§1## ΔΙΟΝΥΣΙΟΥ ΒΥΖΑΝΤΙΟΥ ΑΝΑΠΛΟΥΣ ΒΟΣΠΟΡΟΥ
Εἰ μόνην συνέβαινε τοῖς ἀναπλέουσιν εἰς τὸν Εὔξεινον Πόντον καὶ τὸ καλούμενον αὑτοῦ Στόμα τερπνὴν ἅμα καὶ θαυμαστὴν εἶναι τὴν ὄψιν, δυσχερὴς ἂν ἦν ἄλλως ἐπὶ τοῖς ὁρωμένοις ὁ λόγος·
拜占庭的狄奥尼修斯《博斯普鲁斯航海记》如果对于航行进入厄克辛海(黑海)及其所谓的“海口”的人们来说,那里的景象仅仅是同时令人愉快和惊叹的话,那么关于所见之物的记述原本会是多余而困难的。
ἀπείργαστο γὰρ δὴ τὸ σύμπαν ὑπὸ τῆς ὄψεως ἀξιοθαύμαστον ἑαυτὴν παρεχομένης κατά τε ἐγγύτητα καὶ στενοχωρίαν τοῦ πορθμοῦ καὶ τὴν δι᾿ ὀλίγου τῆς θαλάττης πρὸς ἀμφοτέραν τὴν ἤπειρον ἐπιμιξίαν καὶ τὴν ἀγχιβαθῆ κόλπων καὶ λιμένων ἀνάχυσιν, ὑφ᾿ ὧν οὐχ ἧττον εὔθηρός ἐστιν ἢ σκεπανή, τοῦ ῥεύματος τὸ μὲν πλέον κατιόντος, ἔστι δὲ ὅτε κατ᾿ ἐπικράτειαν ἀναστρέφοντος, εἰσιόντων τε τῶν ἀκρωτηρίων τὴν παραγωγὴν παῤ ἀλλήλων ἀναπτυσσομένων καὶ ἐκ τῆς κατ᾿ εὐθὺ πορίας ἀναλυόντων τοῦ ῥεύματος τὴν βίαν·
因为,由于海峡的临近与狭窄、海水在极短距离内与两块大陆的交汇,以及湾和港口向深处的延伸,整个地方都通过展现其自身景象而被塑造成了值得惊叹的样子。 由于这些湾和港口,海峡不仅是丰饶的渔场,也是避风的港湾;此时潮流大部分在下行,但有时在主导力量的作用下会发生倒流,并且随着突出的岬角彼此交错延伸,从而使潮流从直行的路线中减缓了势头。
ἐπεὶ δὲ οὐκ ἐλάττω παρέχεται τῆς ὄψεως τὴν ἀκρόασιν, ἀναγκαῖον ἔδοξέ μοι συγγράψαι περὶ τούτων, ὡς τοῖς μὲν ἰδοῦσι μηδὲν ἐνδέοι τῆς ὁλοκλήρου καὶ τελειοτάτης ἱστορίας, οἱ δὲ μὴ θεασάμενοι τὸ γοῦν ἀκηκοέναι περὶ αὐτῶν ἔχοιεν.
然而,由于该地区所提供的听闻并不亚于其所提供的景象,因此在我看来,撰写关于这些事物的记录是必要的,以便使那些已经见过的人在完整且最完美的历史中不致有所缺失,而使那些未曾亲眼目睹的人至少也能有所听闻。
Ἀρχὴ δὲ αὑτὴ τοῦ τε λόγου καὶ τῆς τῶν χωρίων φύσεως πέλαγός ἐστιν ὁ Πόντος ὁ Εὔξεινος μεγέθει τῶν ἄλλων πλεῖστον, ὅσα μὴ πρὸς τὴν ἔξω θάλασσαν ἰσώσασθαι.
本篇记述以及该地区自然地理的起点是厄克辛海,就其面积而言,除那些可与外海相媲美的海域之外,它是所有其他海域中最大的。
Μόνη δὲ ὑπὲρ αὐτὸν ἀνακέχυται λίμνη Μαιῶτις, ἣν μητέρα καὶ τροφὸν τοῦ Πόντου κατεφήμισε λόγος ἐκ παλαιᾶς μνήμης παραδεδομένος.
在这片海的上方,仅有梅奥蒂斯湖展开,从古老记忆中传下来的传说将其称为黑海的母亲和养育者。
Ταύτης τὸ μὲν περίμετρόν ἐστι δισχιλίων σταδίων, τὸ δὲ πέρας ποταμὸς ὁ Τάναϊς, ὅρος τῶν δυεῖν ἠπείρων.
该湖的周长为两千斯塔迪翁,其尽头是塔奈斯河,即两块大陆的边界。