Humanitext Reader

卡利马科斯 · 提洛岛颂歌 §243-326

阿波罗的诞生与德洛斯岛的祭仪

第 4 段,共 4 段 · 希腊语

内容简介

本节叙述了阿波罗的诞生、德洛斯岛化为黄金的异象、来自四方的供物与使者,以及岛上举行的各种祭神舞蹈和水手们的独特仪式。

§243εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
海兽在荒凉的礁石上生育。
§244Ἀστερίῃ δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε §245ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω, §246τόσσα δέοι μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
但我对阿斯特里亚并不因这次的过错而动怒,我也绝不会做出违背她心愿的事,即便她理应受罚;因为她确实极不合宜地厚待了勒托。
§247ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο §248δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντον.
但我极其敬重她,因为她未曾践踏我的床榻,而是宁可选择大海也拒绝了宙斯。
§249ἡ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἀοιδοὶ §250Μῃόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες §251ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείῃ §252Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·
她如此说道;而神明的歌手天鹅们,离开迈onia的帕克托罗斯河,环绕德洛斯岛飞鸣了七次,为她的分娩唱起颂歌,缪斯之鸟,飞禽中最擅歌唱者。
§253ἔνθεν ὁ παῖς τοσσάσδε λύρῃ ἐνεδήσατο χορδὰς §254ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν.
因此,这孩子后来在里拉琴上装了同样数量的弦,正是天鹅在她阵痛时歌唱的次数。
§255ὄγδοον οὐκέτʼ ἄεισαν, ὁ δʼ ἔκθορεν, αἱ δʼ ἐπὶ μακρὸν §256νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο, §257εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθὴρ §258χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν, §259οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
第八次它们不再歌唱,他已跃然而出;而远处的德洛斯的宁芙们,古老河流的后代,唱起埃勒提伊亚的圣歌,顿时青铜的天空回荡起清脆穿透的欢呼声,赫拉亦未动怒,因为宙斯消解了她的怨气。
§260χρύσεά τοι τότε πάντα θεμείλια γείνετο, Δῆλε, §261χρυσῷ δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη, §262χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης, §263χρυσῷ δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
德洛斯啊,那时你所有的基石都化作黄金,圆形的湖水整日流淌着金光,诞生的橄榄幼苗长出了黄金的叶子,深邃的伊诺波斯河蜿蜒流淌,满溢着黄金。
§264αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα, §265ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον· §266ᾦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα, §267πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι· §268αὐτὴ ἐγὼ τοιήδε, δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο §269Δήλιος Απόλλων κεκλήσεται, οὐδέ τις ἄλλη §270γαιάων τοσσόνδε θεῷ πεφιλήσεται ἄλλῳ, §271οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίῳ, §272οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη, §273ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.
你亲自从黄金的地面上抱起这孩子,拥入怀中,并说出了这样的话:「噢,拥有众多祭坛、众多城邦、出产丰饶的伟大土地啊,肥沃的大陆以及环绕四周的岛屿啊:我虽是如此,难以耕作,但因我之故,德洛斯阿波罗将得其名,其他任何土地也不会受到其他神明如此深切的喜爱,即便是勒哈翁的主宰波塞冬之于肯克雷伊斯,赫耳墨斯之于库勒涅山,宙斯之于克里特,都不及阿波罗之于我;我将不再四处漂泊。
§274ὧδε σὺ μὲν κατέλεξας· ὁ δὲ γλυκὺν ἔσπασε μαζόν.
」你如此诉说;而他吮吸着甘甜的乳汁。
§275τῶ καὶ νησάων ἁγιωτάτη ἐξέτι κεἰνου §276κλἠζῃ, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυὼ §277οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος· §278ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαὶ §279πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες, §280αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην §281κλήρονς ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης §282οἰκία θινὸς ἔχουσι, πολυχρνιώτατον αἷμα.
因此,自那时起,在众岛屿中最神圣的你被传颂,作为养育阿波罗成长之地;战神厄倪俄和哈得斯,以及阿瑞斯的战马,都绝不践踏你;相反,每年都有什一税的初熟之物源源不断地送达,所有的城邦都引导着祭神舞队而来,无论是东方、西方还是中部建有家园的城邦,以及那些在北方海岸之上有其家园、最为富庶黄金之血脉的族群。
§283οἱ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι §284ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Πελασγοὶ §285τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται, §286γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος· §287δεύτερον Ἱερὸν ἄστυ καὶ οὔτεα Μηλίδος αἴης §288ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων §289εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρὸς §290ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
他们确实最先将麦秆和神圣的麦穗运来;在多多纳,佩拉斯吉人最先迎接这些来自远方的供物,这些睡在地面上的神仆,侍奉着永不静默的青铜釜;其次,供物到达圣城和马利斯之地的群山;又从那里渡海来到阿班忒斯人那肥沃的莱兰托斯平原;从欧波亚出发,航程已不再遥远,因为你的港口与之相邻。
§291πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν §292Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη, §293θυγατέρες Βορέαο, καὶ ἄρσενες οἱ τότʼ ἄριστοι §294ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο, §295εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι.
最先从金发的阿里马斯波人那里为你送来这些供物的,是乌庇斯、洛克索和幸福的赫卡埃耳格,她们是玻瑞阿斯的女儿,以及当时青年中最优秀的男子;他们也未曾返回家园,而是获得了美好的归宿,且永世流芳。
§296ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος §297ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην §298παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων §299ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
确然,德洛斯的少女们,当美妙的婚礼之歌使少女们的闺房颤动时,将同龄的秀发作为献给新娘们的礼物,而男孩们则将初次剪下的面部须毛作为初熟之礼运送给青年们。
§300Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι §301κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο· §302οὔτε σιωπηλὴν οὔτʼ ἄψοφον οὖλος ἐθείραις §303ἕσπερος, ἀλλʼ αἰεί σε καταβλέπει ἀμφιβόητον.
芳香四溢的阿斯特里亚啊,在你的四周,众岛屿围成圆圈,犹如将你环绕在舞群之中;鬈发的黄昏之星在俯瞰你时,绝非无声无息,而是永远俯视着充满欢歌乐语的你。
§304οἱ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος, §305ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν· §306αἱ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλἐς οὖδας.
人们同声合唱着吕基亚长老的歌谣,那是预言家奥兰从克桑托斯河为你带来的;而起舞的少女们则用双足踏击着坚实的大地。
§307δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα §308Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεὺς §309εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
正是那时,古老且灵验的塞浦路斯女神的神圣雕像被挂满了花环,那是昔日忒修斯同青年们从克里特岛返航时所立。
§310οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες §311Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου, §312πότνια, σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ §313κύκλιον ὠρχήσαντο, χοροῦ δʼ ἡγήσατο Θησεύς.
他们逃离了那可怕的咆哮以及帕西法厄残暴的儿子,和那曲折迷宫的弯曲住所,主母啊,在你的祭坛周围,伴随着响起的琴声,他们围成圆圈跳起舞,而忒修斯领舞。
§314ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβῳ §315Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
自那时起,刻克洛普斯之子孙便将那艘船的索具作为神圣使者船的祭品,永世送给福玻斯。
§316Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης §317ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσῃ;
拥有众多祭坛、饱受祈求的阿斯特里亚啊,有什么商船水手驾着疾驰的船驶过爱琴海时,会与你擦肩而过而不作停留?
§318οὐχ οὕτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται, §319χρειὼ δʼ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη §320ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν, §321πρὶν μέγαν ἢ σέο βωμὸν ὑπὸ πληγῇσιν ἑλίξαι §322ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης §323χεῖρας ἀποστρέψαντας· ἃ Δηλιὰς εὕρετο νύμφη §324παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
纵然有狂风猛烈地吹拂着他,且急切需要以最快速度航行,但他们却迅速收起风帆,且绝不再次启航,除非他们顶着鞭笞环绕你伟大的祭坛旋转,并用牙齿撕咬圣洁的橄榄树干,同时双手反剪;这些游戏乃是德洛斯的宁芙为幼小的阿波罗所创制的游艺与乐事。
§325ἱστίη ὦ νήσων εὐέστιε, χαῖρε μὲν αὐτή, §326χαίροι δʼ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσατο Λητώ.
群岛之灶,享有温馨炉火的岛屿啊,愿你安好,也愿阿波罗和勒托诞下的她同享安康。

词汇与语法注释

  1. 246τόσσα δέοι — 无 ἄν 的潜在愿望语气,表示某种让步(“即便她理应承受如此惩罚”)。这为赫拉解释自己为何最终宽恕阿斯特里亚作了铺垫。
  2. 248δέμνιον — 字面意为“床榻”,此处特指宙斯的床(即其追求)。此句基于阿斯特里亚拒绝宙斯追求、投海化为德洛斯岛的神话,阐明了赫拉为何敬重她的贞洁而不向她发怒。
  3. 251ἐπήεισαν — 动词 ἐπάδω(“在……上唱起颂歌”)的未完成过去时。在此语境中,它指天鹅们作为仪式,在勒托的分娩(λοχείῃ)上唱起祝祷之歌。
  4. 321ὑπὸ πληγῇσιν ἑλίξαι ῥησσόμενον — 描绘德洛斯岛上水手们特有的仪式舞蹈。ὑπὸ πληγῇσιν 意为“在(鞭笞的)击打下”,中动相分词 ῥησσόμενον 意为“拍击自身”或“踏地”,指围绕祭坛旋转时进行的某种带有苦行性质的仪式行为。

引用这一段

卡利马科斯, 提洛岛颂歌 §243-326. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0533.tlg018.humanitext-grc3:243-326

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。