§4.1Διὰ τί οἱ μεσόνεοι μάλιστα τὴν ναῦν κινοῦσιν;
为什么船中段的桨手最能使船移动?
Ἢ διότι ἡ κώπη μοχλός ἐστιν;
还是因为桨是杠杆?
Ὑπομόχλιον μὲν γὰρ ὁ σκαλμὸς γίνεται (μένει γὰρ δἡ τοῦτο), τὸ δὲ βάρος ἡ θάλαττα, ἢν ἀπωθεῖ ἡ κώπη· ὁ δὲ κινῶν τὸν μοχλὸν ὁ ναύτης ἐστίν.
因为桨销成了支点(因为这确实是固定不动的),而重量则是桨所推开的海水;移动杠杆的人则是水手。
§4.2Αεὶ δὲ πλέον βάρος κινεῖ, ὅσῳ ἄν πλέον ἀφεστήκῃ τοῦ ὑπομοχλίου ὁ κινῶν τὸ βάρος· μείζων γὰρ οὕτω γίνεται ἡ ἐκ τοῦ κέντρου, ὁ δὲ σκαλμὸς ὑπομόχλιον ὢν κέντρον ἐστίν.
而移动重量的人,离支点越远,总是能移动越多的重量;因为这样一来,从中心出发的半径就变得更大,而作为支点的桨销就是中心。
Ἐνμέση δὲ τῆ νηῒ πλεῖστον τῆς κώπης ἐντός ἐστιν· καὶ γὰρ ἡ ναῦς ταύτῃ εὐρυτάτη ἐστίν, ὥστε πλεῖον ἐπ’ἀμφότερα ἐνδέχεσθαι μέρος τῆς κώπης ἑκατέρου τοίχου ἐντὸς εἶναι τῆς νεώς.
而在船的中部,桨留在船内的部分最多;因为船在这一部分最宽,所以两边都可以让桨的更大一部分位于各船舷之内。
§4.3Κινεῖται μὲν οὖν ἡ ναῦς διὰ τὸ ἀπερειδομένης τῆς κώπης εἰς τὴν θάλασσαν τὸ ἄκρον τῆς κώπης τὸ ἐντὸς προϊέναι εἰς τὸ πρόσθεν, τὴν δὲ ναῦν προσδεδεμένην τῷ σκαλμῷ συμπροϊέναι, ᾖ τὸ ἄκρον τῆς κώπης.
因此船之所以移动,是因为当桨顶住海水时,桨的内端向前方推进,而船由于被系在桨销上,便随着桨端所向的方向一同推进。
§4.4Ἧι γὰρ πλείστην θάλασσαν διαιρεῖ ἡ κώπη, ταύτῃ ἀνάγκη μάλιστα προωθεῖσθαι· πλείστην δὲ διαιρεῖ ᾖ πλεῖστον μέρος ἀπὸ τοῦ σκαλμοῦ τῆς κώπης ἐστίν, Διὰ τοῦτο οἱ μεσόνεοι μάλιστα κινοῦσιν· μέγιστον γὰρ ἐν μέσῃ νηῒ τὸ ἀπὸ τοῦ σκαλμοῦ τῆς κώπης τὸ ἐντός ἐστιν.
因为在桨划开最多海水分开之处,它必然被推得最远;而当桨从桨销算起的部分最大时,它划开的海水最多。 因此,船中段的桨手能使船移动最多;因为在船的中部,桨从桨销到内侧的部分最大。