§1## Ἀρριανὸς Λουκίῳ Γελλίῳ χαίρειν.
## 阿利安致路奇乌斯·盖利乌斯,问候。
Οὔτε συνέγραψα ἐγὼ τοὺς Ἐπικτήτου λόγους οὕτως ὅπως ἄν τις συγγράψειε τὰ τοιαῦτα οὔτε ἐξήνεγκα εἰς ἀνθρώπους αὐτός, ὅς γε οὐδὲ συγγράψαι φημι.
我并没有像人们撰写此类著作那样,去编撰爱比克泰德的言论,也未曾亲自将它们公诸于世,因为我甚至不认为自己撰写了它们。
§2ὅσα δὲ ἤκουον αὐτοῦ λέγοντος, ταῦτα αὐτὰ ἐπειράθην αὐτοῖς ὀνόμασιν ὡς οἷόν τε ἦν γραψάμενος ὑπομνήματα εἰς ὕστερον ἐμαυτῷ διαφυλάξαι τῆς ἐκείνου διανοίας καὶ παρρησίας.
但是,凡是我听他所说的话,我都尽力用原话记录下来,作为备忘录为自己保留,以备日后保存他的思想与直言不讳。
§3ἔστι δὴ τοιαῦτα ὥσπερ εἰκὸς ὁποῖα ἄν τις αὐτόθεν ὁρμηθεὶς εἴποι πρὸς ἕτερον, οὐχ ὁποῖα ἂν ἐπὶ τῷ ὕστερον ἐντυγχάνειν τινὰς αὐτοῖς συγγράφοι.
事实上,这些话正如人们凭一时的冲动对他人所说的那样,而不是为了让别人日后阅读而撰写的。
τοιαῦτα δʼ ὄντα οὐκ οἴδα ὅπως οὔτε ἑκόντος ἐμοῦ οὔτε εἰδότος ἐξέπεσεν εἰς ἀνθρώπους.
尽管它们是这样的性质,我却不知为何,既非我愿,也非我知,它们竟流传到了世人手中。
§5ἀλλʼ ἐμοί γε οὐ πολὑς λόγος, εἰ οὐχ ἴκανὸς φανοῦμαι συγγράφειν, Ἐπικτήτῳ τε οὐδʼ ὀλίγος, εἰ καταφρονήσει τις αὐτοῦ τῶν λόγων, ἐπεὶ καὶ λέγων αὐτοὺς οὐδενὸς ἄλλου δῆλος ἦν ἐφιέμενος ὅτι μὴ κινῆσαι τὰς γνώμας τῶν ἀκουόντων πρὸς τὰ βέλτιστα.
但是,对我来说,即使我显得没有足够的能力来撰写,也没有什么大不了的;对爱比克泰德来说,即使有人蔑视他的言论,也完全无所谓,因为当他述说这些话时,显然除了将听者的心灵引向至善之外,没有其他的希冀。
§6εἰ μὲν δὴ τοῦτό γε αὐτὸ διαπράττοιντο οἶ λόγοι οὗτοι, ἔχοι‹εν› ἂν οἶμαι ὅπερ χρὴ ἔχειν τοὺς τῶν φιλοσόφων λόγους·
如果这些言论实际上确实达到了这个目的,我想,它们就拥有了哲学家的言论所应当拥有的东西。
§7εἰ δὲ μή, ἀλλʼ ἐκεῖνο ἴστωσαν οἱ ἐντυγχάνοντες ὅτι, αὐτὸς ὁπότε ἔλεγεν αὐτούς, ἀνάγκη ἦν τοῦτο πάσχειν τὸν ἀκροώμενον αὐτῶν ὅπερ ἐκεῖνος αὐτὸν παθεῖν ήβούλετο.
否则,读者们应当知道:当他亲自述说这些话时,听者必然会感受到他希望他们感受到的一切。
§8εἰ δʼ οἱ λόγοι αὐτοὶ ἐφʼ αὐτῶν τοῦτο οὐ διαπράτ τονται, τυχὸν μὲν ἐγὼ αἴτιος, τυχὸν δὲ καὶ ἀνάγκη οὕ τως ἔχειν.
但是,如果这些言论本身并不能达到这一点,也许是我的责任,也许这是必然如此。
ἔρρωσο.
祝安好。