- 底本
- Lucian, Vol. 1. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg005.humanitext-grc2:1-6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
語り手はエリダノス川に伝わる琥珀と白鳥の神話を信じて現地を訪れるが、実態は全く異なることを船乗りたちに教えられ、詩人たちの嘘を信じた自らの愚かさを恥じる。そして、自らの語る言葉に過度な期待を抱かないよう聴衆に警告する。
Ἠλέκτρου πέρι1 καὶ ὑμᾶς δηλαδὴ ὁ μῦθος πέπεικεν, αἰγείρους ἐπὶ τῷ Ἠριδανῷ ποταμῷ δακρύειν αὐτὸ θρηνούσας τὸν Φαέθοντα, καὶ ἀδελφάς γε εἶναι τὰς αἰγείρους ἐκείνας τοῦ Φαέθοντος, εἶτα ὀδυρομένας τὸ μειράκιον ἀλλαγῆναι ἐς τὰ δένδρα, καὶ ἀποστάζειν ἔτι αὐτῶν δάκρυον δῆθεν τὸ ἤλεκτρον. τοιαῦτα γὰρ ἀμέλει καὶ αὐτὸς ἀκούων τῶν ποιητῶν ᾀδόντων ἤλπιζον, εἴ ποτε γενοίμην ἐπὶ τῷ Ἠριδανῷ, ὑπελθὼν μίαν τῶν αἰγείρων ἐκπετάσας τὸ προκόλπιον ὑποδέξεσθαι τῶν δακρύων ὀλίγα, ὡς ἤλεκτρον ἔχοιμι.
琥珀について、あなたがたもまた確かにあの神話に説得されていることでしょう。すなわち、エリダノス川のほとりでポプラの木々がファエトンのために涙を流して哀悼しており、それらのポプラはファエトンの姉妹たちであって、それからその若者を嘆き悲しんで樹木に姿を変えられ、彼女たちから今なお滴り落ちる涙こそが琥珀なのだ、と。というのも、実に私自身も、詩人たちがそのように歌うのを聞いて期待していたのです。もし私がいつかエリダノス川に行くことがあれば、ポプラの木の一つの下に行き、衣服の胸元を広げて、その涙を少しばかり受け止め、琥珀を手に入れようと。
καὶ δὴ οὐ πρὸ πολλοῦ κατʼ ἄλλο μέν τι χρέος, ἧκον δὲ ὅμως ἐς τὰ χωρία ἐκεῖνα, καὶ — ἔδει γὰρ ἀναπλεῖν κατὰ τὸν Ἠριδανόν — οὔτʼ αἰγείρους εἶδον πάνυ περισκοπῶν οὔτε τὸ ἤλεκτρον, ἀλλʼ οὐδὲ τοὔνομα τοῦ Φαέθοντος ᾔδεσαν οἱ ἐπιχώριοι. ἀναζητοῦντος γοῦν ἐμοῦ καὶ διαπυνθανομένου, πότε δὴ ἐπὶ τὰς αἰγείρους ἀφιξόμεθα τὰς τὸ ἤλεκτρον, ἐγέλων οἱ ναῦται καὶ ἠξίουν σαφέστερον λέγειν ὅ τι καὶ θέλοιμι· κἀγὼ τὸν μῦθον διηγούμην αὐτοῖς, Φαέθοντα γενέσθαι Ἡλίου παῖδα, καὶ τοῦτον ἐς ἡλικίαν ἐλθόντα αἰτῆσαι παρὰ τοῦ πατρὸς ἐλάσαι τὸ ἅρμα, ὡς ποιήσειε καὶ αὐτὸς μίαν ἡμέραν, τὸν δὲ δοῦναι, τὸν δὲ ἀπολέσθαι ἐκδιφρευθέντα, καὶ τὰς ἀδελφὰς αὐτοῦ πενθούσας ἐνταῦθά που, ἔφην, παρʼ ὑμῖν, ἵναπερ καὶ κατέπεσεν, ἐπὶ τῷ Ἠριδανῷ, αἰγείρους γενέσθαι καὶ δακρύειν ἔτι ἐπʼ αὐτῷ τὸ ἤλεκτρον.
そして実際、少し前に別の用事ではありましたが、とにかく私はそれらの地方にやってきました。そして――というのもエリダノス川を遡行せねばならなかったからです――あたりをいくら見回してもポプラは見えず、琥珀も見えず、それどころか地元の人々はファエトンの名前すら知りませんでした。そこで私が探し回り、「一体いつになったら琥珀のポプラのところに着くのですか」と尋ね回ると、船乗りたちは笑い、私が一体何を言おうとしているのかもっとはっきり話すようにと求めました。そこで私は彼らに神話を詳しく語り、ファエトンが太陽神の子であったこと、そして彼が成人したとき、自分自身でも一日を運行するためにと父に戦車を駆ることを願い出たこと、父はそれを許したが彼は戦車から投げ出されて身を滅ぼしたこと、そして彼の姉妹たちが喪に服し、「まさにあなたがたのところのこのあたり、彼が墜落したまさにその場所、すなわちエリダノス川のほとりで」と言ったのですが、ポプラの木になり、彼のために今なお琥珀の涙を流しているのだと話しました。
τίς ταῦτά σοι, ἔφασκον, διηγήσατο ἀπατεὼν καὶ ψευδολόγος ἄνθρωπος; ἡμεῖς δὲ οὔτε ἡνίοχον τινα ἐκπίπτοντα εἴδομεν οὔτε τὰς αἰγείρους ἃς φὴς ἔχομεν. εἰ δὲ ἦν τι τοιοῦτον, οἴει ἡμᾶς δυοῖν ὀβολοῖν ἕνεκα ἐρέττειν ἂν ἢ ἕλκειν2 τὰ πλοῖα πρὸς ἐναντίον τὸ ὕδωρ, οἷς ἐξῆν πλουτεῖν ἀναλέγοντας τῶν αἰγείρων τὰ δάκρυα; τοῦτο λεχθὲν οὐ μετρίως μου καθίκετο, καὶ ἐσιώπησα αἰσχυνθείς, ὅτι παιδίου τινος ὡς ἀληθῶς ἔργον ἐπεπόνθειν πιστεύσας τοῖς ποιηταῖς ἀπίθανα οὕτως ψευδομένοις, ὡς μηδὲν ὑγιὲς ἀρέσκεσθαι αὐτοῖς. μιᾶς μὲν δὴ ταύτης ἐλπίδος οὐ μικρᾶς ἐψευσμένος ἠνιώμην καθάπερ ἐκ τῶν χειρῶν τὸ ἤλεκτρον ἀπολωλεκώς, ὅς γε ἤδη ἀνέπλαττον ὅσα καὶ οἷα χρήσομαι αὐτῷ.
「そんなことをお前に語ったのは、どこの詐欺師で嘘つきの男だ?」と彼らは言いました。「私たちは、落ちてきた御者など見たこともなければ、お前が言うようなポプラも持ってはいない。もしそのようなことがあったなら、ポプラの涙を集めるだけで金持ちになれるはずの私たちが、わずか2オボロスのために、流れに逆らって船を漕いだり曳いたりしていると思うかね?」この言葉は私の胸にひどく突き刺さり、私は恥じ入って黙り込んでしまいました。まさに子供のような真似をして、詩人たちがこれほど信じがたい嘘をつくのを信じてしまい、彼らの言うことを何一つ健全でないのに好んでいたのだと(気づいたからです)。 このようにして、一つの小さくない希望を裏切られ、私はまるで手の中から琥珀を失ってしまったかのように悔しがっていました。私自身、すでにその琥珀をどれほど、どのように使うかをあれこれ思い描いていたのですから。
ἐκεῖνο δὲ καὶ πάνυ ἀληθὲς ᾤμην εὑρήσειν παρʼ αὐτοῖς, κύκνους πολλοὺς ᾄδοντας ἐπὶ ταῖς ὄχθαις τοῦ ποταμοῦ. καὶ αὖθις ἠρώτων τοὺς ναύτας — ἀνεπλέομεν γὰρ ἔτι — ἀλλʼ οἵ γε κύκνοι πηνίκα ὑμῖν τὸ λιγυρὸν ἐκεῖνο ᾄδουσιν ἐφεστῶτες τῷ ποταμῷ ἔνθεν καὶ ἔνθεν; φασὶ γοῦν Ἀπόλλωνος παρέδρους αὐτοὺς ὄντας, ᾠδικοὺς ἀνθρώπους, ἐνταῦθά που ἐς τὰ ὄρνεα μεταπεσεῖν καὶ διὰ τοῦτο ᾄδειν ἔτι οὐκ ἐκλαθομένους τῆς μουσικῆς.
しかし、もう一つのことだけは、彼らのところで絶対に見つかる真実だと思っていました。すなわち、川の堤で多くの白鳥が歌っていることです。そこで私は再び船乗りたちに尋ねました(私たちはまだ遡行中でしたので)。「しかし、あの白鳥たちは、川の両岸に立って、いつあの澄んだ歌声をあなた方に聞かせるのですか。彼らはアポロンの従者であり、歌を愛する人間であったのが、このあたりのどこかで鳥に姿を変えられ、そのために音楽を忘れずに今なお歌っているのだと言われていますよね。」
οἱ δὲ σὺν γέλωτι, Σύ, ἔφησαν, ὦ ἄνθρωπε, οὐ παύσῃ τήμερον καταψευδόμενος τῆς χώρας ἡμῶν καὶ τοῦ ποταμοῦ; ἡμεῖς δὲ ἀεὶ πλέοντες καὶ ἐκ παίδων σχεδὸν ἐργαζόμενοι ἐν τῷ Ἠριδανῷ ὀλίγους μὲν κύκνους ἐνίοτε ὁρῶμεν ἐν τοῖς ἕλεσι τοῦ ποταμοῦ, καὶ κρώζουσιν οὗτοι πάνυ ἄμουσον καὶ ἀσθενές, ὡς τοὺς κόρακας ἢ τοὺς κολοιοὺς Σειρῆνας εἶναι πρὸς αὐτούς, ᾀδόντων δὲ ἡδὺ καὶ οἷον σὺ φὴς οὐδὲ ὄναρ ἀκηκόαμεν· ὥστε θαυμάζομεν πόθεν ταῦτα εἰς ὑμᾶς ἀφίκετο περὶ ἡμῶν.
すると彼らは笑いながら言いました。「おい、あんた、今日一日、我が土地と我が川について嘘ばかりつくのをやめないつもりか?私たちは常に舟を出し、子供の頃からほとんどエリダノス川で働いていますが、時折、川の湿地にわずかな白鳥を見かけることはあります。しかし彼らはひどく調子外れでかすれた声で鳴くので、カラスやコクマルガラスの方が彼らに比べればセイレン(のように美しい歌声)に聞こえるほどです。あなたが言うような、美しく歌う白鳥など、夢にも聞いたことがありません。ですから、私たちのことについて、そのような話がどこからあなた方に届いたのか、不思議に思っているのです。」
πολλὰ τοιαῦτα ἐξαπατηθῆναι ἔστι πιστεύοντας τοῖς πρὸς τὸ μεῖζον ἕκαστα ἐξηγουμένοις. ὥστε κἀγὼ νῦν δέδια ὑπὲρ ἐμαυτοῦ μὴ ὑμεῖς ἄρτι ἀφιγμένοι, καὶ τοῦτο πρῶτον ἀκροασόμενοι ἡμῶν, ἤλεκτρά τινα καὶ κύκνους ἐλπίσαντες εὑρήσειν παρʼ ἡμῖν, ἔπειτα μετʼ ὀλίγον ἀπέλθητε3 καταγελῶντες τῶν ὑποσχομένων ὑμῖν τοιαῦτα πολλὰ κειμήλια ἐνεῖναι τοῖς λόγοις. ἀλλὰ μαρτύρομαι, ὡς ἐμοῦ τοιαῦτα μεγαλαυχουμένου περὶ τῶν ἐμῶν οὔτε ὑμεῖς οὔτε ἄλλος πω ἀκήκοεν, οὐδʼ ἂν ἀκούσειέν ποτε. ἄλλοις μὲν γὰρ οὐκ ὀλίγοις ἐντύχοις ἂν Ἠριδανοῖς τισι καὶ οἷς οὐκ ἤλεκτρον, ἀλλὰ χρυσὸς αὐτὸς ἀποστάζει τῶν λόγων, πολὺ τῶν κύκνων τῶν ποιητικῶν λιγυρωτέροις· τὸ δὲ ἐμὸν ὁρᾶτε ἤδη ὁποῖον ἁπλοϊκὸν καὶ ἄμυθον, οὐδέ τις ᾠδὴ πρόσεστιν. ὥστε ὅρα μὴ τοιοῦτό τι πάθῃς μείζω περὶ ἡμῶν ἐλπίσας, οἷόν τι πάσχουσιν οἱ τὰ ἐν τῷ ὕδατι ὁρῶντες· οἰόμενοι γὰρ τηλικαῦτα εἶναι αὐτὰ οἷα διεφαίνετο αὐτοῖς ἄνωθεν, εὐρυνομένης τῆς σκιᾶς πρὸς τὴν αὐγήν, ἐπειδὰν ἀνασπάσωσι, πολλῷ μικρότερα εὑρίσκοντες ἀνιῶνται. ἤδη οὖν σοι προλέγω, ἐκχέας τὸ ὕδωρ καὶ ἀποκαλύψας τἀμὰ μηδὲν μέγα προσδοκήσῃς ἀνιμήσεσθαι, ἢ σαυτὸν αἰτιάσῃ τῆς ἐλπίδος.
物事を何でも大げさに語る人々を信じていると、このようにだまされることが多々あるものです。ですから、私も今、自分自身のことが心配なのです。今しがた到着し、これから初めて私の話を聞こうとしているあなた方が、私たちのうちに何か琥珀や白鳥のようなものを見いだせるだろうと期待し、その後まもなく、私の話の中にそのような多くの宝が含まれていると約束した者を嘲笑いながら去ってしまうのではないかと。しかし私は誓って言いますが、私自身が自分のものについてそのように大言壮語するのを、あなた方も他の誰も聞いたことがありませんし、今後聞くこともないでしょう。というのも、言葉から琥珀どころか金そのものが滴り落ち、詩的な白鳥たちよりもはるかに澄んだ声で語る、いわばエリダノス川のような他の少なからぬ人々に、あなた方は出会うでしょうから。しかし、私のものがどれほど素朴で、神話もなく、歌も伴っていないかは、既にご覧の通りです。だから、私たちに過分な期待を抱いて、水の中の物を見る人々が経験するようなことにならないよう気をつけてください。なぜなら、光に照らされて影が広がるため、上から透けて見えたのと同じくらい大きいものと思い込み、引き上げてみると、はるかに小さくて失望するからです。それゆえ、私はあらかじめあなたに言っておきます。水をあけ、私の実体をさらけ出したとき、引き上げるものに大したものを期待してはなりません。さもなければ、その期待(を裏切られたこと)について自分自身を責めることになるでしょう。
- 1πέρι
前置詞 περί が支配する名詞 Ἠλέκτρου の後ろに置かれることで、アクセントが最初の音節に移る「後置(anastrophe)」が起きている。
- 3ἐρέττειν ἂν ἢ ἕλκειν
思考の動詞 οἴει(οἴομαι「思う」の二人称単数)の目的語となる対格不定詞句。小辞 ἄν を伴うことで、条件節 εἰ δὲ ἦν τι τοιοῦτον(反実仮想過去「もしそのようなことがあったなら」)に対応する、反実仮想の帰結(「漕いだり曳いたりするであろう」)を表している。
- 6δέδια ... μὴ ... ἀπέλθητε
恐れを表す動詞 δέδια(「私は恐れる」)に導かれ、好ましくない事態が起こる懸念(「〜しはしないか」)を表す μὴ 節。動詞 ἀπέλθητε は接続法過去。
