§1Τίς ἡ τοῦ ἐμφύτου πνεύματος διαμονή, καὶ τίς ἡ αὔξησις;
什么是内在精气的维持,什么又是它的增长?
1 ὁρῶμεν γὰρ ὅτι πλέον καὶ ἰσχυρότερον γίνεται καὶ καθʼ ἡλικίας μεταβολὴν καὶ κατὰ διάθεσιν σώματος.
1 因为我们看到,随着年龄的变化和身体状况的不同,它变得更多也更强。
ἢ ὡς τἆλλα μέρη, προσγινομένου τινός;
或者就像其他部分一样,是通过某种东西的添加?
προσγίνεται δὲ τροφὴ τοῖς ἐμψύχοις, ὥστε ταύτην σκεπτέον ποία τε καὶ πόθεν.
而营养被添加到生物体中,因此必须考察这是一种怎样的营养,以及它来自何处。
δύο δὴ τρόποι διʼ ὧν γίνεται, ἢ διὰ τῆς ἀναπνοῆς, ἢ διὰ τῆς κατὰ τὴν τῆς τροφῆς προσφορὰν πέψεως, καθάπερ τοῖς ἄλλοις.
它产生的途径确有两个:要么通过呼吸,要么就像其他部分一样,通过在摄入食物过程中的消化。
τούτων ἴσως οὐχ ἧττον ἂν δόξειεν διὰ τῆς τροφῆς· σῶμα γὰρ ὑπὸ σώματος τρέφεται, τὸ δὲ πνεῦμα σῶμα.
在这些途径中,或许由食物产生的观点同样显得合理,因为物体是被物体滋养的,而精气也是一个物体。
τίς οὖν ὁ τρόπος;
那么其方式究竟是什么?
ἢ δῆλον ὡς ἐκ τῆς φλεβὸς ὁλκῇ τινι καὶ πέψει.
或者显然是通过某种吸引和消化从血管中获得的?
τὸ γὰρ αἷμα ἡ ἐσχάτη τροφὴ καὶ ἡ αὐτὴ πᾶσιν.
因为血液是最终的营养,并且对所有部分都是相同的。
ὥσπερ οὖν καὶ εἰς τὸ ἀγγεῖον αὐτοῦ καὶ εἰς τὸ περιεχόμενον λαμβάνει τροφὴν εἰς τὸ θερμόν.
因此,正如它将营养引入其容器以及所包含的物质中一样,它也将其引入热能中。
ἄγει δʼ ὁ ἀὴρ τὴν ἐνέργειαν ποιῶν, τήν τε πεπτικὴν αὐτὸς αὐτῷ προστιθεὶς αὔξει καὶ τρέφει.
而空气引发这一活动,并为其自身增加消化能力,从而使其增长并得到滋养。
οὐδὲν δʼ ἴσως ἄτοπον αὐτό γε τοῦτο, ἀλλὰ γενέσθαι τὸ πρῶτον ἐκ τῆς τροφῆς.
或许这件事情本身并无荒谬之处,但精气最初产生于食物这一点却值得商榷。
καθαρώτερον γὰρ ὃ τῇ ψυχῇ συμφυές, εἰ μὴ καὶ τὴν ψυχὴν ὕστερον λέγοι γίνεσθαι, διακρινομένων τῶν σπερμάτων καὶ εἰς φύσιν ἰόντων.
因为与灵魂同生的物质是更纯净的,除非有人会说灵魂也是后来产生的,即在胚芽分离并走向其自然状态之时。
εἴτε περίττωμα πάσης τροφῆς ἐστι, ποίᾳ διαπέμπεται τοῦτο;
或者如果它是所有食物的残渣,这又是通过什么途径排出的?
κατὰ μὲν γὰρ τὴν ἐκπνοὴν οὐκ εὔλογον· ἀντιλαμβάνει γὰρ εὐθύς.
因为通过呼气排出是不合常理的,因为它立即就会重新吸入。
λοιπὸν δὲ δῆλον ὅτι διὰ τῶν τῆς ἀρτηρίας πόρων.
那么,剩下的显然就是通过动脉的孔道了。
τὸ δʼ ἐκκρινόμενον ἤτοι λεπτότερον ἢ παχύτερον.
而排泄出的物质要么更稀薄,要么更浓稠。
ἀμφοτέρως δʼ ἄτοπον, εἰ τοῦτο πάντων ἔσται καθαρώτατον.
在这两种情况下都是荒谬的:如果这排泄物将是所有物质中最纯净的。
εἰ δὲ παχύτερον, ἔσονταί τινες πόροι μείζους.
但如果它是更浓稠的,那就必然存在某些更大的孔道。
εἰ δʼ ἄρα κατὰ τοὺς αὐτοὺς λαμβάνει καὶ ἐκπέμπει, τοῦτʼ αὐτὸ παράλογον καὶ ἄτοπον.
如果它竟是通过相同的孔道既吸收又排出,这本身就是反常而荒谬的。
ἡ μὲν οὖν ἐκ τῆς τροφῆς αὔξησις καὶ διαμονὴ σχεδὸν ταῦτα.
关于来自食物的增长和维持,大致就是这些。