§15.1.44τῶν δὲ μυρμήκων τῶν χρυσωρύχων δέρματα ἰδεῖν φησιν οὗτος παρδαλέαις ὅμοια.
此人[内阿克斯]说,他见过金掘蚁的毛皮,它们就像豹皮一样。
Μεγασθένης δὲ περὶ τῶν μυρμήκων οὕτω φησὶν ὅτι ἐν Δέρδαις, ἔθνει μεγάλῳ τῶν προσεῴων καὶ ὀρεινῶν Ἰνδῶν, ὀροπέδιον εἴη τρισχιλίων πως τὸν κύκλον σταδίων· ὑποκειμένων δὲ τούτῳ χρυσωρυχείων οἱ μεταλλεύοντες εἶεν μύρμηκες, θηρία ἀλωπέκων οὐκ ἐλάττω, τάχος ὑπερφυὲς ἔχοντα καὶ ζῶντα ἀπὸ θήρας·
然而,麦加斯梯尼在谈到这些蚂蚁时这样说:在德尔代族(这是东部山地印度人的一个大部落)的领地内,有一片周长约三千斯塔德的高原;在这片高原之下有金矿,而挖掘金矿的是蚂蚁,它们是体型不小于狐狸的野兽,拥有非凡的速度,靠捕食为生。
ὀρύττει δὲ χειμῶνι τὴν γῆν, σωρεύει τε πρὸς τοῖς στομίοις, καθάπερ οἱ ἀσφάλακες· ψῆγμα δʼ ἐστὶ χρυσοῦ μικρᾶς ἑψήσεως δεόμενον·
它们在冬天挖掘土地,并像鼹鼠一样把土堆在洞口;这些就是砂金,只需要稍微熔炼。
τοῦθʼ ὑποζυγίοις μετίασιν οἱ πλησιόχωροι λάθρᾳ· φανερῶς γὰρ διαμάχονται καὶ διώκουσι φεύγοντας, καταλαβόντες δὲ διαχρῶνται καὶ αὐτοὺς καὶ τὰ ὑποζύγια.
邻近的居民用驮畜秘密地去取这些砂金;因为蚂蚁会公开战斗,并追击逃跑的人,一旦追上,就会把他们和驮畜一起杀死。
πρὸς δὲ τὸ λαθεῖν κρέα θήρεια προτιθέασι κατὰ μέρη· περισπασθέντων δʼ ἀναιροῦνται τὸ ψῆγμα καὶ τοῦ τυχόντος τοῖς ἐμπόροις ἀργὸν διατίθενται, χωνεύειν οὐκ εἰδότες.
为了不被发现,人们在各处放上野兽的肉块;当蚂蚁的注意力被分散时,人们便拿走砂金,并且因为他们不知道如何熔炼,便把它们以随意的价格卖给商人,作为未经加工的原料。
§15.1.45Ἐπεὶ δʼ ἐν τῷ περὶ τῶν θηρευτῶν λόγῳ καὶ περὶ τῶν θηρίων ἐμνήσθημεν ὧν τε Μεγασθένης εἶπε καὶ ἄλλοι, προσθετέον καὶ ταῦτα.
既然在关于猎人的叙述中,我们也提到了麦加斯梯尼和他人所说的野兽,那么也必须加上这些。
ὁ μὲν γὰρ Νέαρχος τὸ τῶν ἑρπετῶν θαυμάζει πλῆθος καὶ τὴν κακίαν· ἀναφεύγειν γὰρ ἐκ τῶν πεδίων εἰς τὰς κατοικίας τὰς διαλανθανούσας ἐν ταῖς ἐπικλύσεσι καὶ πληροῦν τοὺς οἴκους· διὰ δὴ τοῦτο καὶ ὑψηλὰς ποιεῖσθαι τὰς κλίνας, ἔστι δʼ ὅτε καὶ ἐξοικίζεσθαι πλεονασάντων· εἰ δὲ μὴ τὸ πολὺ τοῦ πλήθους ὑπὸ τῶν ὑδάτων διεφθείρετο, κἂν ἐρημωθῆναι τὴν χώραν.
因为内阿克斯对爬行动物的繁多及其毒性之强感到惊异;因为他说,在洪水期间,它们从平原逃往那些免于水淹的定居点,并塞满了房屋;正因为这个原因,人们把床造得很高,有时当它们过多时甚至不得不搬家;如果不是因为它们的大多数被水消灭,这个国家就会荒芜了。
καὶ τὴν μικρότητα δʼ αὐτῶν εἶναι χαλεπὴν καὶ τὴν ὑπερβολὴν τοῦ μεγέθους, τὴν μὲν διὰ τὸ δυσφύλακτον τὴν δὲ διʼ ἰσχύν, ὅπου καὶ ἑκκαιδεκαπήχεις ἐχίδνας ὁρᾶσθαι·
他说,它们的极小和极大都是棘手的,前者是因为难以防范,后者是因为其力量,以至于在那里甚至能见到十六肘长的蝰蛇。
ἐπῳδοὺς δὲ περιφοιτᾶν ἰᾶσθαι πεπιστευμένους, καὶ εἶναι σχεδόν τι μόνην ταύτην ἰατρικήν· μηδὲ γὰρ νόσους εἶναι πολλὰς διὰ τὴν λιτότητα τῆς διαίτης καὶ τὴν ἀοινίαν· εἰ δὲ γένοιντο, ἰᾶσθαι τοὺς σοφιστάς.
他还说,有咒术师四处巡回,人们相信他们能治愈伤者,而且这几乎是他们唯一的医术;因为由于他们饮食简单且不饮酒,疾病并不多;但如果生病,哲学家们就会予以治疗。
Ἀριστόβουλος δὲ τῶν θρυλουμένων μεγεθῶν οὐδὲν ἰδεῖν φησιν, ἔχιδναν δὲ μόνον ἐννέα πηχῶν καὶ σπιθαμῆς.
然而,阿里斯托布鲁斯说,他没有见过任何传闻中那样巨大的动物,只见过一条九肘一跨长的蝰蛇。
καὶ ἡμεῖς δʼ ἐν Αἰγύπτῳ κομισθεῖσαν ἐκεῖθεν τηλικαύτην πως εἴδομεν.
我们自己在埃及也见过一条从那里运来的差不多同样大小的蛇。
ἔχεις δὲ πολλούς φησι πολὺ ἐλάττους καὶ ἀσπίδας, σκορπίους δὲ μεγάλους.
他还说,有很多小得多的蝰蛇和眼镜蛇,以及大蝎子。
οὐδὲν δὲ τούτων οὕτως ὀχλεῖν ὡς τὰ λεπτὰ ὀφείδια οὐ μείζω σπιθαμιαίων· εὑρίσκεσθαι γὰρ ἐν σκηναῖς, ἐν σκεύεσιν, ἐν θριγγοῖς ἐγκεκρυμμένα·
但他说,这些都没有那些不超过一跨长的小细蛇那样折磨人;因为它们被发现藏在帐篷里、器皿里和墙缝里。
τοὺς δὲ πληγέντας αἱμορροεῖν ἐκ παντὸς πόρου μετὰ ἐπωδυνίας, ἔπειτα ἀποθνήσκειν, εἰ μὴ βοηθήσει τις εὐθύς· τὴν δὲ βοήθειαν ῥᾳδίαν εἶναι διὰ τὴν ἀρετὴν τῶν Ἰνδικῶν ῥιζῶν καὶ φαρμάκων.
被咬伤的人会痛苦地从每一个毛孔流血,然后死去,除非有人立即施救;但由于印度草根和药物的功效,施救是容易的。
κροκοδείλους τε οὔτε πολλοὺς οὔτε βλαπτικοὺς ἀνθρώπων ἐν τῷ Ἰνδῷ φησιν εὑρίσκεσθαι, καὶ τὰ ἄλλα δὲ ζῷα τὰ πλεῖστα τὰ αὐτὰ ἅπερ ἐν τῷ Νείλῳ γεννᾶσθαι πλὴν ἵππου ποταμίου· Ὀνησίκριτος δὲ καὶ τοῦτόν φησι γεννᾶσθαι.
他说,在印度河中,鳄鱼既不多,也不伤害人类,而且那里生长的其他大多数动物都与尼罗河中的相同,只有河马除外;尽管奥内西克里托斯说,那里也有河马。
τῶν δʼ ἐκ θαλάττης φησὶν ὁ Ἀριστόβουλος εἰς μὲν τὸν Νεῖλον ἀνατρέχειν μηδὲν ἔξω θρίσσης καὶ κεστρέως καὶ δελφῖνος διὰ τοὺς κροκοδείλους, ἐν δὲ τῷ Ἰνδῷ πλῆθος· τῶν δὲ καρίδων τὰς μὲν μικρὰς μέχρι * ὄρους ἀναθεῖν, τὰς δὲ μεγάλας μέχρι τῶν συμβολῶν τοῦ τε Ἰνδοῦ καὶ τοῦ Ἀκεσίνου.
关于海洋生物,阿里斯托布鲁斯说,因为有鳄鱼,除了鲱鱼、鲻鱼和海豚外,没有其他生物溯河进入尼罗河,但它们却大量涌入印度河;在虾类中,小的能一直向上游到【……】山,而大的能到印度河和阿克西内斯河的合流处。
περὶ μὲν οὖν τῶν θηρίων τοσαῦτα λέγεται· ἐπανιόντες δʼ ἐπὶ τὸν Μεγασθένη λέγωμεν τὰ ἑξῆς ὧν ἀπελίπομεν.
关于野兽就说这么多;现在让我们回到麦加斯梯尼,继续讲述我们留下的后续内容。
§15.1.46μετὰ γὰρ τοὺς θηρευτὰς καὶ τοὺς ποιμένας τέταρτόν φησιν εἶναι μέρος τοὺς ἐργαζομένους τὰς τέχνας καὶ τοὺς καπηλικοὺς καὶ οἷς ἀπὸ τοῦ σώματος ἡ ἐργασία·
在猎人和牧人之后,他说第四个阶层是那些从事手工业、零售业以及靠身体劳作的人。
ὧν οἱ μὲν φόρον τελοῦσι καὶ λειτουργίας παρέχονται τακτάς, τοῖς δʼ ὁπλοποιοῖς καὶ ναυπηγοῖς μισθοὶ καὶ τροφαὶ παρὰ βασιλέως ἔκκεινται· μόνῳ γὰρ ἐργάζονται·
在他们当中,一些人纳税并提供固定的劳役,而武器制造者和造船者则由国王提供工资和口粮;因为他们只为国王工作。
παρέχει δὲ τὰ μὲν ὅπλα τοῖς στρατιώταις ὁ στρατοφύλαξ, τὰς δὲ ναῦς μισθοῦ τοῖς πλέουσιν ὁ ναύαρχος καὶ τοῖς ἐμπόροις.
军事长官向士兵提供武器,海军将领则向航行者和商人出租船只。
§15.1.47πέμπτον ἐστὶ τὸ τῶν πολεμιστῶν, οἷς τὸν ἄλλον χρόνον ἐν σχολῇ καὶ πότοις ὁ βίος ἐστὶν ἐκ τοῦ βασιλικοῦ διαιτωμένοις, ὥστε τὰς ἐξόδους ὅταν ᾖ χρεία ταχέως ποιεῖσθαι, πλὴν τῶν σωμάτων μηδὲν ἄλλο κομίζοντας παρʼ ἑαυτῶν.
第五个是战士阶层,他们在其他时间里,生活在闲暇和饮酒中,由王室经费供养,因此当有需要时,他们能迅速出征,除了自己的身体之外,自己不携带任何其他东西。