Humanitext Reader

七十士译本 · 巴录书 §3.1-3.38

患难中的祈祷与神圣智慧的启示

第 4 段,共 6 段 · 希腊语

内容简介

以色列人在困境中向主祈求怜悯与宽恕,呼吁主记念祂自己的名而非先祖的罪孽。随后,先知指出以色列因抛弃智慧的源头而流放,并宣告唯有创造万物的神拥有真智慧,且已将其赐给了祂所爱的雅各。

§3.1Κύριε ΙΙαντοκράτωρ, ὁ θεὸς Ἰσραήλ, ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγεν πρὸς σέ.
全能的主,以色列的神啊,在痛苦中的灵魂和忧伤的心灵正向祢呼求。
§3.2ἄκουσον, Κύριε, καὶ ἐλέησον, ὅτι ἡμάρτομεν ἐναντίον σου·
主啊,求祢垂听并怜悯我们,因为我们在祢面前犯了罪。
§3.3ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολ. λύμενοι τὸν αἰῶνα.
因为祢永远坐着为王,而我们却永远灭亡。
§3.4Κύριε ΠΓαντοκράτωρ, ὁ θεὸς Ἰσραήλ, ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ἰσραὴλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου, οἵ οὐκ ἤκουσαν τῆς φωνῆς σου θεοῦ αὐτῶν, καὶ ἐκολλήθη ἡμῖν τὰ κακά.
全能的主,以色列的神啊,求祢垂听以色列死者们的祈祷,以及在祢面前犯罪之人子孙的祈祷。 他们没有听从他们神、主的声音,以致灾祸紧贴着我们。
§3.5μὴ μνησθῇς ἀδικιῶν πατέρων ἡμῶν, ἀλλὰ μνήσθητι χειρός σου καὶ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ·
求祢不要记念我们列祖的罪孽,而是在此时记念祢的手和祢的名。
§3.6ὅτι σὺ Κύριος ὁ θεὸς ἡμῶν, καὶ αἰνέσομέν σε, Κύριε.
因为祢是主我们的神;主啊,我们必赞美祢。
§3.7ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομά σου· καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν, ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν τῶν ἡμαρτηκότων ἐναντίον σου.
因为为此,祢将敬畏祢的心放在我们心里,使我们求告祢的名;我们必在流放之地赞美祢,因为我们已从心中转离了在祢面前犯罪之列祖的一切不义。
§3.8δοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν, οἵ ἀπέστησαν ἀπὸ Κυρίου θεοῦ ἡμῶν.
看哪,我们今日仍在流放之地,祢将我们分散到那里,成为凌辱、咒诅和偿债的对象,是照着我们那离弃主我们神的列祖的一切不义。
§3.9Ἄκουε, Ἰσραήλ, ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν.
以色列啊,要听生命的诫命,侧耳倾听以明白智慧。
§3.10τί ἐστιν Ἰσραήλ;
以色列啊,这是怎么回事?
τί ὅτι ἐν γῆ τῶν ἐχθρῶν εἶ;
祢为何在仇敌之地?
ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, §3.11προσελογίσθης μετὰ τῶν εἰς ἅδου,
祢在异乡衰老,与死人一同被玷污,被列在下入阴间的人当中?
§3.12ἐνκατέλιπες § τὴν πηγὴν τῆς σοφίας.
祢抛弃了 § 智慧的泉源。
§3.13τῆ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατήκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα.
祢若行在神的道上,必能永远安居在和平之中。
§3.14μάθε ποῦ ἐστιν φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστιν σύνεσις, τοῦ γνῶναι ἄμα ποῦ ἐστιν μακροβίωσις καὶ ζωή, ποῦ ἐστιν φῶς ὀφθαλμῶν καὶ εἰρήνη.
要学习何处有智慧,何处有力量,何处有聪明,好同时知道何处有长寿和生命,何处有眼目的光和和平。
§3.15τίς εὗρεν τὸν τόπον αὐτῆς, καὶ τίς εἰσῆλθεν εἰς τοὺς θησαυροὺς αὐτῆς;
谁找到了她的地方? 谁进入了她的宝库?
§3.16χοῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς;
列国的君王,和统治地上野兽的人在哪里?
§3.17οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν.
那些戏弄天空飞鸟的人,以及积蓄世人所信赖的金银,其财产永无止境的人在哪里?
§3.18ὅτι οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν.
那些制造银器并为之焦虑,而其工作无从查考的人在哪里?
§3.19ἠφανίσθησαν καὶ εἰς ἄδου κατέβησαν, καὶ ἄλλοι ἀντανέστησαν ἀντʼ αὐτῶν.
他们都消失并下到阴间,另有人起来代替他们。
§3.20υεώτεροι ἴδον φῶς καὶ κατήκησαν ἐπὶ τῆς γῆς, ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν §3.21οὐδὲ συνῆκαν τρίβους αὐτῆς οὐδὲ ἀντελάβοντο αὐτῆς·
年青一代看见了光,并在地上居住,却不知道知识的道路,也没有明白其路径,更没有抓牢它。
οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τπόρρω ἐγενήθησαν,
他们的子孙远离了他们的道路。
§3.22οὐδὲ ἠκούσθη ἐν Χαναὰν οὐδὲ ὄφθη ἐν οἰμᾶν.
这在迦南没有被听闻,在提曼也没有被看见。
§3.23οἵ τε υἱοὶ Ἅγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν οἱ ἐπὶ γῆς, οἱ ἔμποροι τῆς Μερρὰν καὶ Θαιμάν, καὶ οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως, ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς.
在地上寻找聪明的夏甲之子,默兰和提曼的商人,说寓言的人和聪明的寻索者,都不知道智慧的道路,也没有记念她的路径。
§3.24Ὠ Ἰσραήλ, ὡς μέγας ὁ οἶκος τοῦ θεοῦ, καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ·
以色列啊,神的殿宇何其伟大! 祂产业的地方何其宽阔!
§3.25μέγας καὶ οὐκ ἔχει τελευτήν, ὑψηλὸς καὶ ἀμέτρητος.
伟大而无止境,高超而不可测量。
§3.26ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ ἀπʼ ἀρχῆς γενόμενοι, εὐμεγέθεις, ἐπιστάμενοι πόλεμον.
自古有名的大巨人就在那里出生,他们身材高大,精于战事。
§3.27οὐ τούτους ἐξελέξατο ὁ θεός, οὐδὲ 6δὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς· §3.28καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν.
神没有挑选他们,也没有把知识的道路赐给他们;他们因没有智慧而灭亡,因自己的愚昧而丧生。
§3.29τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτήν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν;
谁曾升到天上执掌她,把她从云端带下来?
§3.30τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτήν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ;
谁曾渡过大海找到她,用精金将她换回来?
§3.31οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς.
没有人知道她的道路,也没有人思想她的路径。
§3.32ἄλλο ὁ εἰδὸς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων· §3.33ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· §3.34οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ εὐφράνθησαν· §3.35ἐκάλεσεν αὐτούς, καὶ εἶπον Πάρεσμεν· ἔλαμψαν μετʼ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς.
但那知道万事的主认识她,凭着祂的聪明找到了她;祂是那创造大地直到永远,并使其中充满四足走兽的主;祂差遣光,光就发出;祂呼唤光,光就战战兢兢地顺从祂;众星在它们的岗位上闪烁,并且欢喜;祂呼唤它们,它们就说:“我们在这里”;它们带着喜乐向那创造它们的主发出光辉。
§3.36οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.
这就是我们的神,没有别神可以与祂相比。
§3.37ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης. καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένα ὑπʼ αὐτοῦ.
祂寻得了知识的各样道路,并将其赐给祂的仆人雅各,和祂所爱的以色列。
§3.38μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη.
此后,她在地上显现,并在人间生活。

词汇与语法注释

  1. 3.1ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν — 尽管主语 `ψυχὴ`(灵魂)和 `πνεῦμα`(心灵)是两个单数名词,但动词 `κέκραγεν` 却使用了单数第三人称。这种单数一致关系将这两个概念视为一个统一的痛苦状态。`ἀκηδιῶν` 是 `ἀκηδία`(忧伤、无力)的复数属格。
  2. 3.13τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατήκεις ἂν — 这是一个与过去事实相反的虚拟条件句。条件从句使用 `εἰ` 搭配不定过去时直陈语气(`ἐπορεύθης`),主句使用 `ἄν` 搭配未完成过去时直陈语气(`κατήκεις`),表示本应持续的状态。
  3. 3.14τοῦ γνῶναι ἅμα — 属格冠词加不定式(`τοῦ` 搭配不定式 `γνῶναι`)在此用于表示目的(“为了知道”)。副词 `ἅμα`(“同时”)将学习智慧、力量、理解的所在,与同时认识长寿和生命等的源头联系在一起。
  4. 3.30χρυσίου ἐκλεκτοῦ — 价格或交换属格(genitive of price),与动词 `οἴσει`(带回、获取)连用,表示“以精选的金子为代价”或“用来交换纯金”。
  5. 3.32κτηνῶν τετραπόδων — 充盈属格(genitive of fullness),由动词 `ἐνέπλησεν`(充满)支配,意为“使之充满了四足的野兽”。

引用这一段

七十士译本, 巴录书 §3.1-3.38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg050.humanitext-grc1:3.1-3.38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。