が国家を顧みずに自分自身の安全を図ったように、あなた方もこの者を顧みずに、国家にとって最善の投票をすべきである。 ましてや、あなた方は誓いを立てており、またアルキビアデスについて投票しようとしているのだから。 彼は、もしあなた方を騙せば、国家を嘲笑しながら去っていくであろう。
οὐ γὰρ δὴ χάριν γε ὑμῖν ἀποδώσει τῇ ψήφῳ κρύβδην εὖ παθών, ὃς τῶν φίλων τοὺς φανερῶς αὐτὸν εὖ ποιήσαντας κακῶς ποιεῖ.
秘密の投票によって恩恵を被ったとしても、彼はあなた方に決して感謝を返さないであろう。 彼は、公然と自分に良くしてくれた友人たちに対してさえ害をなす者なのだから。
§11ὑμεῖς οὖν, ὦ ἄνδρες δικασταί, τὰς τούτων δεήσεις περὶ ἐλάττονος ποιησάμενοι τὰ δίκαια ψηφίσασθε.
それゆえ、裁判員諸官よ、あなた方は彼らの嘆願を軽んじて、正義にかなう投票をしなさい。
ἀποδέδεικται δὲ καταλεγεὶς εἰς τοὺς ὁπλίτας καὶ λιπὼν τὴν τάξιν καὶ τῶν νόμων κωλυόντων ἀδοκίμαστος ἱππεύσας, καὶ περὶ ὧν οἱ νόμοι διαρρήδην οὔτε στρατηγὸν οὔτε ἵππαρχον οὔτε ἄλλον οὐδένα κυριώτερον ἐκείνων ἀποδεικνύουσι, περὶ τούτων ἰδιώτης ὢν τὴν ἐξουσίαν αὑτῷ δεδωκώς.
彼が重装歩兵に登録されていながらその隊列を離脱したこと、また法律が禁じているにもかかわらず、審査を経ずに騎兵として従軍したことは証明されている。 そして、法律が将軍にも騎兵長官にも他の誰にも、それら以上の権限を明示的に与えていない事柄について、彼は一人の私人でありながら、自らにその特権を与えたのである。
§12ἐγὼ μὲν οὖν καὶ φίλῳ ὄντι Ἀρχεστρατίδῃ βοηθῶν, καὶ Ἀλκιβιάδην ἐχθρὸν ὄντα ἐμαυτοῦ τιμωρούμενος, δέομαι τὰ δίκαια ψηφίσασθαι·
それゆえ、私は友人であるアルケストラティデスを助け、また私自身の敵であるアルキビアデスに報復するために、正義にかなう投票をするよう求める。
ὑμᾶς δὲ χρὴ τὴν αὐτὴν γνώμην ἔχοντας τὴν ψῆφον φέρειν, ἥνπερ ὅτε ᾤεσθε πρὸς τοὺς πολεμίους διακινδυνεύσειν.
あなた方も、敵に対して危険を冒そうと考えていた時と同じ覚悟を持って、票を投じねばならない。