§1.1ΑΠΛΑ τῶν χρωμάτων ἐστὶν ὅσα τοῖς στοιχείοις συνακολουθεῖ, οἷον πυρὶ καὶ ἀέρι καὶ ὕδατι καὶ γῇ.
所谓单一的颜色,是那些伴随着元素——即火、空气、水和土——而存在的颜色。
Ἀὴρ μὲν γὰρ καὶ ὕδωρ καθ᾽ ἑαυτὰ τῇ φύσει λευκά, τὸ δὲ πῦρ καὶ ὁ ἥλιος ξανθά.
因为空气和水本身在自然上是白色的,而火和太阳是黄色的。
Καὶ ἡ γῇ δ᾽ ἐστὶ φύσει λευκή, παρὰ δὲ τὴν βαφὴν πολύχρους φαίνεται.
土在自然上也是白色的,但由于染色的关系,它显得色彩斑斓。
§1.2Δῆλον δ᾽ ἐπὶ τῆς τέφρας τοῦτ᾽ ἐστίν· ἐκκαυθέντος γὰρ τοῦ τὴν βαφὴν πεποιηκότος ὑγροῦ λευκὴ γίνεται, οὐ παντελῶς δὲ δᾶ τὸ τῷ καπνῷ βεβάφθαι μέλανι ὄντι.
这在灰烬上是很明显的;因为当产生染色的水分被烧尽时,它就变成白色,但由于被黑色的烟所染色,它并不是完全变白。
Διὸ καὶ ἡ κονία ξανθὴ γίνεται, τοῦ φλογοειδοῦς καὶ μέλανος ἐπιχρώζοντος τὸ ὕδωρ.
因此,灰汁也变成黄色,因为火红的和黑色的成分给水染上了颜色。
§1.3Τὸ δὲ μέλαν χρῶμα συνακολουθεῖ τοῖς στοιχείοις εἰς ἄλληλα μεταβαλλόντων.
而黑色这一颜色,是在元素互相转化时伴随着它们而产生的。
Τὰ δ᾽ ἄλλα ἐκ τούτων εὐσύνοπτα τῇ μίξει κεραννυμένων ἀλλήλοις γίνεται.
其他颜色则是从这些颜色中,通过它们互相混合而显而易见地产生的。
Τὸ δὲ σκότος ἐκλείποντος τοῦ φωτὸς γίνεται.
而黑暗则是由于光线的缺失而产生的。
Τριχῶς γὰρ τὸ μέλαν ἡμῖν φαίνεται.
因为黑色对我们来说有三种呈现方式。
§1.4῍Η γὰρ ὅλως τὸ μὴ ὁρώμενόν ἐστι τῇ φύσει μέλαν (ἁπάντων γὰρ τῶν τοιούτων ἀνακλᾶταί τι φῶς μέλαν), ἢ ἀφ᾽ ὦν μηδὲν ὅλως φέρεται φῶς πρὸς τὰς ὄψεις· τὸ γὰρ μὴ ὁρώμενον, ὅταν ὁ περιέχων τόπος ὁρᾶται, φαντασίαν ποιεῖ μέλανος.
因为要么是那完全不被看见的东西在自然上是黑色的(因为从所有这类东西中反射出来的都是某种黑色的光),要么是那完全没有光线传达到我们视线的东西;因为当周围的地方被看见时,不被看见的东西就会产生黑色的表象。
Φαίνεται δὲ καὶ τὰ τοιαῦτα ἡμῖν ἅπαντα μέλανα, ἀφ᾽ ὅσων ἀραιὸν καὶ ὀλίγον ἰσχυρῶς ἀνακλᾶται τὸ φῶς.
同样地,所有那些光线反射得既稀疏又微弱、并不强烈的东西,在我们看来也都是黑色的。
§1.5Διὸ καὶ αἱ σκιαὶ φαίνονται μέλαιναι.
因此阴影也显得是黑色的。
Ὀμοίως δὲ καὶ τὸ ὕδωρ, ὅταν τραχυνθῇ, καθάπερ ἡ τῆς θαλάττης φρίκη· διὰ γὰρ τὴν τραχύτητα τῆς ἐπιφανείας ὀλίγων τῶν αὐγῶν προσπιπτουράμουσῶν καὶ διασπωμένου τοῦ φωτός, τὸ σκιερὸν μέλαν φαίνεται.
同样,水在变粗糙时,就像海面的波纹一样;因为由于表面粗糙,落下的光线极少且光线发生散射,阴暗的部分便显得是黑色的。
Καὶ τὸ νέφος, ὅταν ᾖ πυκνὸν ἰσχυρῶς, διὰ τοῦτο.
云在非常浓密时也是如此,因为这个原因。
§1.6Κατὰ τὰ αὐτὰ δὲ τούτοις καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ, ὅταν ᾖ μὴ παντελῶς διαδῦνον τὸ φῶς.
与这些情况相同,水和空气在光线不能完全透过时也是如此。
Καὶ γὰρ ταῦτα εἶναι δοκεῖ μέλανα, βάθος ἔχοντα, διὰ τὸ παντελῶς ἀραιὰς ἀνακλᾶσθαι τὰς ἀκτῖνας· τὰ γὰρ μεταξὺ μόρια τοῦ φωτὸς αὐτῶν ἅπαντα εἶναι δοκεῖ μέλανα διὰ τὸ σκότος,
因为这些东西在具有深度时,也显得是黑色的,这是因为光线反射得极其稀疏;因为由于黑暗,它们的整个光线中间部分都显得是黑色的。
§1.7Ὄτι δὲ τὸ σκότος οὐ χρῶμα ἀλλὰ στέρησίς ἐστι φωτός, οὐ χαλεπὸν ἐξ ἄλλων τε πολλῶν καταμαθεῖν, καὶ μάλστα ἐκ τοῦ μηδὲ αἰσθητὸν εἶναι τὸ πηλίκον καὶ ποῖόν τι τῷ σχήματι τετύχηκεν ὂν τὸ σκότος, καθάπερ ἐπὶ τῶν ἄλλων ὁρατῶν.
黑暗不是颜色而是光线的匮乏,这不仅从许多其他事情中不难得知,尤其是从这一事实中得知:我们甚至无法感知黑暗有多大,或者它的形状是什么样的,不像对待其他可见之物那样。
§1.8Τὸ δὲ φῶς ὅτι πυρός ἐστι χρῶμα, δῆλον ἐκ τοῦ μηδεμίαν ἄλλην ἢ ταύτην ἔχον εὑρίσκεσθαι χρόαν, καὶ διὰ τὸ μόνον τοῦτο δι᾽ ἑαυτοῦ ὁρατὸν γίνεσθαι, τὰ δ᾽ ἄλλα διὰ τούτου.
光是火的颜色,这显而易见,因为光被发现除了这种颜色外没有其他颜色,而且因为只有这东西能通过自身被看见,而其他东西则是通过它被看见。
Ἐπισκεπτέον δὲ τοῦτο, Ἐνια γὰρ οὐκ ὄντα πῦρ οὐδὲ πυρὸς εἴδη τὴν φύσιν φῶς ποιεῖν φαίνεται.
但这必须予以考察,因为某些既不是火、在自然上也不属于火之种类的东西,似乎也能产生光。
§1.9Εἰ μὴ ἄρα τὸ μὲν τοῦ πυρὸς χρῶμα φῶς ἐστίν, οὐ μέντοι καὶ τὸ φῶς πυρός ἐστι χρῶμα μόνου, ἀλλ᾽ ἐνδέχεται μὴ μόνῳ μὲν ὑπάρχειν τῷ πυρὶ τὴν χρόαν ταύτην, εἶναι μέντοι χρῶμα τὸ φῶς αὐτοῦ.
除非是这样:虽然火的颜色是光,但光并不是唯独火才有的颜色,而是有可能这种颜色不仅属于火,而光确实是它的颜色。
Οὐδενὶ γοῦν ἄλλῳ τὴν ὅρασιν αὐτοῦ συμβαίνει γίνεσθαι πλὴν τῷ φωτί, καθάπερ καὶ τὴν τῶν ἄλλων σωμάτων ἁπάντων τῇ τοῦ σώματος φαντασίᾳ.
无论如何,火的视觉(或光本身的视觉)除了通过光以外,不可能通过任何其他东西产生,就像所有其他物体的视觉都是通过物体的显现而产生的一样。
§1.10Τὸ δὲ μέλαν χρῶμα συμβαίνει γίνεσθαι, ὅταν ὁ ἀὴρ καὶ τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς διακαυθῇ, διὸ καὶ πάντα τὰ καόμενα μελαίνεται, καθάπερ ξύλα καὶ ἄνθρακες σβεσθέντος τοῦ πυρός, καὶ ὁ ἐκ τοῦ κεράμου καπνὸς ἐκκρινομένου τοῦ ἐνυπάρχοντος ἐν τῷ κεράμῳ ὑγροῦ καὶ καομένου.
黑色这一颜色,是在空气和水被火烧尽时产生的,因此所有被烧的东西都会变黑,就像木材和木炭在火熄灭时一样,以及陶器中的水分被分离并烧毁时从陶器中排出的烟一样。
§1.11Διὸ καὶ τοῦ καπνοῦ γίνεται μελάνπὸντατος ὁ ἀπὸ τῶν πιόνων καὶ λιπαρῶν, οἷον ἐλαίου καὶ πίττης καὶ δᾳδός, διὰ τὸ μάλιστα ταῦτα κάεσθαι καὶ συνέχειαν ποιεῖν.
因此,从多脂和油腻的物质(如油、沥青和松木)中产生的烟,其颜色最为黑暗,因为这些物质燃烧得最充分,并产生连续的烟。
Μέλανα δὲ καὶ ταῦτα γίνεται, δι᾽ ὅσων ῥεῖ τὸ ὕδωρ, ὅταν βρυωθέντων πρῶτον ἀναξηρανθῇ τὸ ὑγρόν, καθάπερ καὶ τὰ ἐν τοῖς τοίχοις κονιάματα.
这些地方也变黑:有水流过的地方,当它们首先长满苔藓然后水分干涸时,就像墙上的灰泥一样。
§1.12Ὁμοίως δὲ καὶ οἱ καθ᾽ ὕδατος λίθοι· καὶ γὰρ οὗτοι βρυωθέντες, ὕστερον ἀποξηραινόμενοι τῷ χρώματι γίνονται μέλανες.
同样地,水下的石头也是如此;因为这些石头在长满苔藓、随后被晒干后,在颜色上也会变黑。
Τὰ μὲν οὖν ἁπλᾶ τῶν χρωμάτων ταῦτα καὶ τοσαῦτά ἐστιν.
那么,单一的颜色就是这些,其数量也就是这么多。