Humanitext Reader

七十士译本 · 约拿书 §3.1-3.10

约拿宣告警告与尼尼微人的悔改

第 3 段,共 4 段 · 希腊语

内容简介

约拿遵照主的命令,在尼尼微宣告毁灭的警告。包括国王在内的全体居民均禁食悔改,神见状便回心转意,免去了原本要降下的灾祸。

§3.1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου λέγων §3.2Ἀνάστηθι πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν ὃ ἐγὼ ἐλάλησα πρὸς σέ.
主的话第二次临到约拿,说: “起来,往尼尼微那大城去,向其中宣告我先前所吩咐你的话。
§3.3καὶ ἀνέστη Ἰωνᾶς καὶ ἐπορεύθη εἰς Νινευή, καθὰ ἐλάλησεν Κύριος·
” 约拿便起来,照着主的话往尼尼微去。
ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ θεῷ, ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν.
这尼尼微在神面前是一座极大的城,约有三日路程。
§3.4καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς, καὶ ἐκήρυξεν καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται.
约拿开始进城,走了一日的路程,宣告说:“再过三日,尼尼微就要倾覆了!
§3.5καὶ ἐνεπίστευσαν οἱ ἄνδρες Νινευὴ τῷ θεῷ, καὶ ἐκήρυξαν νηστίαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.
” 尼尼微人信服神,便宣告禁食,从最大的到最小的都穿上麻衣。
§3.6καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφʼ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ.
这消息传到尼尼微王那里,他就从宝座上起来,脱下他的朝服,披上麻衣,坐在灰中。
§3.7καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευὴ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων Οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν.
他又使人传示尼尼微通国,宣告说:“王和大臣有令:人、牲畜、牛群、羊群,都不可尝什么,不可吃草,也不可喝水。
§3.8καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν ἐκτενῶς·
人与牲畜都要披上麻衣,并要切切求告神。
καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες §3.9Τίς οἶδεν εἰ μετανοήσει ὁ θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;
各人都要回头离开他的恶道,丢弃手中的强暴,说道: ‘谁知道神是否会转意后悔,收回他的烈怒,使我们不致灭亡呢?
§3.10καὶ εἶδεν ὁ θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν· καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.
’” 神看见他们的行为,见他们回头离开恶道,神就转意,不把所说要降与他们的灾祸降与他们了。

词汇与语法注释

  1. §3.3τῷ θεῷ — 与格 τῷ θεῷ 是希伯来语“对神而言”(lē’lōhîm)这一强调表达的直译,表示“极大的”或“在神面前极大的”。
  2. §3.4τοῦ εἰσελθεῖν — 带属格冠词的不定式 τοῦ εἰσελθεῖν 作为表示开始的动词 ἤρξατο 的宾语(补语)。这种结构模仿了希伯来语的 Lamedh + 不定式结构。
  3. §3.7λέγων — 尽管它引出了复数主语(ὁ βασιλεύς 和 οἱ μεγιστάνες)的命令,分词 λέγων(阳性单数主格)却使用了单数形式。这是七十人译圣书的惯用语,直译了希伯来语的引语助词 lē’mōr(说道)。
  4. §3.10ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς — 关系代词 ᾗ 被其先行词 τῇ κακίᾳ 吸引而同化为与格。属格不定式 τοῦ ποιῆσαι 表示目的或意图,意为“祂曾说要向他们施加的(灾祸)”。

引用这一段

七十士译本, 约拿书 §3.1-3.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg041.humanitext-grc1:3.1-3.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。