Humanitext Reader

阿里斯·台德斯 · 别迦摩通水赞词 §1

通水喜讯与预兆之梦的言辞颂扬

第 1 段,共 1 段 · 希腊语

内容简介

作者表达了听闻帕加马通水喜讯后的欣喜之情,叙述了此前预示这一吉兆的梦境,并论证用言辞美化这一神赐礼物是符合众神与缪斯心意的应尽职责。

§1## Πανηγυρικὸς ἐπὶ τῷ ὕδατι ἐν Περγάμῳ Ὁμήρῳ μὲν εἰς τὴν σύνοδον τῶν χειμάρρων εἴρηται "τῶν δέ τε τηλόθι δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· " καὶ φρίξαντα δή φησιν αὐτὸν εἰς τὸ σπήλαιον εἰσελαύνειν τὰς ὄϊς·
## 帕加马水礼赞在荷马史诗中,关于急流的交汇,有这样的话: “在群山深处,牧羊人从远处听到了它们的声音;” 并且说,他因颤栗而将羊群赶进洞穴。
ἐγὼ δὲ καίτοι τοσοῦτον ὑμῶν ἀπέχων τὸ νῦν ἀκούσας τοῦ ὕδατος τὴν εἰσβολὴν καὶ ὅσον τι κόσμου προσγέγονε τῇ πόλει, οὐχ οἷός τε ἦν ἡσυχάζειν ὑφʼ ἡδονῆς, ἀλλʼ ἐφθεγγόμην τε ἃ ἐφθεγγόμην καὶ τοῦ σώματος ᾐσθανόμην ἐλαφροτέρου καὶ χαρᾶς ἀπῆν οὐδέν, δυοῖν δʼ ἡμέραιν πρότερον πρὶν ἀκοῦσαι· οὐ γὰρ χεῖρον ἴσως πρὸς ὑμᾶς εἰπεῖν· ἀκούσεσθε γὰρ ἡδέως τοῦ θεοῦ χάριν τοῦ προδείξαντος καὶ ἅμα τῆς εὐφημίας· ὄψις ὀνειράτων γενομένη μοι ὡσπερεὶ διπλασίαν ἐδείκνυε τὴν πόλιν, χωρίον τε δή τινος προσθήκῃ πεπορισμένου συνεχῶς πρὸς αὐτὴν καὶ δημοσίων δὴ κόσμων προσγενομένων παραπλησίων μάλιστά πως τοῖς περὶ τὸν φίλιον.
而我,尽管远离你们,在听到如今水的流入以及城市增加了如此多的装饰时,因喜悦而无法保持安静,而是说出了我说的话,感到身体更加轻盈,且毫无缺少喜悦之情——事实上,在听到这消息的两天前(向你们讲述这或许并非坏事,因为你们会乐意听到预先示现的这位神明的恩典,同时也乐意听到这吉兆):我梦中的景象向我展示了这座城市仿佛翻了一倍,通过增加某块土地而与其连续相接,且增加了公共装饰,非常类似于菲利奥斯神庙周围的装饰。
διὰ ταῦτʼ οὖν ὄναρ τε ἐγανύμην καὶ ἐπειδὴ ἀνέστην, ἐλάμβανον εἰς ἀγαθὸν τῇ τε πόλει καὶ ἐμαυτῷ.
因此,我在梦中感到欢喜,起身后,我将其视为对城市和对我自己的吉兆。
τριταία δὲ ἐπὶ τούτοις ἀγγελία παρὰ ἀνδρὸς τῶν ἐπιτηδείων ἀφικνεῖται φράζουσα καὶ δὴ πᾶσαν ὑμῖν τὴν Ἀσίαν συνεορτάζειν τῆς περὶ πάντα ἀγαθῆς τύχης.
在此之后的第三天,一位密友送来消息,宣告整个亚细亚都在与你们共同庆祝这在一切事上都美好的幸运。
εἶναι γὰρ τὸ ὕδωρ πλήθει τε πλεῖστον καὶ κάλλει κάλλιστον ὅσων ἔλαχον πόλεις.
因为这水不仅在数量上最为丰沛,而且在美观上也是诸城市所曾获得的任何水中最美的。
ἦγον οὖν οὐχ ὅσον ἠρινὴν ἡμέραν, ἀλλʼ οἵαν εἰκὸς ἄγειν Διός τε εὐαγγελίου καὶ Ἀσκληπιοῦ σωτῆρος πανταχῆ τιμῶντος.
因此,他们所度过的不仅是一个春日,而且是一个理应为报喜的宙斯以及在各处受到尊崇的救主阿斯克勒庇俄斯度过的节日。
καὶ συνέχαιρον δὴ τῇ πόλει μὲν τῶν προσγεγονότων, ἐμαυτῷ δὲ ὡς ἠξιώθην προακοῦσαι, δῆλον ὅτι ὡς οὐδενὸς ἧττον ἐμοὶ τῆς πόλεως προσῆκον.
我确实为城市增加的恩惠感到高兴,也为自己被认为配得上预先听闻而感到高兴,这显然是因为这座城市的事物对我来说不比任何人少有关系。
μετὰ δὲ τοῦτο ἐλογιζόμην ὡς τὸ μὲν χαίρειν κοινὸν ἁπάντων καὶ ἀνδρῶν καὶ παιδαρίων καὶ γυναικῶν, ἅτε τῆς ὄψεως προξενούσης τὴν ἡδονὴν, λόγῳ δὲ ἐπικοσμῆσαι τὴν τῶν Νυμφῶν δόσιν τάχα ἄν τινος εἴη τῶν περὶ τὸν Παιᾶνα διατριψάντων καὶ τῶν ἐπιταχθέντων τῶν ἐν λόγοις.
在这之后,我心想,虽然喜悦是所有人、男人、儿童和女人的共性,因为这景象本身就带来了快乐,但用言辞来美化宁芙的礼物,或许属于那些在派安身边度过时光的人,以及那些被委以言辞任务的人。
ἀνεμιμνησκόμην δὲ τῶν ποιητῶν, ὅτι Νύμφας καὶ Μούσας ἀεί πως συνάγουσι.
我记起诗人们,他们总是以某种方式将宁芙与缪斯联系在一起。
καὶ τὸν Ἑρμῆν ὡς χορηγὸν ἀεὶ προσαγορεύουσι τῶν Νυμφῶν· καὶ πάλιν γε Ἀπόλλωνα χορηγὸν Μουσῶν· ὁ δʼ αὐτὸς οὗτος ὑμῖν θεὸς καλλιτέκνου προσηγορίαν εἶχε, τοῦ πατρὸς ἕνεκα.
他们总是称赫尔墨斯为宁芙的合唱队领队;又称阿波罗为缪斯合唱队的领队;而这同一位神明在你们那里因其父亲的缘故而拥有“拥有美丽子嗣者”的称号。
ἁπανταχῆ δὴ πρέπον τε καὶ οὐκ ἄωρον ἐφαίνετο τῇ τῶν Νυμφῶν χάριτι συγκεράσαι τὴν παρὰ τῆς μουσικῆς. πᾶσι γὰρ ἂν προσήκοντα πράττειν οἷς εἶπον θεοῖς.
因此,在任何方面,将音乐的恩惠与宁芙的恩典结合在一起,似乎都是合适且合时宜的;因为这对于我所提到的所有神明来说,都将是行其所当行。
ἐξ ἀρχῆς δʼ, ὡς ἔοικε, τὰ κάλλιστα ἐδόθη τῇ πόλει καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων.
从一开始,似乎最美的事物就已经由神明和人类共同赐予了这座城市。
τοῦτο μοι πρεσβύτατοι δαιμόνων ἐνταῦθα λέγονται γενέσθαι Κάβειροι, καὶ τελεταὶ τούτοις καὶ μυστήρια, ἃ τοσαύτην ἰσχὺν ἔχειν πεπίστευται ὥστε χειμώνων τε ἐξαισίων. . . . . .
在这方面,据传神灵中最古老的卡贝里诞生于此,这里有属于他们的仪式和秘仪,这些仪式被认为具有如此强大的力量,以至于在异常的风暴中……

词汇与语法注释

  1. 1Ὁμήρῳ — 行为者或引用参考与格,表示“在荷马那里”或“由荷马”引用提及。
  2. 1δυοῖν δʼ ἡμέραιν — 程度差异与格,修饰 `πρότερον`(以前),表示“早两天(两天前)”。
  3. 1πεπορισμένου — 该属格分词在语义上修饰中性受格的 `χωρίον`。它可能是在格上受到了某种同化吸引,或者是受格 `πεπορισμένον` 的抄写错误。这里作为修饰 `χωρίον` 的分词翻译。
  4. 1ὡς οὐδενὸς ἧττον ἐμοὶ τῆς πόλεως προσῆκον — 使用非人称动词分词 `προσῆκον`(源自 `προσήκει`)并带有 `ὡς` 的绝对受格结构,用来引入一个主观原因(“因为显而易见地,这座城市的事物对我来说不比任何人少有关系”)。
  5. 1τάχα ἄν τινος εἴη — 带有 `ἄν` 的潜在希求法结合所有格属格 `τινος`,表示“这或许是属于某人的职责”或“这大概是某人的事情”。

引用这一段

阿里斯·台德斯, 别迦摩通水赞词 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg055.humanitext-grc2:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。