Humanitext Reader

吕西亚斯 · 控诉安多基德斯 §1-11

神罚的先例与惩处安多基德斯的主张

第 1 段,共 5 段 · 希腊语

内容简介

演讲者列举了不敬神行径与神罚的先例,谴责安多基德斯是对雅典法律和神圣仪式的亵渎者,主张必须依据不文法对其予以严惩。

§1ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ ὡς ἀποδιδούς, τῇ δʼ ἐπιούσῃ ὑφείλετο.
有人把马系在神殿的门环上,装作要归还的样子,第二天却偷偷牵走了。
οὗτος οὖν ὁ ταῦτα ποιήσας θανάτῳ τῷ ἀλγίστῳ ἀπώλετο, λιμῷ·
因此,做下这事的人死得最为惨烈,即饿死。
πολλῶν γὰρ καὶ ἀγαθῶν αὐτῷ ἐπὶ τὴν τράπεζαν παρατιθεμένων ὄζειν ἐδόκει τοῦ ἄρτου καὶ τῆς μάζης κάκιστον, καὶ οὐκ ἐδύνατο ἐσθίειν.
因为,尽管他的餐桌上摆放着许多精美的食物,但他总觉得面包和大麦饼散发着极难闻的气味,以致无法进食。
§2καὶ ταῦτα πολλοὶ ἡμῶν ἤκουον τοῦ ἱεροφάντου λέγοντος.
我们的许多人都曾听祭司长说过这件事。
§3δίκαιον οὖν μοι δοκεῖ εἶναι νῦν ἐπὶ τούτῳ τὰ τότε λεχθέντα ἀναμνῆσαι, καὶ μὴ μόνον τοὺς τούτου φίλους ὑπὸ τούτου καὶ τῶν τούτου λόγων ἀπόλλυσθαι, ἀλλὰ καὶ αὐτὸν τοῦτον ὑφʼ ἑτέρου.
因此,在我看来,现在因他的事而让人想起当时所说的话是公正的,不仅他的朋友们要因他以及他的言论而毁灭,他自己也应当被他人毁灭。
ἀδύνατον δὲ καὶ ὑμῖν ἐστι, περὶ τοιούτου πράγματος φέρουσι τὴν ψῆφον, ἢ κατελεῆσαι ἢ καταχαρίσασθαι Ἀνδοκίδῃ, ἐπισταμένοις ὅτι ἐναργῶς τὼ θεὼ τούτω τιμωρεῖτον τοὺς ἀδικοῦντας·
对于对如此重大的事情进行投票的你们来说,同情安多基德斯或向他施恩也是不可能的,因为你们深知这两位女神正昭然惩罚着作恶之人。
ἐλπίσαι οὖν χρὴ πάντα ἄνθρωπον ταὐτὰ καὶ ἑαυτῷ καὶ ἑτέρῳ ἔσεσθαι.
因此,每个人都必须预料到同样的事情也会发生在自己和他人身上。
§4φέρε γάρ, ἐὰν νυνὶ Ἀνδοκίδης ἀθῷος ἀπαλλαγῇ διʼ ὑμᾶς ἐκ τοῦδε τοῦ ἀγῶνος καὶ ἔλθῃ κληρωσόμενος τῶν ἐννέα ἀρχόντων καὶ λάχῃ βασιλεύς, ἄλλο τι ἢ ὑπὲρ ὑμῶν καὶ θυσίας θύσει καὶ εὐχὰς εὔξεται κατὰ τὰ πάτρια, τὰ μὲν ἐν τῷ ἐνθάδε Ἐλευσινίω, τὰ δὲ ἐν τῷ Ἐλευσῖνι ἱερῷ, καὶ τῆς ἑορτῆς ἐπιμελήσεται μυστηρίοις, ὅπως ἂν μηδεὶς ἀδικῇ μηδὲ ἀσεβῇ τὰ ἱερά;
且看,如果现在安多基德斯因为你们而在这场审判中免受惩罚,并去抽签担任九位执政官,且抽中了王者执政官,他难道不会按照祖先的传统,为你们献祭并祈祷吗——无论是在此处的埃琉西尼翁,还是在埃琉西斯的神殿里? 他难道不会主持秘仪的节日,以使任何人都不得损害或亵渎神圣之物吗?
§5καὶ τίνα γνώμην οἴεσθε ἕξειν τοὺς μύστας τοὺς ἀφικνουμένους, ἐπειδὰν ἴδωσι τὸν βασιλέα ὅστις ἐστὶ καὶ ἀναμνησθῶσι πάντα τὰ ἠσεβημένα αὐτῷ, ἢ τοὺς ἄλλους Ἕλληνας, οἳ ἕνεκα ταύτης τῆς ἑορτῆς ἔρχονται ἢ θύειν εἰς ταύτην τὴν πανήγυριν βουλόμενοι ἢ θεωρεῖν;
当那些抵达的入信者看到王者执政官是谁,并想起他所犯下的一切不敬之罪时,或者那些为了这个节日、为了在这一盛典中献祭或参观而来的其他希腊人,你们认为他们会有怎样的想法?
§6οὐδὲ γὰρ ἀγνὼς ὁ Ἀνδοκίδης οὔτε τοῖς ἔξω οὔτε τοῖς ἐνθάδε διὰ τὰ ἠσεβημένα.
因为安多基德斯因其不敬的行径,无论是在国外还是在本地都不是无人知晓。
ἀναγκαίως γὰρ ἔχει ἀπὸ τῶν πολὺ διαφερόντων ἢ κακῶν ἢ ἀγαθῶν ἔργων τοὺς ποιήσαντας γιγνώσκεσθαι.
因为,人们必然是通过那些极其非凡的、无论是邪恶还是高尚的行为,来认识其作恶者或行善者的。
ἔπειτα δὲ καὶ διώχληκε πόλεις πολλὰς ἐν τῇ ἀποδημίᾳ, Σικελίαν, Ἰταλίαν, Πελοπόννησον, Θετταλίαν, Ἑλλήσποντον, Ἰωνίαν, Κύπρον·
此外,他在旅居期间还扰乱了许多城邦,包括西西里、意大利、伯罗奔尼撒、色萨利、赫勒斯滂、爱奥尼亚和塞浦路斯。
βασιλέας πολλοὺς κεκολάκευκεν, ᾧ ἂν συγγένηται, πλὴν τοῦ Συρακοσίου Διονυσίου.
他谄媚了许多与他交往的君王,唯独叙拉古的狄奥尼修斯除外。
§7οὗτος δὲ ἢ πάντων εὐτυχέστατός ἐστιν ἢ πλεῖστον γνώμῃ διαφέρει τῶν ἄλλων, ὃς μόνος τῶν συγγενομένων Ἀνδοκίδῃ οὐκ ἐξηπατήθη ὑπʼ ἀνδρὸς τοιούτου, ὃς τέχνην ταύτην ἔχει, τοὺς μὲν ἐχθροὺς μηδὲν ποιεῖν κακόν, τοὺς δὲ φίλους ὅ τι ἂν δύνηται κακόν.
而此人要么是所有人中最幸运的,要么在智慧上大大超出常人,他是与安多基德斯交往的人中唯一没有被这种人欺骗的。 这种人拥有一门技术,即不对敌人造成任何伤害,却对朋友施加一切力所能及的伤害。
ὥστε μὰ τὸν Δία οὐ ῥᾴδιόν ἐστιν ὑμῖν αὐτῷ οὐδὲν χαρισαμένοις παρὰ τὸ δίκαιον λαθεῖν τοὺς Ἕλληνας.
因此,凭着宙斯起誓,你们在违背正义的情况下向他施加恩惠,而想瞒过希腊人,这绝非易事。
§8νῦν οὖν ὑμῖν ἐν ἀνάγκῃ ἐστὶ βουλεύσασθαι περὶ αὐτοῦ·
因此现在,你们必须对他的事情做出决断。
εὖ γὰρ ἐπίστασθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐχ οἷόν τε ὑμῖν ἐστιν ἅμα τοῖς τε νόμοις τοῖς πατρίοις καὶ Ἀνδοκίδῃ χρῆσθαι, ἀλλὰ δυοῖν θάτερον, ἢ τοὺς νόμους ἐξαλειπτέον ἐστὶν ἢ ἀπαλλακτέον τοῦ ἀνδρός.
雅典的公民们,你们很清楚,你们不可能同时遵守祖宗的法律又纵容安多基德斯,二者必居其一,要么必须废除法律,要么必须清除此人。
§9εἰς τοσοῦτον δὲ τόλμης ἀφῖκται, ὥστε καὶ λέγει περὶ τοῦ νόμου, ὡς καθῄρηται ὁ περὶ αὐτοῦ κείμενος καὶ ἔξεστιν αὐτῷ ἤδη εἰσιέναι εἰς τὴν ἀγορὰν καὶ εἰς τὰ ἱερά ἂν ἔτι καὶ νῦν Ἀθηναίων ἐν τῷ βουλευτηρίῳ.
他竟放肆到了这种地步,以至于还谈论起法律,声称针对他的既定法律已被废除,他现在已经被允许进入广场和神殿。 甚至现在依然在雅典人的议事会中。
§10καίτοι Περικλέα ποτέ φασι παραινέσαι ὑμῖν περὶ τῶν ἀσεβούντων, μὴ μόνον χρῆσθαι τοῖς γεγραμμένοις νόμοις περὶ αὐτῶν, ἀλλὰ καὶ τοῖς ἀγράφοις, καθʼ οὓς Εὐμολπίδαι ἐξηγοῦνται, οὓς οὐδείς πω κύριος ἐγένετο καθελεῖν οὐδὲ ἐτόλμησεν ἀντειπεῖν, οὐδὲ αὐτὸν τὸν θέντα ἴσασιν·
然而,据说伯里克利曾就那些不敬神者向你们提出建议,不仅要使用针对他们的成文法,还要使用不文法,欧摩尔皮德家族正是根据这些不文法进行解释的。 这些不文法至今未曾有人有权废除,也无人敢于反驳,甚至连制定它们的人是谁都无人知晓。
ἡγεῖσθαι γὰρ ἂν αὐτοὺς οὕτως οὐ μόνον τοῖς ἀνθρώποις ἀλλὰ καὶ τοῖς θεοῖς διδόναι δίκην.
因为他认为,这样一来,他们不仅是在向人类,也是在向神明交代。
§11Ἀνδοκίδης δὲ τοσοῦτον καταπεφρόνηκε τῶν θεῶν καὶ ὧν ἐκείνοις δεῖ τιμωρεῖν, ὥστε πρὶν ἢ ἐπιδεδημηκέναι δέκα ἡμέρας ἐν τῇ πόλει προσεκαλέσατο δίκην ἀσεβείας πρὸς τὸν βασιλέα, καὶ ἔλαχεν Ἀνδοκίδης ὢν καὶ πεποιηκὼς ἃ οὗτος πεποίηκε περὶ τοὺς θεοὺς καὶ (ἵνα μᾶλλον πρόσσχητε τὸν νοῦν) φάσκων τὸν Ἄρχιππον ἀσεβεῖν περὶ τὸν Ἑρμῆν τὸν αὑτοῦ πατρῷον.
而安多基德斯对神明以及神明必须惩罚的事物是如此蔑视,以至于在回到城里还不到十天的时候,他就向王者执政官提起了不敬罪的诉讼。 安多基德斯作为安多基德斯,作为对神明做出了他所做过的那种事的人,竟然(为了让你们更加留心)声称阿尔希普斯对其祖传的赫尔墨斯神像犯下了不敬之罪,从而提起了诉讼。
ὁ δὲ Ἄρχιππος ἠντεδίκει ἦ μὴν τὸν Ἑρμῆν ὑγιᾶ τε καὶ ὅλον εἶναι, καὶ μηδὲν παθεῖν ὧνπερ οἱ ἄλλοι Ἑρμαῖ·
而阿尔希普斯抗辩道,那尊赫尔墨斯神像是完好无损的,并没有遭受其他赫尔墨斯神像所遭受的任何损害。

词汇与语法注释

  1. §3τὼ θεὼ τούτω — 阴性双数形,特指埃琉西斯的两位女神,即德墨忒尔与科瑞(珀耳塞福涅)。
  2. §4ἄλλο τι ἤ — 用于引出预设肯定回答的反问句(“难道不是……吗?”)的习惯用法。
  3. §9ἂν ἔτι καὶ νῦν Ἀθηναίων ἐν τῷ βουλευτηρίῳ — 此处手稿传承存在残缺或讹误,缺失了动词或从句(如“如果他如今还进入议事会……”)。
  4. §11ἔλαχεν — 动词 λαγχάνω 的不及物及法庭术语用法,指“(经抽签程序)正式提起诉讼”或“受理案件”。

引用这一段

吕西亚斯, 控诉安多基德斯 §1-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg006.humanitext-grc2:1-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。