Humanitext Reader

巴库利德斯 · 祝捷歌 §3.1-3.98

希伦的胜利与克洛伊索斯获救的神话

第 3 段,共 16 段 · 希腊语

内容简介

诗人祈求缪斯歌颂希伦及其在奥林匹亚获胜的骏马,并赞美其对德尔斐的慷慨供奉。随后展开叙述了吕底亚国王克洛伊索斯因虔诚而得阿波罗救助的神话,并阐述了生命的短暂、德行的不朽以及诗歌为希伦的功绩所带来的永恒荣耀。

§3.1ἀριστοκάρπου Σικελίας κρέουσαν §3.2Δάματρα ϝιοστέφανόν τε κούραν §3.3ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τʼ Ὀ-
歌唱那统治着丰饶西西里的德墨忒尔,以及戴着紫罗兰花冠的少女,赐予甘美恩泽的克利俄啊!
§3.4λυμπιοδρόμους Ἱέρωνος ἵππους.
还有那疾驰的、奔跑于奥林匹亚的希伦之马。
§3.5σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ §3.6σὺν Ἀγ]λαΐᾳ τε παρʼ εὐρυδίναν §3.7Ἀλφ εό ν, τόθι Δ]εινομέν εο ς ἔθηκαν
因为它们伴随着卓越的胜利女神与光辉女神,疾驰在宽广漩涡的阿尔斐俄斯河畔。
§3.8ὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι.
在那里,它们使戴诺梅内斯幸福的子嗣赢得了冠冕。
§3.9θρόησε δὲ λ[αὸς ἀπείρων· §3.10ἆ τρισευδαίμ[ων ἀνήρ,
无尽的人群齐声高呼: “啊,三倍幸福的人啊!
§3.11ὃ παρὰ Ζηνὸς λαχὼν §3.12πλείσταρχον Ἑλλάνων γέρας §3.13οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ- §3.14φαρέϊ κρύπτειν σκότῳ.
他从宙斯那里获得了希腊人中范围最广的统治权,并懂得不将巍峨的财富隐藏于漆黑斗篷般的阴暗之中。
§3.15βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς, §3.16βρύουσι φιλοξενίας ἀγυιαί·
” 神圣的庙宇因宰牛献祭的节日而盈满,待客的街道也因热情而充溢。
§3.17λάμπει δʼ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς §3.18ὑψιδαιδάλτων τριπόδων σταθέντων
黄金在璀璨的光芒下熠熠生辉,那是高耸而精雕细琢的三脚祭鼎,被安放在庙宇之前。
§3.19πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος §3.20Φοίβου παρὰ Κασταλίας ῥεέθροις §3.21Δελφοὶ διέπουσι.
在那里,在卡斯塔利亚的溪流旁,德尔斐人照管着福玻斯最大的一片圣林。
θεόν, θεόν τις
让人人赞美神吧,赞美神!
§3.22ἀγλαϊζέτ ω, ὁ γὰρ ἄριστος ὄλβων.
因为他是一切福泽中最美好的。
§3.23ἐπεί ποτε καὶ δαμασίππου §3.24Λυδίας ἀρχαγέταν, §3.25εὖτε τὰν πεπ[ρωμέναν §3.26Ζηνὸς τελε[ιοῦσαι κρίσιν §3.27Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ, §3.28Κροῖσον ὁ χρυσά[ορος §3.29φύλαξʼ Ἀπόλλων.
因为曾经,哪怕是对那驯马的吕底亚之统治者,当那注定的宙斯之裁决得到履行、萨尔迪斯被波斯人的军队劫掠之时,持金剑的阿波罗也护佑了克洛伊索斯。
[ὁ δʼ ἐς ἄ]ελπτον ἆμαρ §3.30μολὼν πολυδ[άκρυον] οὐκ ἔμελλε §3.31μίμνειν ἔτι δ[ουλοσύ]ναν· πυρὰν δὲ §3.32χαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶς §3.33ναήσατʼ, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδνᾷ §3.34σὺν εὐπλοκάμοις τʼ ἐπέβαινʼ ἄλα[στον §3.35θυγατράσι δυρομέναις·
而当他来到了这无法料想的一天,便不打算再等待那令人泪下的奴役;他在铜墙铁壁的宫殿前筑起柴堆,并与他贤惠的妻子以及留着美丽秀发、痛哭不止的女儿们一同登上其上。
χέρας δʼ ἐς §3.36αἰπὺν αἰθέρα σφετέρας ἀείρας §3.37γέγω]νεν· ὑπέρβιε δαῖμον, §3.38ποῦ θεῶν ἐστιν χάρις;
他将双手向高空抬起,大声疾呼:“强横的神灵啊,神明们的恩义在何处?
§3.39ποῦ δὲ Λατοίδας ἄναξ;
勒托之子、我们的主宰又在何处?
§3.40πίτνουσ]ιν Ἀλυάττα δόμοι, §3.41¯˘¯×¯˘¯×] μυρίων §3.42¯˘¯×¯˘¯]ν; §3.43ׯ˘˘×˘˘˘¯˘]ν ἄστυ, §3.44φοινίσσεται αἵματι χρυσο]δίνας §3.45Πακτωλός·
阿里亚特斯的府邸正在坍塌, [脱文] 无数 [脱文] [脱文] 城市,被鲜血染红,那流淌着黄金漩涡的帕克托罗斯河。
ἀεικελίως γυναῖκες §3.46ἐξ ἐϋκτίτων μεγάρων ἄγονται·
女子们被耻辱地从修筑完好的深闺中掳走。
§3.47τὰ πρόσθε δʼ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον.
曾经厌恶的事情如今却变得亲切:死亡是最甘美的事。
§3.48τόσʼ εἶπε, καὶ ἁβροβάταν κέλευσεν §3.49ἅπτειν ξύλινον δόμον.
” 他说了这些,便命令那举止优雅的侍从点燃木制的柴堆。
ἔ[κλαγ]ον δὲ §3.50παρθένοι, φίλας τʼ ἀνὰ ματρὶ χεῖρας §3.51ἔβαλλον· ὁ γὰρ προφανὴς θνα- §3.52τοῖσιν ἔχθιστος φόνων·
少女们发出尖叫,向着亲爱的母亲伸出双手;因为眼前的死亡对凡人来说是最为可怕的事。
§3.53ἀλλʼ ἐπεὶ δεινοῦ πυρὸς §3.54λαμπρὸν διάϊ[σσεν μέ]νος, §3.55Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος §3.56σβέννυεν ξανθὰ[ν φλόγα.
然而,当那可怕烈火的耀眼威力蔓延开来时,宙斯调来一朵浓黑的乌云,扑灭了金黄色的火焰。
§3.57ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα §3.58τεύχει·
只要是神明的意旨所造就的事,便没有什么是不堪设想的。
τότε Δαλογενὴς Ἀπόλλων §3.59φέρων ἐς Ὑπερβορέους γέροντα §3.60σὺν τανισφύροις κατένασσε κούραις §3.61δι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν. §3.62ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.
当时,生于提洛岛的阿波罗带着这位老人前往海柏波里安人之地,并让他与那些脚踝纤纤的女儿们一起安居,这是因着他的虔诚,因为他将凡人中最丰盛的贡物呈献给了神圣的皮托。
§3.63ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς, §3.64ὦ μεγαίνητε Ἱέρων, θελήσει §3.65φάμ]εν σέο πλείονα χρυσὸν §3.66Λοξί]ᾳ πέμψαι βροτῶν.
至于那些统治着希腊的人中,绝没有谁,噢,备受赞誉的希伦啊,会愿意宣称,有哪个凡人曾比你向洛克西阿斯呈献了更多的黄金。
§3.67εὖ λέγ]ειν πάρεστιν, ὅσ- §3.68τις μὴ φθόνῳ πιαίνεται, §3.69θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον, §3.70τεθμ]ίου σκᾶπτρον Διὸς §3.71ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν·
赞美之词是不难奉上的—— 只要其人未因嫉妒而心生怨恨—— 献给这位深得神爱、喜好骏马的尚武之人,他手持奠定秩序之宙斯的神权权杖,并领受着编织紫罗兰发辫的缪斯女神们的恩泽。
§3.72ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων §3.73ἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι.
然而,正如从前在马里亚那样,神明猛然将风暴降临在朝生暮死的凡人种族之上。
§3.74καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών· §3.75δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν §3.76ἐφαμ]ερίων·
你能审时度势;我们的生命是短暂的;虚妄的希望潜藏在朝生暮死者的心灵深处。
ὁ δʼ ἄναξ [Ἀπόλλων §3.77ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι· §3.78θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν §3.79γνώμας, ὅτι τʼ αὔριον ὄψ εα ι §3.80μοῦνον ἁλίου φάος, §3.81χὥτι πεντήκοντʼ ἔτ εα §3.82ζωὰν βαθύπλουτον τελεῖς.
并且,主宰阿波罗,那位牧牛者,曾对斐瑞斯之子说: ‘作为凡人,你当秉持两种想法:一则明天你可能将最后一次亲眼看见太阳的光芒,二则你亦可能在五十年的时间里,度过极尽丰裕的生命。
§3.83ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ §3.84κερδέων ὑπέρτατον.
坚守虔敬的行径,使你的心灵欢愉;因为这是一切福祉中最至高无上的。
§3.85φρον έο ντι συνετὰ γαρύω· βαθὺς μὲν §3.86αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου §3.87οὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός·
’ 我对通达情理之人道出明智的话语:那深邃的苍穹是纯净无瑕的;大海之水永不腐朽;黄金则意味着喜悦。
§3.88ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν π[αρ]έντα §3.889γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι §3.90ἥβαν.
然而,对凡人而言,一旦越过了花白头发的暮年,便绝无可能再次重新唤回那充满活力的青春。
ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει §3.91βροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰ §3.92Μοῦσά νιν τρ[έφει].
可是,凡人德行的光芒,并不会随着肉体一同消逝,反而缪斯女神会滋养着它。
Ἱέρων, σὺ δʼ ὄλβου §3.93κάλλιστʼ ἐπεδ[είξ]αο θνατοῖς §3.94ἄνθεα·
希伦啊,你已向凡人展现了财富中最绚丽的花朵。
πράξα[ντι] δʼ εὖ §3.95οὐ φέρει κόσμον σιω- §3.96πά·
对于功成名就之人,缄默无法带来荣光。
σὺν δʼ ἀλαθείᾳ καλῶν §3.97καὶ μελιγλώσσου τις ὑμνήσει χάριν §3.98Κηΐας ἀηδόνος.
伴随着那辉煌事迹的真实,人们亦将传唱那舌绽莲花的凯奥斯岛夜莺之美好。

词汇与语法注释

  1. §3.3ὕμνει — 祝捷诗开篇对缪斯(克利俄)的传统祈求,使诗人的叙事视角从前一节凯奥斯岛的本地脉络顺利过渡到希伦统治下的西西里。
  2. §3.13μὴ ... κρύπτειν — 依靠动词 οἶδε(意为“懂得、能够”)的不定式结构。此处使用了主观否定词 μὴ 而非客观否定词 οὐ,用以强调不隐藏财富乃是出于理智和自觉的选择。
  3. §3.22ὁ γὰρ ἄριστος ὄλβων — 代词 ὁ 既可理解为指代前文“赞美神明”这一行为(即“赞美神明乃是一切福祉中最好的”),也可直接指代神明自身(即“因为他是最美好的福泽”)。本译文采用了后者,用以强调神明乃是繁荣的终极源泉。
  4. §3.48ἁβροβάταν — 字面意思是“轻盈漫步者”或“步态优雅者”。在此处用以指代东方(吕底亚)宫廷的宦官或高级侍从,暗示了克洛伊索斯宫廷的奢华与异国情调。
  5. §3.78διδύμους ... γνώμας — 阿波罗传授给阿德梅托斯的“两种想法”。一者意识到死亡的不可避免与即时性(“可能明天就会死去”),另一者则展望长寿(“可能还会活上五十年”)。这一双重认知引导着凡人在不为生命的短暂感到绝望的前提下,虔敬且欢愉地度过当下(§3.83-3.84)。
  6. §3.85φρονέοντι συνετὰ γαρύω — 与格现在分词 φρονέοντι 在句中充当间接宾语(“向明智之人、通达之人说”)。这与品达的名句“对智者发声”(φωνᾶντα συνετοῖσιν)如出一辙,表明巴库利德斯正在向一位能够理解生命局限性与德行永恒性等深刻真理的受众(希伦)进行诉说,而非仅仅停留在对物质财富的表面赞美上。

引用这一段

巴库利德斯, 祝捷歌 §3.1-3.98. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0199.tlg001.humanitext-grc2:3.1-3.98

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。