§1ὅτι μὲν τὸν πατέρα μʼ ἔφασκεν ἀπεκτονέναι, πολλοὶ συνοίδασιν ὑμῶν, καὶ μαρτυροῦσι δέ μοι· ὅτι δὲ οὐ πεποίηκα, δῆλον·
许多人知道他声称我杀死了我的父亲,并且也为我作证;而我没有做过这件事,则是显而易见的。
ἔτη γὰρ ἐστί μοι δύο καὶ τριάκοντα, ἐξ οὗ δʼ ὑμεῖς κατήλθετε, εἰκοστὸν τουτί.
因为我现在三十二岁,而自你们返回以来,今年已经是第二十年了。
§2φαίνομαι οὖν δωδεκαέτης ὤν, ὅτε ὁ πατὴρ ὑπὸ τῶν τριάκοντα ἀπέθνῃσκεν, ὥστʼ οὐδʼ ὅ τι ὀλιγαρχία ἦν ᾔδη, οὐδὲ τῷ πατρὶ βοηθεῖν οἷός τʼ ἦ.
显而易见,当我的父亲被三十人政权处死时,我只有十二岁,所以我甚至不知道寡头政治是什么,也无法帮助我的父亲。
ἀλλὰ μὴν οὐδὲ τῶν χρημάτων ἕνεκα ἐπεβούλευσα αὐτῷ· ὁ γὰρ πρεσβύτερος ἀδελφὸς πάντα λαβὼν ἀπεστέρησεν ἡμᾶς.
再者,我更不是为了钱财而谋害他;因为我的长兄拿走了所有的财产,剥夺了我们的份额。
§3ἴσως δʼ ἐρεῖ ὡς οὐκ ἔστι τῶν ἀπορρήτων, ἐάν τις φῇ τὸν πατέρα ἀπεκτονέναι· τὸν γὰρ νόμον οὐ ταῦτʼ ἀπαγορεύειν, ἀλλʼ ἀνδροφόνον οὐκ ἐᾶν λέγειν.
也许他会说,如果有人说某人杀死了父亲,这并不属于禁忌之语;因为法律并没有禁止这些词,而是不允许称人为“杀人犯”。
ἐγὼ δʼ οἶμαι δεῖν οὐ περὶ τῶν ὀνομάτων διαφέρεσθαι, ἀλλὰ περὶ τῆς τῶν ἔργων διανοίας, καὶ πάντας εἰδέναι ὅτι ὁπόσοι ἀπεκτόνασί τινας, καὶ ἀνδροφόνοι τῶν αὐτῶν εἰσι, καὶ ὅσοι ἀνδροφόνοι τινός, καὶ ἀπεκτόνασι τοῦτον.
但我认为,我们不应该争论字面词句,而应该争论行为的真实意图,并且大家都应该知道,凡是杀死了某人的人,也是那些人的“杀人犯”,而凡是某人的“杀人犯”的人,也就是杀死了他的人。
§4πολὺ γὰρ ἂν ἔργον εἴη τῷ νομοθέτῃ πάντα γράφειν τὰ ὀνόματα, ὅσα τὴν αὐτὴν δύναμιν ἔχει· ἀλλὰ περὶ ἑνὸς εἰπὼν περὶ πάντων ἐδήλωσεν.
因为对于立法者来说,把所有具有相同含义的词汇都写下来,将是一项繁重的工作;相反,通过提到其中一个,他就阐明了所有的情况。
οὐ γὰρ δήπου ἐὰν μέν τις πατραλοίαν ἢ μητραλοίαν καλῇ σε, ὑπόδικός ἐστιν, ἐὰν δέ τις τὴν τεκοῦσαν ἢ τὸν φυτεύσαντα τύπτειν φῇ, ἀζήμιος ἔσται.
因为绝不可能出现这种情况:如果有人称你为“杀父者”或“杀母者”,他就必须出庭受审,但如果有人说你殴打了生育你的母亲或生养你的父亲,他却可以免受惩罚。
§5καὶ ἐάν τις εἴπῃ ῥίψασπιν, ἀθῷος ἔσται·
如果有人说你“丢弃盾牌者”,他就会免受惩罚吗?
τὸν γὰρ νόμον, ἐάν τις εἴπῃ ἀποβεβληκέναι τὴν ἀσπίδα, ζημίαν τάττειν, ἀλλʼ οὐκ ἄν τις ῥῖψαι φῇ αὐτήν.
理由是,法律规定如果有人说你“失落了盾牌”就要受罚,但如果有人说你“丢弃了它”就不受罚。
ὁμοίως δʼ ἂν καὶ τῶν ἕνδεκα γενόμενος οὐκ ἂν ἀπεδέχου τὸν ἀπαγόμενον, ὅτι θοἰμάτιον ἐξέδυέ τινος ἢ τὸν χιτωνίσκον, §6εἰ μὴ λωποδύτην ὠνόμαζεν.
同样地,如果你成了“十一人委员会”的一员,你难道会因为有人被指控剥去别人的外衣或内衣而被解送来,却不予受理,除非指控者称他为“剥衣贼”?
οὐδʼ εἴ τις παῖδʼ ἐξῆγεν, ὡς ἀνδραποδιστήν·
或者如果有人拐走了一个孩子,就因为没有称他为“拐卖奴隶犯”而不予受理?
καὶ αὐτὸς μὲν ἐδικάσω κακηγορίας τῷ εἰπόντι σε ῥῖψαι τὴν ἀσπίδα.
然而你自己却起诉了那个说你丢弃盾牌的人诽谤。
καίτοι ἐν τῷ νόμῳ οὐ γέγραπται, ἀλλʼ ἐάν τις φῇ ἀποβεβληκέναι.
然而法律中并没有这样写,而是写着“如果有人说失落了”。
πῶς οὖν οὐ δεινόν, ἐὰν μέν τις σὲ ἔπῃ, τοὺς νόμους ἐκλαμβάνειν οὕτως ὥσπερ ἐγὼ νῦν, καὶ τιμωρεῖσθαι τοὺς ἐχθρούς, ἐὰν δʼ αὐτὸς εἴπῃς, οὐκ ἀξιοῦν δοῦναι δίκην;
那么,如果有人针对你说话,你就如我如今这样解释法律并惩罚你的仇敌,但如果是你自己在说话,你却认为自己不应受到惩罚,这难道不是很荒谬吗?
§7βοηθήσατε οὖν μοι, ἐνθυμούμενοι ὅτι μεῖζόν ἐστι κακὸν ἀκοῦσαι τὸν πατέρα ἀπεκτονέναι ἢ τὴν ἀσπίδα ῥῖψαι.
因此,请帮助我,记住被说成杀害了父亲是比被说成丢弃了盾牌更大的耻辱。
ἐγὼ γοῦν δεξαίμην ἂν πάσας ἀποβεβληκέναι ἢ τοιαύτην γνώμην περὶ τὸν πατέρα ἔχειν.
至少,我宁愿丢掉所有的盾牌,也不愿对我的父亲抱有这样的想法。
καίτοι γε τοῦτον μὲν ἑώρακα ποιοῦντα, ὡς καὶ ὑμεῖς ἴστε, αὐτὸς δʼ ἔσωσα τὴν ἀσπίδα.
然而,我曾亲眼看见他这样做,正如你们也知道的那样,而我自己却保全了自己的盾牌。
ὥστε διὰ τί οὐκ ἂν λάβοιμι δίκην παρʼ αὐτοῦ;
因此,我为什么不应该从他那里得到公正的惩罚呢?
§8τίνος ἐγκλήματός μοι ὄντος;
我有什么可被指责的呢?
πότερον ὡς δικαίως ἤκουσα;
是因为我听到这些话是罪有应得吗?
ἀλλʼ οὐδʼ ἂν αὐτοὶ φήσαιτε.
但即使是你们自己也不会这样说。
ἀλλʼ ὡς βελτίων οὗτος;
是因为他是一个更好的人吗?
ἀλλʼ οὐδʼ ἂν αὐτὸς ἀξιώσειεν.
但即使是他自己也不会这样声称。
ἀλλʼ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα σώσαντι δικάζομαι;
是因为我丢弃了武器,却去起诉那个保全了武器的人吗?
ἀλλʼ οὐχ οὗτος ὁ λόγος διέσπαρται κατὰ τὴν πόλιν.
但这并不是在城邦里流传的传闻。
μὴ δὴ κακῶς ἀκούοντα τὰ προσήκοντα ἐλεεῖτε, §9μηδʼ ὑβρίζοντί τε καὶ λέγοντι παρὰ τοὺς νόμους συγγνώμην ἔχετε, καὶ ταῦτα εἰς ἄνδρα ὃς πολλὰς μὲν στρατηγίας ἐστρατήγηκε, πολλοὺς δὲ μεθʼ ὑμῶν κινδύνους κεκινδύνευκε, καὶ οὔτε τοῖς πολεμίοις ὑποχείριος γέγονεν οὔθʼ ὑμῖν εὔθυναν ὦφλεν, ἑβδομήκοντα δʼ ἐτῶν ὢν ἐπʼ ὀλιγαρχίας ἐτελεύτησε διὰ τὴν ὑμετέραν εὔνοιαν.
因此,请不要同情那个因做过坏事而名副其实地受到恶评的人,也不要宽恕那个侮辱他人且违反法律说话的人,特别是针对一个曾多次担任将军、与你们共同经历过许多危险、既未落入敌手也未在你们面前的账目审计中被判有罪,并在七十岁时,在寡头政治下因对你们的善意而去世的男子。
§10ἄξιον δὲὀργισθῆναι ὑπὲρ αὐτοῦ·
为他感到愤怒是理所当然的;因为还有什么比这更让他痛苦的传闻呢?
τί γὰρ ἂν τούτου ἀνιαρότερον ἀκούσειεν, εἰ τεθνηκὼς ὑπὸ τῶν ἐχθρῶν αἰτίαν ἔχοι ὑπὸ τῶν τέκνων ἀνῃρῆσθαι;
如果他死于敌人之手,却要背负被自己的孩子杀害的罪名。
οὗ τῆς ἀρετῆς τὰ μνημεῖα πρὸς τοῖς ὑμετέροις ἱεροῖς ἀνάκειται, τῆς δὲ τούτων κακίας πρὸς τοῖς τῶν πολεμίων.
他的美德纪念碑就供奉在你们的神庙旁,而这些人的卑劣纪念碑则在敌人的神庙旁。
§11ἐρεῖ δὲ ὡς ὀργισθεὶς εἴρηκεν.
但他会说自己是在愤怒中说出这些话的。
ὑμεῖς δʼ ἐνθυμεῖσθε ὅτι ὁ νομοθέτης οὐδεμίαν συγγνώμην ὀργῇ δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέγοντα, ἐὰν μὴ ἀποδεικνύῃ ἀληθῆ.
然而,请你们记住,立法者绝不宽恕愤怒,而是要惩罚说话者,除非他能证明所言属实。
ἐγὼ δὲ δὶς περὶ τούτου μεμαρτύρηκα· οὐ γὰρ ᾔδη ὅτι ὑμεῖς τοὺς μὲν ἰδόντας τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώμην ἔχετε.
我已经两次就这个人作证;因为我之前并不知道,你们会惩罚目击者,却宽恕丢弃盾牌的人。
δέομαι οὖν καταψηφίσασθαι αὐτοῦ.
因此,我恳求你们投票判他有罪。
§12νυνὶ γὰρ διώκω μὲν κακηγορίας, τῇ δʼ αὐτῇ ψήφῳ φόνου φεύγω τοῦ πατρός, οὗ μείζων ἀγὼν οὐκ ἂν γένοιτό μοι, ὃς μόνος δοκιμασθεὶς τοῖς τριάκοντʼ ἐπεξῆλθον ἐν Ἀρείῳ πάγῳ.
因为现在,一方面我因诽谤罪提起诉讼,但另一方面,通过这同一张选票,我却在为自己洗刷杀害父亲的罪名,这对我来说是再重大不过的诉讼了。 我是在通过资格审查后,独自在阿雷奥帕古斯议会中起诉三十人政权的人。
βοηθήσατʼ οὖν κἀκείνῳ κἀμοί.
因此,请向我的父亲和我伸出援手。