§3.14.6καλοῦσι δὲ Λακεδαιμόνιοι Δρόμον, ἔνθα τοῖς νέοις καὶ ἐφʼ ἡμῶν ἔτι δρόμου μελέτη καθέστηκεν.
拉刻代蒙人将直到我们时代仍为年轻人设有赛跑训练的场所称为“德罗莫斯”(赛跑场)。
ἐς τοῦτον τὸν Δρόμον ἰόντι ἀπὸ τοῦ τάφου τῶν Ἀγιαδῶν ἔστιν ἐν ἀριστερᾷ μνῆμα Εὐμήδους, Ἱπποκόωντος δὲ καὶ οὗτος ἦν ὁ Εὐμήδης·
从阿吉斯家族的陵墓走向这处德罗莫斯,左手边是欧墨德斯的纪念碑;这个欧墨德斯也是希波科翁之子。
ἔστι δὲ ἄγαλμα ἀρχαῖον Ἡρακλέους, ᾧ θύουσιν οἱ Σφαιρεῖς· οἱ δέ εἰσιν οἱ ἐκ τῶν ἐφήβων ἐς ἄνδρας ἀρχόμενοι συντελεῖν.
这里还有一座赫拉克勒斯的古老神像,斯派雷斯向他献祭;斯派雷斯是指那些开始从青年登记入成年男子行列的人。
πεποίηται δὲ καὶ γυμνάσια ἐν τῷ Δρόμῳ, τὸ ἕτερον Εὐρυκλέους ἀνάθημα ἀνδρὸς Σπαρτιάτου·
德罗莫斯里也建有体育场,其中一座是斯巴达人欧律克勒斯的献礼。
τοῦ Δρόμου δὲ ἐκτὸς κατὰ τοῦ Ἡρακλέους τὸ ἄγαλμα ἔστιν οἰκία τὰ ἐφʼ ἡμῶν ἰδιώτου, Μενελάου τὸ ἀρχαῖον.
在德罗莫斯之外,赫拉克勒斯神像的对面,有一座在我们的时代属于私人的住宅,但古时是墨涅拉俄斯的。
προελθόντι δὲ ἀπὸ τοῦ Δρόμου Διοσκούρων ἱερὸν καὶ Χαρίτων, τὸ δὲ Εἰλειθυίας ἐστὶν Ἀπόλλωνός τε Καρνείου καὶ Ἀρτέμιδος Ἡγεμόνης·
从德罗莫斯继续前行,有一座双子神与美惠三女神的圣所,还有一座属于厄勒梯亚、阿波罗·卡涅乌斯和阿耳忒弥斯·赫格莫涅的圣所。
§3.14.7τὸ δὲ τοῦ Ἀγνίτα πεποίηται μὲν ἐν δεξιᾷ τοῦ Δρόμου, Ἀσκληπιοῦ δέ ἐστιν ἐπίκλησις ὁ Ἀγνίτας, ὅτι ἦν ἄγνου τῷ θεῷ ξόανον·
阿格尼塔斯的圣所建在德罗莫斯的右侧,而“阿格尼塔斯”是阿斯克勒庇俄斯的别称,因为该神的木雕像是由黄荆树木制成的。
ἡ δὲ ἄγνος λύγος καὶ αὐτὴ κατὰ ταὐτά ἐστι τῇ ῥάμνῳ.
黄荆是一种灌木,其种类与鼠李相同。
τοῦ Ἀσκληπιοῦ δὲ οὐ πόρρω τρόπαιον ἕστηκε, Πολυδεύκην δὲ ἀναστῆσαί φασιν ἐπὶ Λυγκεῖ· καί μοι καὶ τοῦτο ἀποφαίνει τὸν λόγον εἰκότα, οὐ ταφῆναι τοὺς Ἀφαρέως παῖδας ἐν Σπάρτῃ.
离阿斯克勒庇俄斯圣所不远处立有一座战胜纪念碑,据说这是波吕丢克斯为战胜林克斯而立的;这对我来说也使这个传说显得可信,即阿法柔斯之子们并未葬在斯巴达。
πρὸς δὲ τοῦ Δρόμου τῇ ἀρχῇ Διόσκουροί τέ εἰσιν Ἀφετήριοι καὶ ὀλίγον προελθόντι ἡρῷον Ἄλκωνος· τὸν δὲ Ἄλκωνα λέγουσιν Ἱπποκόωντας παῖδα εἶναι.
在德罗莫斯的起点处有双子神·阿斐特里奥伊,稍往前行有阿尔孔的英雄冢;据说阿尔孔是希波科翁之子。
παρὰ δὲ τοῦ Ἄλκωνος τὸ ἡρῷον Ποσειδῶνός ἐστιν ἱερόν, Δωματίτην δὲ ἐπονομάζουσιν.
在阿尔孔英雄冢的旁边有一座波塞冬圣所,人们称他为多马提特斯。
§3.14.8καὶ χωρίον Πλατανιστᾶς ἐστιν ἀπὸ τῶν δένδρων, αἳ δὴ ὑψηλαὶ καὶ συνεχεῖς περὶ αὐτὸ αἱ πλάτανοι πεφύκασιν.
还有一处因树木而得名普拉塔尼斯塔斯(悬铃木林)的地方,因为高大且茂密的悬铃木生长在它的周围。
αὐτὸ δὲ τὸ χωρίον, ἔνθα τοῖς ἐφήβοις μάχεσθαι καθέστηκε, κύκλῳ μὲν εὔριπος περιέχει κατὰ ταὐτὰ καὶ εἰ νῆσον θάλασσα, ἔφοδοι δὲ ἐπὶ γεφυρῶν εἰσι.
这处青年们注定要在其中进行搏斗的场所,四周被环形护城河包围,就像海水环绕着岛屿一样,并有通过桥梁的通道。
γεφυρῶν δὲ ἐφʼ ἑκατέρᾳ τῇ μέν ἐστιν ἄγαλμα Ἡρακλέους, τῇ δὲ εἰκὼν Λυκούργου· νόμους δὲ ἔς τε τὴν ἄλλην πολιτείαν καὶ ἐς τὴν μάχην τῶν ἐφήβων ἔθηκεν ὁ Λυκοῦργος.
两座桥梁上各有一座雕像,一座是赫拉克勒斯的雕像,另一座是吕库古的画像;吕库古不仅为其他国家制度,也为青年们的搏斗制定了法律。
§3.14.9καὶ τάδε ἄλλα τοῖς ἐφήβοις δρώμενά ἐστι· θύουσι πρὸ τῆς μάχης ἐν τῷ Φοιβαίῳ· τὸ δὲ Φοιβαῖόν ἐστιν ἐκτὸς τῆς πόλεως, Θεράπνης οὐ πολὺ ἀφεστηκός.
青年们还会举行以下其他活动:他们在战斗前在波伊拜翁献祭;波伊拜翁位于城外,离塞拉普涅不远。
ἐνταῦθα ἑκατέρα μοῖρα τῶν ἐφήβων σκύλακα κυνὸς τῷ Ἐνυαλίῳ θύουσι, θεῶν τῷ ἀλκιμωτάτῳ κρίνοντες ἱερεῖον κατὰ γνώμην εἶναι τὸ ἀλκιμώτατον ζῷον τῶν ἡμέρων.
在那里,青年们的每一个队伍都会向厄倪阿利乌斯献祭一只幼犬,他们认为对于神明中最强壮者,根据他们的观点,驯养动物中最强壮者才是合适的祭品。
κυνὸς δὲ σκύλακας οὐδένας ἄλλους οἶδα Ἑλλήνων νομίζοντας θύειν ὅτι μὴ Κολοφωνίους·
在希腊人中,除科洛丰人外,我不知道还有其他任何人有献祭幼犬的习俗;因为科洛丰人也向埃诺迪亚献祭一只黑色的幼犬。
θύουσι γὰρ καὶ Κολοφώνιοι μέλαιναν τῇ Ἐνοδίῳ σκύλακα. νυκτεριναὶ δὲ ἥ τε Κολοφωνίων θυσία καὶ τῶν ἐν Λακεδαίμονι ἐφήβων καθεστήκασιν.
科洛丰人的献祭和拉刻代蒙青年的献祭都被规定在夜间进行。
§3.14.10ἐπὶ δὲ τῇ θυσίᾳ κάπρους ἠθάδας οἱ ἔφηβοι συμβάλλουσι μαχουμένους· ὁποτέρων δʼ ἂν ὁ κάπρος τύχῃ νικῶν, ἐν τῷ Πλατανιστᾷ κρατῆσαι τούτους ὡς τὰ πλείω συμβαίνει.
献祭之后,青年们驱使驯养的野猪互斗;无论哪一方的野猪碰巧获胜,这方通常也会在普拉塔尼斯塔斯的搏斗中胜出。
τοσάδε μὲν δρῶσιν ἐν τῷ Φοιβαίῳ· ἐς δὲ τὴν ἐπιοῦσαν ὀλίγον πρὸ μεσούσης ἡμέρας ἐσίασι κατὰ τὰς γεφύρας ἐς τὸ εἰρημένον χωρίον.
他们在波伊拜翁举行上述这些活动;次日正午稍前,他们通过桥梁进入上述场所。
τὴν μὲν δὴ ἔσοδον, καθʼ ἣν ἐσελθεῖν δεῦρο ἔστιν ἑκατέραν τάξιν, προεδήλωσε κλῆρός σφισιν ἐν τῇ νυκτί·
至于每个队伍应该从哪个入口进入该地,夜间抽签已提前向他们揭示。
μάχονται δὲ καὶ ἐν χερσὶ καὶ ἐμπηδῶντες λάξ, δάκνουσί τε καὶ τοὺς ὀφθαλμοὺς ἀντορύσσουσιν.
他们不仅用手殴打,还用脚跳起踢踹,甚至撕咬、挖出彼此的眼睛。
ἀνὴρ μὲν δὴ πρὸς ἄνδρα τὸν εἰρημένον τρόπον μάχεται· ἀθρόοι δέ ἐμπίπτουσι βιαίως καὶ ἐς τὸ ὕδωρ ὠθοῦσιν ἀλλήλους.
个人对个人确实以所述方式进行搏斗;但他们也会成群结队地猛烈冲撞,将彼此推入水中。