§1εἰ μὲν περὶ ἄλλου τινὸς ἢ τοῦ σώματος, ὦ ἄνδρες δικασταί, Καλλίας ἠγωνίζετο, ἐξήρκει ἄν μοι καὶ τὰ παρὰ τῶν ἄλλων εἰρημένα·
陪审员诸公,如果卡利亚斯所争执的是除了他自身的身体以外的其他事情,那么其他人所说的话对我来说也就足够了。
νῦν δέ μοι δοκεῖ αἰσχρὸν εἶναι, κελεύοντος καὶ δεομένου, καὶ φίλου ὄντος καὶ ἐμοὶ καὶ ἕως ἔζη τῷ πατρί, καὶ πολλῶν συμβολαίων ἡμῖν πρὸς ἀλλήλους γεγενημένων, μὴ βοηθῆσαι Καλλία τὰ δίκαια, ὅπως ἂν δύνωμαι.
但现在,既然他请求并恳求我,且他既是我的朋友,在世时也是我父亲的朋友,而且我们彼此之间有许多往来,如果我不在力所能及的范围内协助卡利亚斯获得公正,那在我看来将是一件可耻的事。
§2ἐνόμιζον μὲν οὖν οὕτως μετοικεῖν αὐτὸν ἐν ταύτῃ τῇ πόλει, ὥστε πολὺ πρότερον ἀγαθοῦ τινος τεύξεσθαι παρʼ ὑμῶν ἢ ἐπὶ τοιαύταις αἰτίαις εἰς τοσοῦτον κίνδυνον καταστήσεσθαι·
因此,我本以为他在这座城市作为外侨居住的情形,会使他远在因这类指控而陷于如此巨大的危险之前,就先从你们那里获得某种恩惠。
νῦν δὲ οἱ ἐπιβουλεύοντες οὐχ ἧττον ἐπικίνδυνον ποιοῦσι τὸν βίον τοῖς μηδὲν ἀδικοῦσιν ἢ τοῖς πολλῶν κακῶν αἰτίοις οὖσιν.
然而现在,那些阴谋家使得无辜者的生活与那些造成诸多恶行者的生活一样充满危险。
§3ὑμᾶς δὲ ἄξιον μὴ τοὺς μὲν τῶν θεραπόντων λόγους πιστοὺς νομίζειν, τοὺς δὲ τούτων ἀπίστους, ἐνθυμουμένους ὅτι Καλλίᾳ μὲν οὐδεὶς πώποτε οὔτʼ ἰδιώτης ἐνεκάλεσεν οὔτε ἄρχων, οἰκῶν δʼ ἐν ταύτῃ τῇ πόλει πολλὰ μὲν ἀγαθὰ ὑμᾶς ἐποίησεν, οὐδεμίαν δὲ σχὼν αἰτίαν εἰς τοῦτο τῆς ἡλικίας ἀφῖκται, οὗτοι δὲ ἐν ἅπαντι τῷ βίῳ μεγάλα ἡμαρτηκότες καὶ πολλῶν κακῶν πεπειραμένοι, ὥσπερ ἀγαθοῦ τινος αἴτιοι γεγενημένοι περὶ ἐλευθερίας νυνὶ ποιοῦνται τοὺς λόγους. καὶ οὐ θαυμάζω·
你们不应当认为奴隶的话是可信的,而这些人的话是不可信的,只要你们想到:从未有任何私人或官吏指控过卡利亚斯,他在这座城市居住期间为你们做了许多好事,并且在没有受到任何指控的情况下达到了这个年纪;而这些人在他们的一生中犯下了重大罪行,经历了许多恶行,现在却像成了某种善因一般,为了自由而进行辩论。
§4ἴσασι γὰρ ὅτι, ἐὰν μὲν ψευδόμενοι ἐλεγχθῶσιν, οὐδὲν μεῖζον τῶν ὑπαρχόντων πείσονται, ἐὰν δὲ ἐξαπατήσωσι, τῶν παρόντων κακῶν ἔσονται ἀπηλλαγμένοι.
这并不令人惊讶;因为他们知道,如果他们的谎言被揭穿,他们不会遭受比现状更糟的境遇,而如果他们成功欺骗,他们就会摆脱眼前的痛苦。
καίτοι τοὺς τοιούτους οὔτε κατηγόρους οὔτε μάρτυρας πιστοὺς χρὴ νομίζειν εἶναι, οἵτινες αὐτοὶ μεγάλα κερδαίνοντες περὶ ἑτέρων ποιοῦνται τοὺς λόγους, ἀλλὰ πολὺ μᾶλλον ὅσοι τῷ δημοσίῳ βοηθοῦντες εἰς κινδύνους σφᾶς αὐτοὺς καθιστᾶσιν.
然而,你们不应该认为这样的人是可信的控告者或证人,他们自己在获得巨大好处的同时对他人指手画脚,而更应该相信那些为了协助公众而置自身于危险之中的人。
§5ἄξιον δέ μοι δοκεῖ εἶναι οὐ τούτων ἴδιον ἡγεῖσθαι τὸν ἀγῶνα, ἀλλὰ κοινὸν ἁπάντων τῶν ἐν τῇ πόλει·
在我看来,不应该把这场诉讼看作是这些人私人的事情,而应该看作是城邦里所有人共同的事情。
οὐ γὰρ τούτοις μόνοις εἰσὶ θεράποντες, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, οἳ πρὸς τὴν τούτων τύχην ἀποβλέποντες οὐκέτι σκέψονται ὅ τι ἂν ἀγαθὸν εἰργασμένοι τοὺς δεσπότας ἐλεύθεροι γένοιντο, ἀλλʼ ὅ τι ψεῦδος περὶ αὐτῶν μηνύσαντες
因为并非只有他们才有奴隶,其他所有人也都有,这些奴隶看着这些人的命运,将不再考虑为主人做了什么好事就能获得自由,而是会考虑捏造什么关于主人的谎言来告发他们……