§1εἰ μὲν περὶ ἄλλου τινὸς ἢ τοῦ σώματος, ὦ ἄνδρες δικασταί, Καλλίας ἠγωνίζετο, ἐξήρκει ἄν μοι καὶ τὰ παρὰ τῶν ἄλλων εἰρημένα·
もし裁判員諸官よ、カリアスが自身の身体以外の何か他のことについて争っているのであるなら、他の方々によって語られたことで私にとっても十分であったでしょう。
νῦν δέ μοι δοκεῖ αἰσχρὸν εἶναι, κελεύοντος καὶ δεομένου, καὶ φίλου ὄντος καὶ ἐμοὶ καὶ ἕως ἔζη τῷ πατρί, καὶ πολλῶν συμβολαίων ἡμῖν πρὸς ἀλλήλους γεγενημένων, μὴ βοηθῆσαι Καλλία τὰ δίκαια, ὅπως ἂν δύνωμαι.
しかし今や、彼が求め、また請うており、私にとっても、また父が生きていた間は父にとっても友人であり、私たちの間に多くの関わりがあったのに、私ができる限りにおいて、カリアスに正当な助力を与えないことは恥ずべきことであると思われます。
§2ἐνόμιζον μὲν οὖν οὕτως μετοικεῖν αὐτὸν ἐν ταύτῃ τῇ πόλει, ὥστε πολὺ πρότερον ἀγαθοῦ τινος τεύξεσθαι παρʼ ὑμῶν ἢ ἐπὶ τοιαύταις αἰτίαις εἰς τοσοῦτον κίνδυνον καταστήσεσθαι·
そこで私は、彼がこの都市にこれほどよく在留しているのであるから、このような非難によってこれほど大きな危険に陥るよりは、はるかに先にあなた方から何か善い恩恵を受けるようになるだろうと考えていました。
νῦν δὲ οἱ ἐπιβουλεύοντες οὐχ ἧττον ἐπικίνδυνον ποιοῦσι τὸν βίον τοῖς μηδὲν ἀδικοῦσιν ἢ τοῖς πολλῶν κακῶν αἰτίοις οὖσιν.
しかし今や、陰謀を企てる者たちは、何ら悪事を働いていない人々にとっても、多くの悪行の原因である人々にとっても、等しく生を危険なものにしています。
§3ὑμᾶς δὲ ἄξιον μὴ τοὺς μὲν τῶν θεραπόντων λόγους πιστοὺς νομίζειν, τοὺς δὲ τούτων ἀπίστους, ἐνθυμουμένους ὅτι Καλλίᾳ μὲν οὐδεὶς πώποτε οὔτʼ ἰδιώτης ἐνεκάλεσεν οὔτε ἄρχων, οἰκῶν δʼ ἐν ταύτῃ τῇ πόλει πολλὰ μὲν ἀγαθὰ ὑμᾶς ἐποίησεν, οὐδεμίαν δὲ σχὼν αἰτίαν εἰς τοῦτο τῆς ἡλικίας ἀφῖκται, οὗτοι δὲ ἐν ἅπαντι τῷ βίῳ μεγάλα ἡμαρτηκότες καὶ πολλῶν κακῶν πεπειραμένοι, ὥσπερ ἀγαθοῦ τινος αἴτιοι γεγενημένοι περὶ ἐλευθερίας νυνὶ ποιοῦνται τοὺς λόγους.
あなた方は、奴隷たちの言葉を信頼に足るものとみなし、彼らの言葉を信頼できないとみなすべきではありません。 次のことを考慮するならです。 すなわち、カリアスに対しては、かつて私人であれ政務官であれ、誰も告発したことがなく、彼はこの都市に住みながら、あなた方に多くの善いことを行い、何の非難を受けることもなくこの年齢に達したのに対し、奴隷たちは全生涯において重大な過ちを犯し、多くの悪事を経験してきたにもかかわらず、まるで何か善いことの原因にでもなったかのように、今や(自身の)自由のために弁論を行っているのです。
καὶ οὐ θαυμάζω·
そして、それは驚くべきことではありません。
§4ἴσασι γὰρ ὅτι, ἐὰν μὲν ψευδόμενοι ἐλεγχθῶσιν, οὐδὲν μεῖζον τῶν ὑπαρχόντων πείσονται, ἐὰν δὲ ἐξαπατήσωσι, τῶν παρόντων κακῶν ἔσονται ἀπηλλαγμένοι.
というのも、彼らは、もし嘘をついていることが露見したとしても、現在の境遇よりひどい目に遭うことはなく、もし欺くことに成功すれば、現在の災いから解放されることになるのを、知っているからです。
καίτοι τοὺς τοιούτους οὔτε κατηγόρους οὔτε μάρτυρας πιστοὺς χρὴ νομίζειν εἶναι, οἵτινες αὐτοὶ μεγάλα κερδαίνοντες περὶ ἑτέρων ποιοῦνται τοὺς λόγους, ἀλλὰ πολὺ μᾶλλον ὅσοι τῷ δημοσίῳ βοηθοῦντες εἰς κινδύνους σφᾶς αὐτοὺς καθιστᾶσιν.
しかしながら、自らが大きな利益を得ながら他人について弁論を行うような、そうした人々を、信頼できる告発者とも証人ともみなすべきではありません。 むしろ、公衆を助けるために自らを危険に晒す人々こそ、はるかに信頼すべきです。
§5ἄξιον δέ μοι δοκεῖ εἶναι οὐ τούτων ἴδιον ἡγεῖσθαι τὸν ἀγῶνα, ἀλλὰ κοινὸν ἁπάντων τῶν ἐν τῇ πόλει·
また、この裁判を彼らだけに固有のものと考えるべきではなく、都市にいるすべての人々に共通のものであるとみなすのが適当であると私には思われます。
οὐ γὰρ τούτοις μόνοις εἰσὶ θεράποντες, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, οἳ πρὸς τὴν τούτων τύχην ἀποβλέποντες οὐκέτι σκέψονται ὅ τι ἂν ἀγαθὸν εἰργασμένοι τοὺς δεσπότας ἐλεύθεροι γένοιντο, ἀλλʼ ὅ τι ψεῦδος περὶ αὐτῶν μηνύσαντες
なぜなら、彼らだけに奴隷がいるのではなく、他のすべての人々にもいるのであり、彼らはこの者たちの運命に目を向けて、主人のためにいかなる善い働きをして自由の身になるかを考えるのをやめ、主人たちについていかなる嘘を密告して