Humanitext Reader

亚里士多德 · 前分析篇 §1.1.1

前提、词项与三段论的定义

第 1 段,共 123 段 · 希腊语

内容简介

作为《前分析篇》的开篇,本章确立了关于证明和证明科学的研究目标,并界定了前提、项、三段论(完全与不完全)以及全称/特称述定等基本逻辑概念。

§1.1.1## ΑΝΑΛΥΤΙΚΩΝ ΠΡΟΤΕΡΩΝ Α. Πρῶτον εἰπεῖν περὶ τί καὶ τίνος ἐστὶν ἡ σκέψις, ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμης ἀποδεικτικῆς·
## 前分析篇卷一首先,阐明本研究所关涉的对象及其所属:即关于证明和证明的科学。
εἶτα διορίσαι τί ἐστι πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός, καὶ ποῖος τέλειος καὶ ποῖος ἀτελής, μετὰ δὲ ταῦτα τί τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι τόδε τῷδε, καὶ τί λέγομεν τὸ κατὰ παντὸς ἢ μηδενὸς κατηγορεῖσθαι.
其次,界定什么是前提,什么是词项,什么是三段论,以及什么样的三段论是完全的,什么样的不完全;在此之后,界定此物在彼物之整体中存在或不存在是什么意思,以及我们所说的“对一切进行述定”或“对任何都不进行述定”是什么意思。
Πρότασις μὲν οὖν ἐστὶ λόγος καταφατικὸς ἢ ἀποφατικός τινος κατά τινος· οὗτος δὲ ἢ καθόλου ἢ ἐν μέρει ἢ ἀδιόριστος.
那么,前提就是肯定或否定某物属于某物的言明;它或者是全称的,或者是特称的,或者是未定称的。
λέγω δὲ καθόλου μὲν τὸ παντὶ ἢ μηδενὶ ὑπάρχειν, ἐν μέρει δὲ τὸ τινὶ ἢ μὴ τινὶ ἢ μὴ παντὶ ὑπάρχειν, ἀδιόριστον δὲ τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἄνευ τοῦ καθόλου ἢ κατὰ μέρος, οἷον τὸ τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην ἢ τὸ τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν.
我所说的全称,是指属于一切或不属于任何;特称是指属于某些,或不属于某些,或不属于一切;未定称是指属于或不属于,而没有指明是全称还是特称,例如关于相反者具有同一门科学,或者快乐不是善。
διαφέρει δὲ ἡ ἀποδεικτικὴ πρότασις τῆς διαλεκτικῆς, ὅτι ἡ μὲν ἀποδεικτικὴ λῆψις θατέρου μορίου τῆς ἀντιφάσεώς ἐστιν (οὐ γὰρ ἐρωτᾷ ἀλλὰ λαμβάνει ὁ ἀποδεικνύων), ἡ δὲ διαλεκτικὴ ἐρώτησις ἀντιφάσεώς ἐστιν.
然而,证明的前提与辩证的前提不同:因为证明的前提是接纳矛盾双方中的一方(因为进行证明的人不提问,而是直接设定),而辩证的前提是对矛盾双方的提问。
οὐδὲν δὲ διοίσει πρὸς τὸ γενέσθαι τὸν ἑκατέρου συλλογισμόν· καὶ γὰρ ὁ ἀποδεικνύων καὶ ὁ ἐρωτῶν συλλογίζεται λαβών τι κατά τινος· ὑπάρχειν ἢ μὴ ὑπάρχειν.
但这对于两者的三段论的产生并无影响;因为进行证明的人和提问的人都是在设定某物属于或不属于某物之后进行推论的。
ὥστε ἔσται συλλογιστικὴ μὲν πρότασις ἁπλῶς κατάφασις ἢ ἀπόφασίς τινος κατά τινος τὸν εἰρημένον τρόπον, ἀποδεικτικὴ δέ, ἐὰν ἀληθὴς ᾖ καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη, διαλεκτικὴ δὲ πυνθανομένῳ μὲν ἐρώτησις ἀντιφάσεως, συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου, καθάπερ ἐν τοῖς Τοπικοῖς εἴρηται.
因此,一般而言,推理的前提就是在上述方式下,肯定或否定某物属于某物;但是,如果是证明的前提,它必须是真实的,并且是通过最初的假设获得的;如果是辩证的前提,对于提问者而言是对矛盾的提问,对于推论者而言则是对接纳显而易见且公认之意见的设定,正如在《论题篇》中已经说过的。
τί μὲν οὖν ἐστὶ πρότασις, καὶ τί διαφέρει συλλογιστικὴ καὶ ἀποδεικτικὴ καὶ διαλεκτική, διʼ ἀκριβείας μὲν ἐν τοῖς ἑπομένοις ῥηθήσεται, πρὸς δὲ τὴν παροῦσαν χρείαν ἱκανῶς ἡμῖν διωρίσθω τὰ νῦν.
那么,前提是什么,以及推理前提、证明前提和辩证前提有何不同,在接下来的内容中将予以精确说明,但就目前的需要而言,目前的界定已经足够了。
Ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις, οἷον τό τε κατηγορούμενον καὶ τὸ καθʼ οὗ κατηγορεῖται, προστιθεμένου ἢ τοῦ εἶναι ἢ μὴ εἶναι.
我所谓的“项”,是指前提可分解成的成分,例如述题以及它所述定的主题,不论是加上“是”还是“不是”。
συλλογισμὸς δέ ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι.
而三段论是一种言明,其中设定了某些事物之后,因其如此,便必然产生出与所设定者不同的其他事物。
λέγω δὲ τῷ ταῦτα εἶναι τὸ διὰ ταῦτα συμβαίνειν, τὸ δὲ διὰ ταῦτα συμβαίνειν τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον.
我所说的“因其如此”,是指“由于它们而产生”;而我所说的“由于它们而产生”,是指不需要任何外部的项,即可使必然的结论产生。
τέλειον μὲν οὖν καλῶ συλλογισμὸν τὸν μηδενὸς ἄλλου προσδεόμενον παρά τὰ εἰλημμένα πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, ἀτελῆ δὲ τὸν προσδεόμενον ἢ ἑνὸς ἢ πλειόνων, ἃ ἔστι μὲν ἀναγκαῖα διὰ τῶν ὑποκειμένων ὅρων, οὐ μὴν εἴληπται διὰ προτάσεων.
因此,我把那些除了已经设定的项之外,不需要任何其他东西就能使必然结论显现出来的三段论称为“完全的”;而把那些需要一个或多个额外项的三段论称为“不完全的”,这些项虽然通过已设定的项是必然的,但并没有在前提中直接给出。
τὸ δὲ ἐν ὅλῳ εἶναι ἕτερον ἑτέρῳ καὶ τὸ κατὰ παντός κατηγορεῖσθαι θατέρου θάτερον ταὐτόν ἐστιν.
一物在另一物之整体中,与一物对另一物之一切进行述定,是同一回事。
λέγομεν δὲ τὸ κατὰ παντὸς κατηγορεῖσθαι ὅταν μηδὲν ᾖ λαβεῖν καθʼ οὗ θάτερον οὐ λεχθήσεται· καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως.
而我们所说的“对一切进行述定”,是指无法找到任何一个属于主项的对象,而使另一物(谓项)不能对其进行述说;对于“对任何都不进行述定”也是同样。

词汇与语法注释

  1. 24aΠρῶτον εἰπεῖν — 动词不定式 εἰπεῖν 和 διορίσαι 在此处独立使用,没有伴随主动词(属于祈使性或绝对不定式),用以说明作者的意图或在探究中应当完成的任务。
  2. 24bτῷ ταῦτα εἶναι — 带冠词不定式的与格(表示手段或原因),ταῦτα 为其逻辑主语。意为“因其如此”,在三段论的定义中,表明结论是由前提的存在本身必然推导出来的逻辑关联。
  3. 24bἃ ἔστι μὲν ἀναγκαῖα διὰ τῶν ὑποκειμένων ὅρων — 关系代词 ἃ 的先行词是在不完全三段论中需要补充的“一个或多个事物”(ἑνὸς ἢ πλειόνων)。这些事物通过已给出的项在逻辑上是必然的(ἀναγκαῖα),但 grief 并没有在前提中被明确给出。

引用这一段

亚里士多德, 前分析篇 §1.1.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg001.humanitext-grc2:1.1.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。