Humanitext Reader

琉善 · 琥珀或天鹅 §1-6

埃里达诺斯河神话的虚构与对听众的告诫

第 1 段,共 1 段 · 希腊语

内容简介

叙事者因坚信关于埃里达诺斯河琥珀与天鹅的神话而亲临其境,却从当地水手口中得知这纯属子虚乌有。他为自己轻信诗人的愚蠢感到羞愧,并预先警告听众不要对自己的演说抱有不切实际的高期望。

§1Ἠλέκτρου πέρι καὶ ὑμᾶς δηλαδὴ ὁ μῦθος πέπεικεν, αἰγείρους ἐπὶ τῷ Ἠριδανῷ ποταμῷ δακρύειν αὐτὸ θρηνούσας τὸν Φαέθοντα, καὶ ἀδελφάς γε εἶναι τὰς αἰγείρους ἐκείνας τοῦ Φαέθοντος, εἶτα ὀδυρομένας τὸ μειράκιον ἀλλαγῆναι ἐς τὰ δένδρα, καὶ ἀποστάζειν ἔτι αὐτῶν δάκρυον δῆθεν τὸ ἤλεκτρον.
关于琥珀,你们显然也一定被那个神话所说服了:在埃里达诺斯河畔,黑杨树为法厄同哀哭悼念,而且那些黑杨树正是法厄同的姐妹,她们因哀悼那个青年而变成了树木,至今从她们身上滴下的泪水便是所谓的琥珀。
τοιαῦτα γὰρ ἀμέλει καὶ αὐτὸς ἀκούων τῶν ποιητῶν ᾀδόντων ἤλπιζον, εἴ ποτε γενοίμην ἐπὶ τῷ Ἠριδανῷ, ὑπελθὼν μίαν τῶν αἰγείρων ἐκπετάσας τὸ προκόλπιον ὑποδέξεσθαι τῶν δακρύων ὀλίγα, ὡς ἤλεκτρον ἔχοιμι.
因为确实,我自己听着诗人们这样歌唱,也曾希望如果有一天我能到达埃里达诺斯河,我就走到一棵黑杨树下,展开衣襟,接住几滴她们的泪水,以便拥有琥珀。
§2καὶ δὴ οὐ πρὸ πολλοῦ κατʼ ἄλλο μέν τι χρέος, ἧκον δὲ ὅμως ἐς τὰ χωρία ἐκεῖνα, καὶ — ἔδει γὰρ ἀναπλεῖν κατὰ τὸν Ἠριδανόν — οὔτʼ αἰγείρους εἶδον πάνυ περισκοπῶν οὔτε τὸ ἤλεκτρον, ἀλλʼ οὐδὲ τοὔνομα τοῦ Φαέθοντος ᾔδεσαν οἱ ἐπιχώριοι.
就在不久前,我因其他事务而到了那一带,而且——因为必须沿着埃里达诺斯河逆流而上——我四处张望,却既没有看见黑杨树,也没有看见琥珀,甚至当地的居民连法厄同的名字都不知道。
ἀναζητοῦντος γοῦν ἐμοῦ καὶ διαπυνθανομένου, πότε δὴ ἐπὶ τὰς αἰγείρους ἀφιξόμεθα τὰς τὸ ἤλεκτρον, ἐγέλων οἱ ναῦται καὶ ἠξίουν σαφέστερον λέγειν ὅ τι καὶ θέλοιμι· κἀγὼ τὸν μῦθον διηγούμην αὐτοῖς, Φαέθοντα γενέσθαι Ἡλίου παῖδα, καὶ τοῦτον ἐς ἡλικίαν ἐλθόντα αἰτῆσαι παρὰ τοῦ πατρὸς ἐλάσαι τὸ ἅρμα, ὡς ποιήσειε καὶ αὐτὸς μίαν ἡμέραν, τὸν δὲ δοῦναι, τὸν δὲ ἀπολέσθαι ἐκδιφρευθέντα, καὶ τὰς ἀδελφὰς αὐτοῦ πενθούσας ἐνταῦθά που, ἔφην, παρʼ ὑμῖν, ἵναπερ καὶ κατέπεσεν, ἐπὶ τῷ Ἠριδανῷ, αἰγείρους γενέσθαι καὶ δακρύειν ἔτι ἐπʼ αὐτῷ τὸ ἤλεκτρον.
因此,当我寻找并打听我们什么时候才能到达流出琥珀的黑杨树那里时,水手们笑了起来,要求我把到底想要什么说得更明白些;于是我向他们讲述了那个神话:法厄同是太阳神之子,他长大后向父亲请求驾驭战车,以便他自己也能运行一天,父亲允诺了,但他却因翻车而丧命,而他的姐妹们哀悼他,“大概就在你们这里的某个地方,”我说,“也就是他坠落的地方,在埃里达诺斯河畔,”变成了黑杨树,至今还在为他流着琥珀的眼泪。
§3τίς ταῦτά σοι, ἔφασκον, διηγήσατο ἀπατεὼν καὶ ψευδολόγος ἄνθρωπος;
“是谁给你讲这些话的,”他们说,“是哪个骗子和说谎的家伙?
ἡμεῖς δὲ οὔτε ἡνίοχον τινα ἐκπίπτοντα εἴδομεν οὔτε τὰς αἰγείρους ἃς φὴς ἔχομεν.
我们既没有见过什么掉下来的车夫,也没有你所说的黑杨树。
εἰ δὲ ἦν τι τοιοῦτον, οἴει ἡμᾶς δυοῖν ὀβολοῖν ἕνεκα ἐρέττειν ἂν ἢ ἕλκειν τὰ πλοῖα πρὸς ἐναντίον τὸ ὕδωρ, οἷς ἐξῆν πλουτεῖν ἀναλέγοντας τῶν αἰγείρων τὰ δάκρυα;
如果真有这样的事,你以为我们会为了两个奥博尔而在逆流中划桨或拉船吗? 我们明明可以通过收集黑杨树的眼泪来致富。
τοῦτο λεχθὲν οὐ μετρίως μου καθίκετο, καὶ ἐσιώπησα αἰσχυνθείς, ὅτι παιδίου τινος ὡς ἀληθῶς ἔργον ἐπεπόνθειν πιστεύσας τοῖς ποιηταῖς ἀπίθανα οὕτως ψευδομένοις, ὡς μηδὲν ὑγιὲς ἀρέσκεσθαι αὐτοῖς.
”这话对我的打击不轻,我羞愧得沉默不语,因为我真的像个孩子一样,居然相信了诗人们如此不可信的谎言,以至于对他们那些毫无健全可言的话感到满意。
μιᾶς μὲν δὴ ταύτης ἐλπίδος οὐ μικρᾶς ἐψευσμένος ἠνιώμην καθάπερ ἐκ τῶν χειρῶν τὸ ἤλεκτρον ἀπολωλεκώς, ὅς γε ἤδη ἀνέπλαττον ὅσα καὶ οἷα χρήσομαι αὐτῷ.
在这一个不小的希望破灭之后,我感到无比懊恼,仿佛琥珀从我手中失落了一般,因为我已经在幻想该如何使用它、用它来做些什么了。
§4ἐκεῖνο δὲ καὶ πάνυ ἀληθὲς ᾤμην εὑρήσειν παρʼ αὐτοῖς, κύκνους πολλοὺς ᾄδοντας ἐπὶ ταῖς ὄχθαις τοῦ ποταμοῦ.
但我曾以为另一件事在他们那里绝对是真的:许多天鹅在河岸上歌唱。
καὶ αὖθις ἠρώτων τοὺς ναύτας — ἀνεπλέομεν γὰρ ἔτι — ἀλλʼ οἵ γε κύκνοι πηνίκα ὑμῖν τὸ λιγυρὸν ἐκεῖνο ᾄδουσιν ἐφεστῶτες τῷ ποταμῷ ἔνθεν καὶ ἔνθεν;
于是我再次询问水手们——因为我们仍在逆流而上——“但是那些天鹅什么时候会在河的两岸为你们唱起那清脆的歌呢?
φασὶ γοῦν Ἀπόλλωνος παρέδρους αὐτοὺς ὄντας, ᾠδικοὺς ἀνθρώπους, ἐνταῦθά που ἐς τὰ ὄρνεα μεταπεσεῖν καὶ διὰ τοῦτο ᾄδειν ἔτι οὐκ ἐκλαθομένους τῆς μουσικῆς.
人们说,它们曾是阿波罗的侍从,是喜爱歌唱的人,就在这里的某个地方变成了鸟类,因此它们至今还在歌唱,没有忘记音乐。
§5οἱ δὲ σὺν γέλωτι, Σύ, ἔφησαν, ὦ ἄνθρωπε, οὐ παύσῃ τήμερον καταψευδόμενος τῆς χώρας ἡμῶν καὶ τοῦ ποταμοῦ;
” 他们笑着说:“老兄,你今天难道不打算停止对我们的土地和河流说谎吗?
ἡμεῖς δὲ ἀεὶ πλέοντες καὶ ἐκ παίδων σχεδὸν ἐργαζόμενοι ἐν τῷ Ἠριδανῷ ὀλίγους μὲν κύκνους ἐνίοτε ὁρῶμεν ἐν τοῖς ἕλεσι τοῦ ποταμοῦ, καὶ κρώζουσιν οὗτοι πάνυ ἄμουσον καὶ ἀσθενές, ὡς τοὺς κόρακας ἢ τοὺς κολοιοὺς Σειρῆνας εἶναι πρὸς αὐτούς, ᾀδόντων δὲ ἡδὺ καὶ οἷον σὺ φὴς οὐδὲ ὄναρ ἀκηκόαμεν·
我们一直在航行,几乎从小就在埃里达诺斯河上劳作,有时确实在河流的沼泽地里看到几只天鹅,但它们叫起来非常难听而微弱,以至于乌鸦或寒鸦比起它们来都像是塞壬。 至于唱得甜美,像你所说的那样,我们连做梦都没听过。
ὥστε θαυμάζομεν πόθεν ταῦτα εἰς ὑμᾶς ἀφίκετο περὶ ἡμῶν.
所以我们纳闷,这些关于我们的传言是从哪里传到你们那里的。
§6πολλὰ τοιαῦτα ἐξαπατηθῆναι ἔστι πιστεύοντας τοῖς πρὸς τὸ μεῖζον ἕκαστα ἐξηγουμένοις.
” 相信那些把什么都夸大其词的人,很容易就会受到很多这样的欺骗。
ὥστε κἀγὼ νῦν δέδια ὑπὲρ ἐμαυτοῦ μὴ ὑμεῖς ἄρτι ἀφιγμένοι, καὶ τοῦτο πρῶτον ἀκροασόμενοι ἡμῶν, ἤλεκτρά τινα καὶ κύκνους ἐλπίσαντες εὑρήσειν παρʼ ἡμῖν, ἔπειτα μετʼ ὀλίγον ἀπέλθητε καταγελῶντες τῶν ὑποσχομένων ὑμῖν τοιαῦτα πολλὰ κειμήλια ἐνεῖναι τοῖς λόγοις.
因此,我现在也为自己感到害怕,唯恐刚刚到来、正准备第一次听我们讲话的你们,指指点点指望在我们这里找到一些琥珀和天鹅,结果没过多久,就嘲笑着那个曾向你们承诺在这些言语中含有许多如此财宝的人而离去。
ἀλλὰ μαρτύρομαι, ὡς ἐμοῦ τοιαῦτα μεγαλαυχουμένου περὶ τῶν ἐμῶν οὔτε ὑμεῖς οὔτε ἄλλος πω ἀκήκοεν, οὐδʼ ἂν ἀκούσειέν ποτε.
但我可以作证,关于我自己的东西,你们或任何其他人都从未听过我如此自夸,以后也绝不会听到。
ἄλλοις μὲν γὰρ οὐκ ὀλίγοις ἐντύχοις ἂν Ἠριδανοῖς τισι καὶ οἷς οὐκ ἤλεκτρον, ἀλλὰ χρυσὸς αὐτὸς ἀποστάζει τῶν λόγων, πολὺ τῶν κύκνων τῶν ποιητικῶν λιγυρωτέροις·
因为你们肯定会遇到不少其他的“埃里达诺斯河”,他们的言语中流淌的不是琥珀,而是黄金本身,比诗人们笔下的天鹅还要婉转动听。
τὸ δὲ ἐμὸν ὁρᾶτε ἤδη ὁποῖον ἁπλοϊκὸν καὶ ἄμυθον, οὐδέ τις ᾠδὴ πρόσεστιν.
但你们已经看到我自己的东西是多么朴素且没有神话,也没有任何歌唱。
ὥστε ὅρα μὴ τοιοῦτό τι πάθῃς μείζω περὶ ἡμῶν ἐλπίσας, οἷόν τι πάσχουσιν οἱ τὰ ἐν τῷ ὕδατι ὁρῶντες· οἰόμενοι γὰρ τηλικαῦτα εἶναι αὐτὰ οἷα διεφαίνετο αὐτοῖς ἄνωθεν, εὐρυνομένης τῆς σκιᾶς πρὸς τὴν αὐγήν, ἐπειδὰν ἀνασπάσωσι, πολλῷ μικρότερα εὑρίσκοντες ἀνιῶνται.
所以小心不要因为对我们期望过高而遭受类似于看水中之物的人所遭遇的命运:因为他们以为那些东西就像从上面看下去时那样大,因为影子在光线折射下变宽了,可一旦拉上来,发现要小得多,便感到失望。
ἤδη οὖν σοι προλέγω, ἐκχέας τὸ ὕδωρ καὶ ἀποκαλύψας τἀμὰ μηδὲν μέγα προσδοκήσῃς ἀνιμήσεσθαι, ἢ σαυτὸν αἰτιάσῃ τῆς ἐλπίδος.
因此,我现在就预先告诉你,倒干水,揭开我的真相之后,不要指望拉上来什么伟大的东西,否则你只能怪你自己的期望。

词汇与语法注释

  1. 1πέρι — 前置词 περί 置于其支配的名词 Ἠλέκτρου 之后,发生了“重音后移(anastrophe)”,重音移至第一个音节。
  2. 3ἐρέττειν ἂν ἢ ἕλκειν — 思考动词 οἴει(οἴομαι“认为”的第二人称单数)的宾语对格不定式短语。伴随助词 ἄν,表示与条件从句 εἰ δὲ ἦν τι τοιοῦτον(过去违实条件句“如果曾有此事”)相对应的违实主句结论(“本来会划桨或拖拉”)。
  3. 6δέδια ... μὴ ... ἀπέλθητε — 由表示恐惧的动词 δέδια(“我害怕”)所引导的 μὴ 从句,表示对不良事态发生的担忧(“唯恐你们……离去”)。动词 ἀπέλθητε 为不定过去时虚拟语气。

引用这一段

琉善, 琥珀或天鹅 §1-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg005.humanitext-grc2:1-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。